Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνταγμα πρὸς πολιτικόν τινα

Μέγας Αθανάσιος

Δογματική έκθεση για την Τριάδα και την Ενανθρώπηση

Τριαδολογική διδασκαλία για την κοινή ουσία και τη διάκριση των υποστάσεων, καθώς και χριστολογική διασαφήνιση των δύο φύσεων του ενσαρκωθέντος Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 5

Συνήθεια σαφὴς καὶ σύντομος, καὶ διάγνωσις τῆς πίστεως ἡμῶν τῆς ἐν τῇ Τριάδι ἁγίᾳ. Ὀφείλομεν πιστεύειν ὡς ἐβαπτίσθημεν· ἐβαπτίσθημεν δὲ εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· εἰς μίαν οὐσίαν δηλονότι, καὶ θεότητα, καὶ μίαν βασιλείαν, καὶ ἀρχὴν, καὶ ἰσχύν· καὶ τρεῖς ὑποστάσεις, εἴτουν πρόσωπα, καὶ χαρακτῆρας, εἰ δὲ βούλει καλεῖν, καὶ ἰδιότητας. Ἄλλο γὰρ ὑποστάσεις, καὶ ἄλλο οὐσία. Οὐσίαν γὰρ καλοῦμεν τὸ κοινὸν τῶν τριῶν ὑποστάσεων· μιᾶς γὰρ φύσεως καὶ οὐσίας τὰ τρία πρόσωπα. Ὑπόστασιν δὲ καλοῦμεν φύσιν μετὰ χαρακτηριστικῶν ἰδιωμάτων· ἄλλος γὰρ ὁ Πατὴρ, καὶ ἄλλος ὁ Υἱὸς, καὶ ἄλλος τὸ Πνεῦμα τὸ ἅγιον· ὅπερ τέμνει τὰς ἰδιότητας μόνον, ἤγουν ὑποστάσεις, οὐ μὴν καὶ φύσιν. Οὐκ ἄλλο δὲ καὶ ἄλλο, ὅπερ τέμνει τὰς φύσεις· ἀλλὰ τῆς αὐτῆς φύσεως, καὶ τῆς αὐτῆς οὐσίας. Ἅμα γὰρ Πατὴρ καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα· ἀλλ᾽ ὁ μὲν Πατὴρ καὶ ἀγέννητος, ὁ δὲ Υἱὸς καὶ γέννημα τοῦ Πατρὸς, ὡς ἐξ ἡλίου φῶς, καὶ ἐκ νοῦ λόγος· τὸ δὲ Πνεῦμα ἅγιον καὶ ἐκπόρευμα τοῦ Πατρός. Ἴδιον οὖν τοῦ Πατρὸς ἡ ἀγεννησία, καὶ τὸ καλεῖσθαι Πατήρ· ἴδιον τοῦ Υἱοῦ, τὸ καλεῖσθαι Υἱὸν, καὶ γεννᾶσθαι ἐκ τοῦ Πατρός· ἴδιον οὖν τοῦ Πνεύματος τὸ καλεῖσθαι Πνεῦμα ἅγιον, καὶ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι.

Τῶν δὲ τριῶν προσώπων, εἴτουν ὑποστάσεων, μία φύσις, μία θέλησις, μία ἐνέργεια, μία ἀγαθότης, μία δύναμις, μία βούλησις.

Διὰ τοῦτο καὶ ἕνα Θεὸν ὁμολογοῦμεν. Οὐ γὰρ κεχωρισμένοι εἰσὶν ἀπ᾽ ἀλλήλων, ὥσπερ καὶ οἱ ἄνθρωποι, οὐδὲ τὰς γνώμας διάφοροι· ἀλλ᾽ ἅμα Πατὴρ, Υἱὸς, καὶ Πνεῦμα ἅγιον ἐν ἀλλήλοις ἀσυγχύτως καὶ ἀδιαιρέτως περιχωροῦσιν. Ἕκαστον δὲ πρόσωπον, ὡς εἴρηται, φυλάττει τὸ ἴδιον· τὸ μὲν τὴν πατρότητα, τὸ δὲ τὴν υἱότητα, τὸ δὲ τὴν ἐκπόρευσιν. Εἰ οὖν ἔροιτό σέ τις· Τί ἐστι Πατήρ; ἀποκρίθητι αὐτῷ· Ὅπερ ἐστὶν Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, μένων Πατήρ. Εἰ δὲ λέγοι· Τί ἐστιν Υἱός; ἀποκρίθητι· Ὅπερ ἐστὶν ὁ Πατὴρ καὶ τὸ Πνεῦμα, μένων Υἱός.

Ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου· τοῦτο γάρ ἐστιν ὃ ὁ Πατὴρ καὶ ὁ Υἱὸς, μένων Πνεῦμα. Ἡ ἰδιότης ἀκοινώνητος, καθώς φησιν ὁ μέγας ἐν θεολόγοις καὶ θεῖος Γρηγόριος. Πῶς γὰρ, φησὶν, ἰδιότης μείνῃ, κινουμένη, καὶ μεταπίπτουσα; Ἔστιν οὖν ἡ θεότης, εἰ δεῖ συντόμως εἰπεῖν, ἀμέριστος ἐν μεμερισμένοις, τὸ μὲν τῇ φύσει, τὸ δὲ ταῖς ὑποστάσεσιν· οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων, μία τοῦ φωτὸς σύγκρασις. Ὅταν τοιγαροῦν πρὸς τὴν θεότητα τὴν ἐν μιᾷ φύσει βλέψωμεν, καὶ τὴν πρώτην αἰτίαν, καὶ τὴν μοναρχίαν, ἓν ἡμῖν τὸ φανταζόμενον· ὅταν δὲ πρὸς τὰς ἰδιότητας καὶ τὰ πρόσωπα ἐν οἷς ἡ θεότης, τρία τὰ προσκυνούμενα. Παραδείγματα δὲ προσκείσθω ἀμυδράν τινα εἰκόνα δηλοῦντα τοῦ τοσούτου πράγματος, τῆς θείας φημὶ φύσεως, κατὰ τὸν Θεόλογον Γρηγόριον· ὀφθαλμοῦ νόει μοι βλέψιν, καὶ ἀρχὴν ὕδατος, καὶ πηγὴν, καὶ ποταμόν· ταῦτα γὰρ οὔτε χρόνῳ διέστηκεν, οὔτε ἀλλήλων ἀπέῤῥηκται τῇ πρὸς ἄλληλα συναφείᾳ, κἂν δοκῇ ταῖς ἰδιότησι τέμνεσθαι· ἐνθυμοῦ καὶ ἥλιον, καὶ φῶς, καὶ ἀκτῖνα· νοῦν, καὶ λόγον, καὶ πνεῦμα τῷ λόγῳ συνεξιόν.

Πλὴν κατὰ τὸν εἰπόντα· Πίστις ἡγείσθω, καὶ μὴ ἀπόδειξις, καὶ χρὴ πάντα ἄνθρωπον διὰ καθαρᾶς καὶ θεολαμποῦς πράξεως, ὁδηγῷ τῷ Πνεύματι χρώμενον, ἵνα φωτὶ καταλαμβάνηται φῶς, πιστεύειν τε εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τὴν μίαν θεότητά τε καὶ δύναμιν ἐν τρισὶ γνωριζομένην καὶ προσκυνουμένην ταῖς ὑποστάσεσιν.

Ὅπως δεῖ πιστεύειν περὶ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως. Ὅτι αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ὁ ἀπερίγραπτος, ὁ ἀσώματος, ὁ μονογενὴς τοῦ Πατρὸς Υἱὸς, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς, καὶ τῆς ἀθανασίας, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως, τῇ βουλήσει τοῦ προανάρχου καὶ συναϊδίου αὐτοῦ Πατρὸς, καὶ τῇ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος, ἐκ τῶν παρθενικῶν αἱμάτων τῆς Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, ἐν τῇ οἰκείᾳ αὐτοῦ ὑποστάσει ἔπηξεν ἑαυτῷ σάρκα ἐμψυχωμένην, καὶ λογικὴν, καὶ ταύτην τῷ ἐννεαμηνιαίῳ χρόνῳ διεπλασμένην ἐξ αὐτῆς· ἐγεννήθη Θεὸς ἀνθρωπόμορφος, τουτέστι Θεὸς καὶ ἄνθρωπος ἐν μιᾷ ὑποστάσει δύο φύσεις ἐπιφερόμενος, ἀδιαιρέτως, καὶ ἀσυγχύτως, καὶ δύο θελήσεις, καὶ ἐνεργείας, θεϊκὰς ὁμοῦ καὶ ἀνθρωπικάς· ἤθελε γὰρ ὡς Θεὸς καὶ ἐνήργει, καὶ ἤθελεν ὡς ἄνθρωπος καὶ ἐνήργει· ἀλλὰ φυσικὴν θέλησιν, καὶ ἐνέργειαν, οὐ μὴ ἁμαρτητικήν. Ἀναμαρτήτως γὰρ προσελήφθη ἡ φύσις ἡ ἀνθρωπική· καὶ ἐξ αὐτῆς τῆς ἑνώσεως τῷ θελήματι ἡνώθησαν. Ὅπερ ἐβούλετο τὸ θεῖον θέλημα, τοῦτο καὶ τὸ τῆς προσλήψεως. Ἀλλὰ θέλημα λέγομεν καὶ ἐνέργειαν τὰ φυσικά· οἷον, ἤθελε φαγεῖν, ἤθελε πιεῖν, ἤθελε περιπατῆσαι· καὶ ταῦτα ἐνήργει, καὶ ἤθελεν.

Ἀλλὰ ταῦτα ἐποίει τῆς θείας φύσεως παραχωρούσης, οὐ μὴν κατηναγκασμένως, ὥσπερ ἡμεῖς· ἀλλὰ καὶ τὸ κοπιᾷν, καὶ τὸ ἀγωνιᾷν, καὶ τὸ αἰτεῖν τὸν Πατέρα παρελθεῖν τὸ ποτήριον, καὶ τοῦτο τοῦ φυσικοῦ θελήματος. Ἀλλὰ καὶ μετὰ τὴν ἀνάστασιν καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν δύο φύσεις ὁμολογοῦμεν ἐπὶ Χριστοῦ, θελητικὰς, καὶ ἐνεργητικάς. Ὅπου γὰρ φύσις λογικὴ, ἐκεῖ καὶ θέλησις καὶ ἐνέργεια. Φυσικὰς δὲ δύο θελήσεις, γνώμην δὲ μίαν· οἰκονομούσης γὰρ τῆς θεότητος, ἑπομένης δὲ τῆς ἀνθρωπότητος, καὶ παραχωρούσης αὐτῇ ἐνεργεῖν τὰ ἀμφότερα.