Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνταγμα πρὸς πολιτικόν τινα

Μέγας Αθανάσιος

Ηθική διάκριση εντολών και πραγμάτων

Διάκριση των αρετών από τις θείες εντολές και αξιολόγηση της φύσης των πραγμάτων με κριτήριο την ανθρώπινη προαίρεση και χρήση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 5

Περὶ διαφορᾶς ἀρετῶν. Ἐλάβομεν ἐντολὰς παρὰ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, τὰς ἀπεντεῦθεν θεουργούσας, καὶ ποιούσας ἡμᾶς ἀναμαρτήτους διάγειν, καὶ ὡς ἀγγέλους ἀναστρέφεσθαι μετὰ τῶν ἀνθρώπων· οἷον τὴν μετάνοιαν, τὴν ταπεινοφροσύνην καὶ τὸ διηνεκὲς πένθος, τὴν πρὸς αὐτὸν ἀγάπην τὴν ἐξ ὅλης καρδίας ἐγγινομένην, καὶ τὴν πρὸς τὸν πλησίον διάθεσιν, τὴν καθαρὰν προσευχὴν, καὶ τὴν ἑαυτῶν ἀπάρνησιν, καὶ τὸ δι᾽ ὅλου πρὸ ὀφθαλμῶν ἔχειν τὸν ὑπὲρ αὐτοῦ θάνατον, καὶ ἐν τῷ φωτὶ αὐτοῦ ἀδιαλείπτως πορεύεσθαι, καὶ τὸ ἔχειν ἑαυτὸν ὑπὸ πάσης κτίσεως, καὶ δέεσθαι αὐτοῦ διηνεκῶς.

Ταύτας γὰρ τὰς θείας ἐντολὰς ὁ μετὰ πίστεως ἐργαζόμενος, Θεοῦ υἱὸς γίνεται, καὶ υἱὸς φωτὸς καὶ κληρονόμος Θεοῦ, καὶ συγκληρονόμος Χριστοῦ, καὶ σύμμορφος τῆς εἰκόνος αὐτοῦ καὶ σύμφυτος, καὶ συντόμως καὶ ἁπλῶς εἰπεῖν, θέσει κατὰ χάριν Θεός. Εἰσὶ δὲ ἕτεραι ἐντολαὶ τοῦ Χριστοῦ, αἱ ἄφεσιν μὲν προξενοῦσαι, οὐ μὴν δὲ καὶ τελειότητος ἀξιοῦσαι· οἷον τὸ ὁμολογεῖν καὶ ἐξαγορεύειν τὰ οἰκεῖα ἁμαρτήματα, τὸ μὴ κρίνειν, τὸ μὴ πολυπραγμονεῖν τὰ ἀλλότρια, τὸ ἐλεεῖν ἐκ τῶν ὑπαρχόντων, τὸ φέρειν γενναίως καὶ μετ᾽ εὐχαριστίας τὰ ἐπερχόμενα λυπηρὰ, τὸ ὁμολογεῖν δωρεὰν καὶ χάριτι σώζεσθαι. Εἰ μὲν οὖν τὰς πρώτας καὶ θεουργούσας ἐντολάς τις ἐργάζεται, ἀπεντεῦθεν λαμβάνει τὸν ἀῤῥαβῶνα τοῦ ἁγίου Πνεύματος· εἰ δὲ μὴ, κἂν τὰς δευτέρας μετ᾽ ἐπιμελείας ἐργαζέσθω, ὅπως τύχῃ τῆς τῶν πλημμεληθέντων αὐτῷ συγχωρήσεως.

Εἰ δ᾽ ἀμφοτέρων ἐκπέσῃ, ἀχρεῖος οὗτος ἀνὴρ, καὶ ἄθλιος, καὶ ταλαίπωρος· καὶ προσδοκάτω τὴν ἀποκειμένην κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

