Ἔργον
Μέγας Αθανάσιος – Σύνταγμα πρὸς πολιτικόν τινα
Ανθρωπολογία και ασκητική διδασκαλία
Ανάλυση του τριμερούς της ψυχής, καταγραφή των οκτώ περιεκτικών λογισμών και διάκριση των παθών σε σωματικά και ψυχικά.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ανθρωπολογία και ασκητική διδασκαλία
Ανάλυση του τριμερούς της ψυχής, καταγραφή των οκτώ περιεκτικών λογισμών και διάκριση των παθών σε σωματικά και ψυχικά.
Διάγνωσις τοῦ τριμεροῦς τῆς ψυχῆς. Ὅτι πᾶσα ψυχὴ λογικὴ τρία μέρη κέκτηται· λογισμὸν, θυμὸν, καὶ ἐπιθυμίαν. Ἐάν ἐστιν ἐν τῷ θυμῷ ἀγάπη καὶ φιλανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ καθαρότης καὶ σωφροσύνη, ὁ λογισμός ἐστι πεφωτισμένος· ἐὰν δέ ἐστιν ἐν τῷ θυμῷ μισανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ ἀκολασία, ὁ λογισμός ἐστιν ἐσκοτισμένος. Ὁ μὲν οὖν λογισμὸς τότε ὑγιαίνει, καὶ σωφρονεῖ, ὅταν τὰ πάθη ἔχῃ ὑποτεταγμένα, καὶ τοὺς λόγους τῶν κτισμάτων τοῦ Θεοῦ πνευματικῶς θεωρῇ, καὶ πρὸς τὴν ἁγίαν καὶ μακαρίαν Τριάδα διάγῃ. Ὁ δὲ πάλιν τότε κινεῖται κατὰ φύσιν, ὅταν πάντας ἀνθρώπους ἀγαπᾷ, καὶ πρὸς οὐδένα αὐτῶν λύπην ἢ μνησικακίαν κέκτηται. Ἡ δὲ ἐπιθυμία, ὅταν ὑπὸ ἐγκρατείας, καὶ ταπεινοφροσύνης, καὶ ἀκτημοσύνης νεκρώσῃ τὰ πάθη, τουτέστι, μὴ ᾖ δούλη σαρκὸς ἐσχημάτισται, καὶ δόξης παρεχομένης ἔφεσιν, καὶ τραπῇ πρὸς τὸν θεῖον καὶ ἀθάνατον ἔρωτα.
Καὶ γὰρ ἡ ἐπιθυμία πρὸς τρία τὴν κίνησιν ἔχει, ἢ πρὸς ἡδονὴν σαρκὸς, ἢ πρὸς δόξαν κενὴν, ἢ πρὸς ἀπάτην χρημάτων· καὶ διὰ τὴν παράλογον ταύτην ἔφεσιν καταφρονεῖ τοῦ Θεοῦ, καὶ τῶν θείων, καὶ τῆς οἰκείας εὐγενείας ἐπιλανθάνεται, καὶ πρὸς τὸν πλησίον ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐ συγκωρεῖ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν. Ὧν ὁ ἀνώτερον κτησάμενος φρόνημα ἀπ᾽ ἐντεῦθεν ἀπολαύει τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ζῇ μακαρίαν ζωὴν, προσδοκῶν τὴν ἀποκειμένην μακαριότητα τοῖς ἀγαπῶσι τὸν Κύριον.
