Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνταγμα πρὸς μοναχούς

Μέγας Αθανάσιος

Υλικές μέριμνες, διατροφή και ασκητική ακρίβεια

Κανόνες που απαγορεύουν τη φιλαργυρία, το εμπόριο και την τοκογλυφία, καθώς και πρακτικές οδηγίες για την ταπεινή ενδυμασία και τη χρήση τροφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 5

Μὴ ἔσο φιλάργυρος, μὴ αἰσχροκερδής, μὴ φιλοκτήμων, μὴ φιλόπλουτος, ἀρέσαι γὰρ τοὺς τοιούτους θεῷ ἀδύνατον. Ἀλλὰ μηδὲ πραγματείαις ὅλως προσκείμενος, καίτοι γε χώρας οἶδά τινας, αἳ διὰ τὸ μήτε σπείρειν, μήτε τινὰς τῶν τεχνῶν μετιέναι, πραγματείαις ἀναγκάζονται χρῆσθαι, μηδ᾽ εἰ μοναχοὶ εἶεν αὐτῆς ἀπεχόμενοι, ποιοῦσι δὲ τοῦτο κακῶς μὲν πλὴν ἐξ ἀνάγκης. Πρὸς τούτοις μηδὲ τόκον ληπτέον, μήτε μὲν προωνητέον πλείονος ὡς ἥττονος πωλήσοντα. Ἐπὶ χρήσει διδοὺς λάμβανε τὸ κεφάλαιον μόνον, τόκου χωρίς. Μὴ δολιεύσῃ ἐνώπιον τῶν ἀλαθήτων ὀφθαλμῶν τοῦ θεοῦ, εἰ γὰρ τῷ τόκον δῆθεν εὐλαβεῖσθαι παραιτούμενος τὸ δανεῖσαι παρασκευάσεις τὸν ἐν χρείᾳ πολλοῦ ὠνήσασθαι τὸ σόν, οὐχὶ φιλοκερδέστερον οὕτω καὶ μισανθρωπότερον ἢ κατὰ τὸν τόκον εὑρίσκῃ πρὸς τὸν ἀδελφὸν διακείμενος.

Ταπεινὸς ἔσο καὶ ἡσύχιος καὶ τρόμον σοι διὰ παντὸς ἐμβαλέτω τὰ τοῦ θεοῦ λόγια. Μηδένα τῶν ἀνθρώπων μυκτηρίσῃς, μηδὲ καταγνῷς τινὸς ἐκ τοῦ σχήματος, παρατετηρημένως ἔχε περὶ τὴν ἐσθῆτα, ὡς μήτε μαλακοῖς χρῆσθαι, μήτ᾽ ἐν ῥυπαροῖς προϊέναι· τρίχας τὸ παράπαν οὐ θεραπευτέον, ἐκκέκοπται γὰρ τὸ τοιοῦτον σχῆμα παρὰ τοῦ ἀποστόλου· ἀλλ᾽ οὐδὲ ξυρᾶσθαι τὸ γένειον δεῖ, οὐδὲ περικουρείοις χρῆσθαι κειρόμονον.

Κρεῶν ἀπέχου [πεχου ms. super rasuram] οὐχ ὡς βδελυσσόμενον ἀλλ᾽ ὡς τὰς τῆς βλάβης περικόπτων τὰς φορμάς, καὶ ὡς ἀσθενῆ καὶ ἀνάξιον ἑαυτὸν λογιζόμενον. Οἴνου μὴ μεθεκτέον ἢ μόνον τὸ γεύεσθαι καὶ εὐλογεῖν τὸν πεποιηκότα· εἰ δὲ καὶ σοὶ κατὰ τὸν Τιμόθεον διὰ τὴν πολλὴν τοῦ βίου ἀκρίβειαν νόσοις κατειργάσθη τὸ σῶμα, κέχρησο ὀλίγῳ, τὸ μὲν γὰρ φάρμακον ἰάσεως, τὸ δὲ πολὺ καὶ σώματος καὶ ψυχῆς βλάβη. Εἰ δυνατὸν γυμνοποδῶν ἔσο, εἰ δὲ βούλει καὶ ὑποδήμασι χρῆσθαι ψιλὰ ἔστωσαν, καὶ φιλόκοσμα μηδὲ περιττά.

Ἂν ἀῤῥωστῶν μεταλάβῃς ὠοῦ, οὐκ ἔσται σοι τοῦτο εἰς ἁμαρτίαν, κἂν ἀνάγκη σοι γένηται πτηνοῦ κρεῶν μετασχεῖν, ἁμαρτία μὲν τοῦτο μὴ νομιζέσθω, λυποῦ δὲ μόνον καθ᾽ ὃ περιεκόπη σοι τὰ τῆς ἀκριβείας, καὶ ὁ τῆς ἀσκήσεως ἐνδέδωκε τόνος.