Διάκρισις τῆς τῶν πραγμάτων φύσεως Τῶν πραγμάτων τὰ μέν εἰσι κυρίως καλὰ, τὰ δὲ κυρίως κακὰ, τὰ δὲ μέσα· καὶ κυρίως μὲν καλὰ, φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη· κυρίως δὲ κακὰ, ἀφροσύνη, δειλία, ἀκολασία, ἀδικία· μέσα δὲ, πλοῦτος, πενία, δόξα, ἀδοξία, ὑγίεια, νόσος, πολυμαθία, ἀμαθία. Μέσα δὲ λέγονται διὰ τὸ καθ᾽ ἑαυτὰ μήτε κυρίως καλὰ εἶναι, μήτε κυρίως κακά· ἀλλὰ παρὰ τῇ χρήσει τῶν χρωμένων ἢ τοῦτο ἢ ἐκεῖνο γινόμενα· οἷον ὁ πλοῦτος καλὸς μὲν εἰς ἐλεημοσύνην διδόμενος, κακὸς δὲ πρὸς ἡδονὰς δαπανώμενος. Ὡσαύτως καὶ ἡ πενία καλὴ μὲν καρτερίαν, καὶ εὐχαριστίαν, καὶ ἐλευθερίαν ἡμᾶς διδάσκουσα· κακὴ δὲ βλασφημίαν, καὶ ἀνελευθερίαν ἐκ τοῦ μὴ καρτερεῖν ἡμᾶς ἀποτίκτουσα. Καλὴ δὲ καὶ ἡ δόξα, ὅταν ταπεινοφροσύνην ἡμᾶς ἐκδιδάσκῃ, καὶ τῆς μελλούσης δόξης ἔφεσιν· κακὴ δὲ, ὅταν δουλοπρέπειαν, καὶ διὰ φόβον ἀνθρώπινον πάντα ποιεῖν ἀναπείθῃ. Ὡσαύτως καλὴ μὲν καὶ ὑγίεια, ὅταν εἰς εὐαρέστησιν τοῦ Θεοῦ καὶ ἐργασίαν τῶν αὐτοῦ ἐντολῶν χρώμεθα· κακὴ δὲ, ὅταν πρὸς ἀκολασίαν καὶ ἀδικίαν. Ὁμοίως καὶ ἡ νόσος, ὅταν εὐχαριστῶμεν καὶ συνεργῷ ταύτῃ χρώμεθα, καλή· κακὴ δὲ, ὅταν πρὸς ἀχαριστίαν, καὶ βλασφημίαν, καὶ ὀργὴν ἡμᾶς συνελαύνῃ. Καλὴ καὶ ἡ πολυμαθία, ὅταν πρὸς διδασκαλίαν καὶ βοήθειαν τοῖς ἀδικουμένοις ταύτῃ χρώμεθα· κακὴ δὲ, ὅταν πρὸς κενοδοξίαν, καὶ συνηγορίαν τῆς ἀδικίας.

Καλὴ καὶ ἀμαθία, ὅταν παρασκευάζῃ ἡμᾶς ὑποτάσσεσθαι τοῖς εἰδόσι, καὶ παρ᾽ αὐτῶν πορίζεσθαι τὴν ὠφέλειαν· κακὴ δὲ, ὅταν πείθῃ ἡμᾶς τῇ οἰκείᾳ στοιχεῖν ἀμαθίᾳ, καὶ μὴ τοῖς κρείττοσιν ἕπεσθαι. Ὡσαύτως καὶ τὰ λοιπὰ πάντα, οἷον εὐγένεια καὶ δυσγένεια, εὐμορφία καὶ ἀμορφία, καλλιφωνία καὶ κακοφωνία, ἰσχὺς καὶ ἀδυναμία, ταχύτης καὶ βραδύτης, τέχνη καὶ ἀτεχνία, καὶ πρὸς διακονίας ἐπιτηδειότης καὶ ἀνεπιτηδειότης. Ταῦτα πάντα, ὡς εἴρηται, τῶν μέσων εἰσί· καὶ ὁ καλῶς τούτοις χρώμενος οὐδὲν παρὰ τούτων βλαβήσεται, ὡς ὁ μακάριος Ἰώβ. Εἰς ἀμφότερα γὰρ ἐξετασθεὶς, εὐδόκιμος ἀνεφάνη καὶ ἀκαταγώνιστος, καὶ διὰ πάντα εὐηρέστησε τῷ Θεῷ. Ὥστε οὐ δεῖ τὰ πράγματα αἰτιᾶσθαι· οὐδὲν γὰρ τῶν παρὰ Θεοῦ δοθέντων κακὸν, ἀλλὰ παρὰ τὴν ἐσφαλμένην ἡμῶν καὶ ἐθελόδουλον προαίρεσιν, καὶ τὴν ἐθελοβλέπουσαν περὶ ταῦτα τῆς ψυχῆς ἡμῶν διάκρισιν, ἥτις αὐτεξουσίως πρὸς τὴν παράχρησιν τούτων ἐξολισθαίνει ἐξ οἰκείας φιληδονίας, καὶ τῆς τοῦ Θεοῦ καὶ τῆς αὐτοῦ βασιλείας κακαφρονῶν.