Διαίρεσις καὶ ἀποδιαίρεσις λεπτομερὴς τῆς ψυχῆς. Ἡ ψυχὴ διαιρεῖται εἰς τὸ λογιστικὸν, τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν. Τοῦ λογιστικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ ἀπιστία, ἡ αἵρεσις, ἡ ἀφροσύνη, ἡ ἀδιακρισία, ἡ βλασφημία, αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων τῶν ἐκ τοῦ παθητικοῦ μέρους. Ἴασις δὲ τούτων καὶ θεραπεία ἡ ἀδίστακτος πίστις πρὸς τὸν Θεὸν καὶ τὰ ἀληθινὰ δόγματα, ἡ συνεχὴς μελέτη τῶν λογίων τοῦ Πνεύματος, ἡ καθαρὰ προσευχὴ, καὶ ἡ ἀδιάλειπτος πρὸς Θεὸν εὐχαριστία. Τοῦ θυμικοῦ τὰ ἁμαρτήματα ἡ ἀσπλαγχνία, τὸ μῖσος, τὸ ἀσυμπαθὲς, τὸ μνησίκακον, ὁ φθόνος, ὁ φόνος, καὶ ἡ συνεχὴς περὶ τὰ τοιαῦτα μελέτη. Ἴασις τούτων καὶ θεραπεία ἡ φιλανθρωπία, ἡ ἀγάπη, ἡ φιλαδελφία, ἡ συμπάθεια, ἡ ἀνεξικακία, ἡ χρηστότης. Τοῦ ἐπιθυμητικοῦ τὰ ἁμαρτήματα ἡ γαστριμαργία, ἡ πορνεία, ἡ ἀκαθαρσία, ἡ ἀσέλγεια, ἡ φιλοχρηματία, ἡ τῆς δόξης ἐπιθυμία.
Ἴασις τούτων καὶ θεραπεία, ἡ ἐγκράτεια, ἡ νηστεία, ἡ κακοπάθεια, ἡ ἀκτημοσύνη, ὁ τῶν χρημάτων πρὸς πένητας σκορπισμὸς, ἡ τῶν ἀθανάτων ἐκείνων ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, καὶ ἡ τῆς υἱοθεσίας ἐπιθυμία.
Διάγνωσις τῶν λογισμῶν, δι᾽ ὧν πᾶσα ἁμαρτία τελεῖται. Ὀκτώ εἰσι πάντες οἱ περιεκτικοὶ λογισμοί. Πρῶτος ὁ τῆς γαστριμαργίας· δεύτερος ὁ τῆς πορνείας τρίτος ὁ τῆς φιλαργυρίας· τέταρτος ὁ τῆς ὀργῆς· πέμπτος ὁ τῆς λύπης· ἕκτος ὁ τῆς ἀκηδίας· ἕβδομος ὁ τῆς κενοδοξίας· ὄγδοος ὁ τῆς ὑπερηφανίας. Τούτους πάντας τοὺς λογισμοὺς παρενοχλεῖν μὲν ἡμῖν ἢ μὴ παρενοχλεῖν τῶν οὐκ ἐφ᾽ ἡμῖν ἐστιν· ἐμμένειν δὲ, ἢ πάθη κινεῖν, ἢ μὴ κινεῖν, ὁμοίως τῶν ἐφ᾽ ἡμῖν. Ἄλλο δέ ἐστι προσβολὴ, καὶ ἄλλο συνδυασμὸς, καὶ ἄλλο πάθος, καὶ ἄλλο πάλη, καὶ ἄλλο συγκατάθεσις, καὶ ἄλλο ἐνέργεια.
Καὶ προσβολὴ μὲν ἔστιν ἡ ἁπλῶς γινομένη τοῦ ἐχθροῦ ὑπόμνησις· οἷον, Ποίησον τόδε, ἢ τόδε· ὡς ἐπὶ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν· «Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Τοῦτο, ὡς εἴρηται, οὐκ ἐφ᾽ ἡμῖν. Συνδυασμὸς δέ ἐστιν ἡ παραδοχὴ τοῦ ὑποβαλλομένου λογισμοῦ παρὰ τοῦ ἐχθροῦ· οἷον μετ᾽ αὐτοῦ μελέτη καὶ ὁμιλία ὑπὲρ τῇ προαιρέσει ἡμῶν. Πάθος δέ ἐστιν ἡ ἀπὸ τοῦ συνδυασμοῦ ἕξις γινομένη παρὰ τοῦ ἐχθροῦ ὑποβαλλομένου πάθους· καὶ οἷον ἡ συνοχὴ, μελέτη, καὶ φαντασία. Πάλη δέ ἐστιν ἡ ἀντίστασις, ἢ πρὸς ἀναίρεσιν τοῦ λογισμοῦ τοῦ πάθους, ἢ πρὸς συγκατάθεσιν, καθώς φησιν ὁ Ἀπόστολος· «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις.» Συγκατάθεσις δὲ ἡ κατάνευσις πρὸς τὸ πάθος τοῦ λογισμοῦ.
