Ἔργον
Μέγας Αθανάσιος – Σύνταγμα πρὸς πολιτικόν τινα
Θεία πρόνοια και ανθρώπινο αυτεξούσιο
Εξέταση των τρόπων εκδήλωσης της πρόνοιας του Θεού και ανάλυση της δωρεάς του αυτεξουσίου σε σχέση με την παράχρηση των κτιστών από τον άνθρωπο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θεία πρόνοια και ανθρώπινο αυτεξούσιο
Εξέταση των τρόπων εκδήλωσης της πρόνοιας του Θεού και ανάλυση της δωρεάς του αυτεξουσίου σε σχέση με την παράχρηση των κτιστών από τον άνθρωπο.
Περὶ τῆς τοῦ Θεοῦ προνοίας. Πάντα ἐκ τοῦ Θεοῦ, καὶ τὰ ἀγαθὰ, καὶ τὰ λυπηρὰ καὶ τὰ ἀνάξια· ἀλλὰ τὰ μὲν εὐδοκίᾳ, τὰ δὲ οἰκονομίᾳ, τὰ δὲ παραχωρήσει. Καὶ τὰ κατ᾽ εὐδοκίαν, ὅτε κατ᾽ ἀρετὴν πολιτευώμεθα· βούλεται γὰρ ἡμᾶς ὁ Θεὸς ἀναμαρτήτους διάγειν, καὶ μετὰ τῆς εὐσεβείας, καὶ ἀρετῆς πολιτεύεσθαι. Κατ᾽ οἰκονομίαν δὲ, ὅταν σφαλλόμενοι καὶ ἁμαρτάνοντες παιδευώμεθα. Κατὰ παραχώρησιν δὲ, ὅταν παιδευόμενοι μὴ ἐπιστρέφωμεν· εὐδόκησε γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον σωθῆναι, καθὼς καὶ οἱ ἄγγελοι ἐβόων λέγοντες· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ εἰρήνη ἐπὶ γῆς ἐν ἀνθρώποις εὐδοκίας.» Οἰκονομικῶς δὲ πάλιν παιδεύει ἡμᾶς ἁμαρτάνοντας, «ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν,» ὥς φησιν ὁ Ἀπόστολος· «Κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα.
Οὐκ ἔστι κακία ἐν πόλει, ἣν ὁ Κύριος οὐκ ἐποίησε·» τουτέστι λοιμοὺς, λιμοὺς, νόσους, καὶ σφαγὰς πολέμων. Ταῦτα γὰρ πάντα τῆς ἁμαρτίας ἐστὶν ἀναιρετικά. Παραχωρεῖ δὲ καὶ τελείως ἐγκαταλιμπάνει τοὺς μὴ θέλοντας ἢ ἀναμαρτήτως διάγειν, ἢ παιδευομένους μὴ ἐπιστρέφειν, ἀλλ᾽ ἔτι τῇ κακίᾳ ἐμμένειν, καθὼς γέγραπται, ὅτι «Τετύφλωκεν ὁ Θεὸς αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν·» καί· «Παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα·» τουτέστιν, εἴασε διὰ τὸ αὐτεξούσιον· καί «Σκληρύνων σκληρυνῶ τὴν καρδίαν Φαραώ·» τουτέστι, παραχωρήσω σκληρυνθῆναι διὰ τὴν ἀπάθειαν αὐτοῦ.
Περὶ τῆς αὐτεξουσιότητος ἡμῶν. Ὁ Θεὸς τὸν ἄνθρωπον αὐτεξούσιον ἔπλασε, λόγῳ καὶ σοφίᾳ τιμηθέντα, πρὸ ὀφθαλμῶν αὐτοῦ θεὶς τὴν ζωὴν καὶ τὸν θάνατον· ἵνα, εἰ μὲν θελήσει τῇ αὐτεξουσιότητι τῆς ζωῆς παραθήσῃ, ζήσῃ εἰς τὸν αἰῶνα· εἰ δὲ ἀπὸ κακῆς προαιρέσεως παραθήσει τὴν ὁδὸν τοῦ θανάτου, αἰωνίως κολάζηται. Τὰ γὰρ τῆς φύσεως ἀμετάβλητα οὔτε τιμωριῶν οὔτε τιμῆς ἄξια. Οὐδεὶς γὰρ ἐνεκλήθη ποτὲ τὸ εἶναι λευκὸς, ἢ μέλας, ἢ τὸ εἶναι μακρὸς, ἢ μικρός· οὐ γὰρ τῆς ἡμετέρας εἰσὶ προαιρέσεως. Τῶν γὰρ τῆς προαιρέσεως καὶ αἱ κολάσεις εἰσὶ καὶ αἱ τιμαί. Ἀμφοτέρων οὖν χρεία, καὶ τῆς ἡμετέρας βουλῆς καὶ θελήσεως, καὶ τῆς τοῦ Θεοῦ συνεργείας καὶ ἀντιλήψεως· ἑτέρου γὰρ λείποντος, ἀργεῖ καὶ τὸ ἕτερον. Προέγνω γὰρ ὁ Θεὸς, καὶ προώρισε, καὶ ἐκάλεσεν, ἀλλὰ τοὺς κατὰ πρόθεσιν κλητοὺς ὄντας, καθώς φησιν ὁ Ἀπόστολος, τουτέστι κατὰ θέλησιν καὶ βούλησιν· τοὺς γὰρ μὴ βουληθέντας εἴασε τῷ αὐτῶν πορεύεσθαι θελήματι.
Οὐ γὰρ βιάζεται, οὐδὲ λυμαίνεται τὸ αὐτεξούσιον ἡμῶν· τῆς γὰρ ἐπ᾽ ἄμφω ῥοπῆς, πρὸς ἀρετήν φημι καὶ κακίαν, τὸ αὐτεξούσιον ἐλάβομεν. Οὐδὲν τῶν παρὰ τοῦ Θεοῦ δοθέντων ἡμῖν εἰς χρῆσιν, κακόν· πάντα γὰρ ὅσα ἐκ τοῦ Θεοῦ καλὰ, καὶ λίαν καλά· ἡ παράχρησις μόνον κακόν· τοῦ γὰρ ἡμετέρου ἐστὶν αὐτεξουσίου.
Διὸ οὐ τὰ βρώματα κακὸν, ἀλλ᾽ ἡ γαστριμαργία· οὐδὲ παιδοποιία, ἀλλ᾽ ἡ πορνεία· οὐδὲ μετάληψις τοῦ οἴνου, ἀλλ᾽ ἡ μέθη· οὐδὲ τὰ χρήματα, ἀλλ᾽ ἡ φιλαργυρία· οὐδὲ ἡ δόξα, ἀλλὰ ἡ κενοδοξία. Χρὴ οὖν πάντα ποιεῖν, ὥστε τὴν παράχρησιν φεύγειν, καὶ χρήσασθαι τοῖς παρὰ Θεοῦ δοθεῖσι δικαίως· οὕτω γὰρ ποιοῦντες, καὶ τῆς κακίας ἀνώτεροι γενησόμεθα, καὶ τῆς ἀρετῆς ἐντὸς εὑρεθῶμεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.