Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνταγμα πρὸς μοναχούς

Μέγας Αθανάσιος

Εργασία, ακτημοσύνη και πνευματική καθοδήγηση

Διατάξεις για τη χειρωνακτική εργασία, την ελεημοσύνη, την ακτημοσύνη εντός της μονής, καθώς και τον κανόνα προσευχής των νέων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 5

Καὶ νοσῶν δὲ εἰ χρεία γένηται ἀναγκαία, λοῦσαι· ὑγιαίνοντι γὰρ ἱερεῖ καὶ μονάζοντι βαλανείου χρεία οὐδεμία. Ἀλλὰ καὶ χαμευνεῖν αἱρετέον, ὑγιῶς τοῦ σώματος ἔχοντος. Ἐργάζου ταῖς χερσίν, ὥστε μὴ ἀργὸν τὸν ἄρτον ἐσθίειν, ἀλλὰ μᾶλλον ἐκ τοῦ καρποῦ τῶν χειρῶν ἔχειν, καὶ ἀδελφοῖς καὶ ξένοις μεταδιδόναι καὶ προηγουμένως χήραις καὶ ὀρφανοῖς καὶ μετρίοις. Εἰ μεταξὺ τῶν ἀνθρώπων οἰκεῖς, καὶ χωρίον ἔστι σοι πατρῷον, ἐργάζου τοῦτο δικαίως, καὶ τῶν καρπῶν αὐτοῦ πρῶτον μὲν ἀπάρχου τοῖς ἱερεῦσιν, ἔπειτα δὲ καὶ χήραις καὶ ὀρφανοῖς καὶ τοῖς ἄλλοις, ἀπὸ δικαίων μεταδίδου πόνων, οὐ γὰρ ἀπὸ τόκων ἢ πλεονασμῶν, οὐδὲ ἐκ πραγματειῶν ἢ διασεισμοῦ καὶ τῶν τοιούτων. Εἰ δὲ ἐν μονῇ προσεδρεύεις, μὴ τῆς μονῆς τὴν ἄσκησιν καθυβρίσῃς· εἰ γὰρ χωρίον κέκτησαι μοναστήριον κατοικῶν, οὐκ ἔστι τοῦτο ἀναχώρησις ἀλλὰ χλεύη. Εἴ τινας τῶν νέων περὶ σεαυτὸν ἔχεις, πρῶτα μὲν ταπεινοφρονῶν μὴ θέλε εἶναι διδάσκαλος, εἰ δὲ ἴδῃς διὰ τῆς ἀναστροφῆς τῆς σῆς ψυχὰς σωζομένας, καὶ βούλῃ τὰ δοθέντα σοι πέντε διπλασιάσαι τάλαντα, ἔχε διὰ μερίμνης τὰς τούτων ψυχάς, καὶ νέους ὄντας ἐπίστυφε· παρασκεύαζέ τε ἰδιάζειν ἕκαστον αὐτῶν ἐκτὸς τραπέζης καὶ τῆς ἐν τῇ ψαλμῳδίᾳ συνάξεως· ἀλλὰ καὶ ἀγρύπνει συμμέτρως ἔν τε ψαλμοῖς καὶ εὐχαῖς· καὶ ἡμέρας μὲν εὔχου πυκνότερον μᾶλλον ἢ χρονιώτερον, μὴ κράζων μηδὲ βαττολογῶν.

Ἔστω δὲ καὶ περὶ τὸ ψάλλειν ἡ συμμετρία, ὥστε μὴ περικακεῖν τὰς ψυχάς, μηδὲ ἀπαγορεύειν. Σπεῦδε δὲ τοὺς παῖδας σιωπηλοὺς εἶναι τυποῦσθαι.