Ἐνέργεια δὲ ἡ αὐτὴ πρᾶξις. Ἀναιρεῖται δὲ ὑπὸ μὲν τῆς ἐγκρατείας ἡ γαστριμαργία, ὑπὸ δὲ τοῦ θείου πόθου καὶ τῆς τῶν μελλόντων ἐφέσεως ἡ πορνεία· ὑπὸ δὲ τῆς συμπαθείας τῆς πρὸς τοὺς πένητας ἡ φιλαργυρία· ὑπὸ δὲ τῆς ἀγαθότητος καὶ τῆς πρὸς πάντας ἀγάπης ἡ ὀργή· ὑπὸ δὲ τῆς πνευματικῆς χαρᾶς ἡ κοσμικὴ λύπη· ὑπὸ δὲ τῆς ὑπομονῆς, καὶ καρτερίας, καὶ τῆς πρὸς Θεὸν εὐχαριστίας, ἡ ἀκηδία· ὑπὸ δὲ τῆς κρυπτῆς τῶν ἀρετῶν ἐργασίας, καὶ τῆς συνεχοῦς προσευχῆς ἡ κενοδοξία· ὑπὸ δὲ τοῦ μὴ κρίνειν τινὰ, ἢ ἐξουθενεῖν, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ᾽ ἡγεῖσθαι ἑαυτὸν ἔσχατον πάντων, ἡ ὑπερηφανία. Τούτων οὖν τῶν εἰρημένων παθῶν ὁ νοῦς ἐλευθερωθεὶς, καὶ πρὸς Θεὸν ἀνυψωθεὶς, ἀπεντεῦθεν ζῇ τὴν μακαρίαν ζωὴν, τὸν ἀῤῥαβῶνα δεχόμενος τοῦ Πνεύματος· καὶ τῶν ἐντεῦθεν ἀποδημήσας μετὰ ἀπαθείας καὶ γνώσεως ἀληθοῦς, παρίσταται τῷ φωτὶ τῆς ἁγίας καὶ μακαρίας Τριάδος εἰς αἰῶνας ἀπεράντους μετὰ τῶν ἁγίων ἀγγέλων καταλαμπόμενος.
Διάθεσις τῶν παθῶν. Τῶν παθῶν τὰ μὲν ἔστι σωματικὰ, τὰ δὲ ψυχικά. Καὶ σωματικὰ μὲν λέγομεν γαστριμαργίαν, πορνείαν, μέθην, ἀσέλγειαν· ψυχικὰ δὲ μῖσος πρὸς τὸν πλησίον, φθόνος, ἔρις, κενοδοξία, ὑπερηφανία. Ταῦτα δὲ ἐνεργοῦσιν εἰς τὴν ἡμετέραν ψυχὴν, ἀπούσης ἀγάπης καὶ ἐγκρατείας· παρούσης δὲ ἀγάπης καὶ ἐγκρατείας, ταῦτα πάντα ἐξαφανίζονται, τὰ μὲν ὑπὸ ἀγάπης πνευματικῆς, τὰ δὲ ὑπὸ νηστείας καὶ ἐγκρατείας.
Τότε γὰρ ὁ νοῦς καὶ τὸ οἰκεῖον φῶς ἀπολαμβάνει καὶ τὸν Θεὸν ἀπαρεμποδίστως ὁρᾷ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.