Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνταγμα πρὸς μοναχούς

Μέγας Αθανάσιος

Νηστεία, προσευχή και λειτουργική ζωή

Οδηγίες για τις ημέρες της νηστείας, την αποχή από συνήθειες εθνικών και αιρετικών, και την προετοιμασία για τη Θεία Κοινωνία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 5

Μὴ γυμνοῦν ἑαυτὸν ἐνώπιόν τινος, ὅτι μὴ κατὰ ἀνάγκην ἢ ἀσθένειαν ἐν λουτρῷ γενόμενον. Τὸν ἀδελφὸν μὴ ῥακά, μὴ μωρὸν λέγειν. Ἑορταῖς ἐθνῶν μὴ συγκοινωνεῖν. Γοητείας [γο////τείας ms.] ἢ τὰ καλούμενα περίαπτά τε καὶ φυλακτήρια μήτε δρᾶν, μήτε ἑτέρων ποιεῖν βουλομένων εἰς αὑτὸν ἀνέχεσθαι. Τὸ σῶμα πάσης αἰσχρότητος φυλάττειν καὶ ἀσελγείας, καὶ μηδὲ γυναῖκα συνείσακτον, ὥς τινες ἀγαπητὰς ἐκάλεσαν, ἔχειν. Μὴ ἔχειν κατὰ τινὸς εἰς ψυχήν, τούτου γὰρ ἡ εὐχὴ τῷ θεῷ ἀπρόσδεκτος. Αἱρετικοῖς ἢ ἐθνικοῖς μὴ συνεύχεσθαι, μηδὲ παραβαίνειν νηστείαν τετράδος ἢ παρασκευῆς, ἐκτὸς τῆς πεντηκοστῆς τε καὶ τῶν ἐπιφανίων, εἰ μὴ βαρεῖά τις νόσος καταναγκάζει· λύειν δὲ τὴν νηστείαν ἐπιδημίᾳ τινὸς ἀδελφοῦ, οὐ τὴν τεταγμένην ταύτην, τουτέστι τετράδα καὶ παρασκευῆς καὶ τὴν τοῦ σωτηρίου πάθους τεσσαρακοστήν, ἀλλὰ τὴν ἐξ οἰκείου θελήματος αἱρεθεῖσαν, τὴν ἐν δευτέρᾳ δηλονότι καὶ τρίτῃ καὶ πέμπτῃ· σαββάτου καὶ κυριακῆς μηδαμῶς νηστευτέον, ὅτι μὴ τοῦ μεγάλου μόνου καλουμένου σαββάτου· ἡ δὲ τῆς τετράδος καὶ παρασκευῆς ὥρα μέχρις ἐνάτης [ἐννάτης cor. 2a manu] παρατείνεσθαι τέτακται· ὃ δὲ πλέον αὐτὸς ποιήσεις καὶ ὑπερθέσεσιν ἡμερῶν δυνηθῇς χρήσασθαι, παρὰ τῇ σῇ τοῦτο προαιρέσει κείσθω.

Ἐν κυριακῇ μέντοι ἣ κατὰ τὸν καιρὸν τῆς πεντηκοστῆς μήτε νηστευτέον, μήτε μὴν τὸ γόνυ κλιτέον, οὐ γὰρ ἐπιτρέπει τοῦτο θεσμὸς ἐκκλησίας, ἀλλὰ μηδὲ ἀνάσχῃς μηδὲ πεισθῇς ὅλως Μαρκιωνισταῖς ἢ ἑτέροις τισὶ τῶν αἱρετικῶν σαββάτου ἢ κυριακῆς νηστεῦσαι. Τῶν συνάξεων μὴ ἀμέλει καὶ τῶν ἁγίων μυστηρίων ἄξιον σεαυτὸν παρασκεύαζε, ἵνα μὴ εἰς κρῖμά σοι τὸ ληφθὲν ἀντὶ ἁγιασμοῦ γένηται. Πόδας ἀδελφῶν τῶν παραβεβληκότων σοι πλῦναι μὴ ὑπερόψει, ζητηθήσηται γὰρ ἡ ἐντολὴ αὕτη ἐκ τῶν ὑπερηφάνως πρὸς αὐτὴν ἐσχηκότων κἂν ἐπίσκοποι εἶεν, ἐπείπερ ὁ κύριος ἡμῶν αὐτὸς πρῶτος χρησάμενος καὶ τὸν τύπον δοὺς μιμεῖσθαι παρήγγειλεν.