Ἀλλὰ καὶ τὸ περὶ τῆς κατὰ σάρκα οἰκονομίας τοῦ Σωτῆρος, ἐπειδὴ καὶ περὶ τούτου ἐδόκουν φιλονεικεῖν τινες πρὸς ἀλλήλους, ἀνεκρίναμεν καὶ τούτους κἀκείνους, καὶ ἅπερ ὡμολόγουν οὗτοι, συνετίθεντο κἀκεῖνοι, ὅτι οὐχ ὡς εἰς τοὺς προφήτας «ἐγένετο ὁ Λόγος Κυρίου,» οὕτω καὶ εἰς ἅγιον ἄνθρωπον ἐνεδήμησεν ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἀλλ᾽ αὐτὸς ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἔλαβε δούλου μορφὴν, ἔκ τε τῆς Μαρίας τὸ κατὰ σάρκα γεγένηται ἄνθρωπος δι᾽ ἡμᾶς, καὶ οὕτω τελείως καὶ ὁλοκλήρως τὸ ἀνθρώπινον γένος ἐλευθερούμενον ἀπὸ τῆς ἁμαρτίας ἐν αὐτῷ, καὶ ζωοποιούμενον ἐκ τῶν νεκρῶν, εἰσάγεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὡμολόγουν γὰρ καὶ τοῦτο, ὅτι οὐ σῶμα ἄψυχον, οὐδ᾽ ἀναίσθητον, οὐδ᾽ ἀνόητον εἶχεν ὁ Σωτήρ. Οὐδὲ γὰρ οἷόν τε ἦν, τοῦ Κυρίου δι᾽ ἡμᾶς ἀνθρώπου γενομένου, ἀνόητον εἶναι τὸ σῶμα αὐτοῦ, οὐδὲ σώματος μόνου, ἀλλὰ καὶ ψυχῆς ἐν αὐτῷ τῷ Λόγῳ σωτηρία γέγονεν· Υἱός τε ὢν ἀληθῶς τοῦ Θεοῦ, γέγονε καὶ υἱὸς ἀνθρώπου· καὶ μονογενὴς ὢν Υἱὸς τοῦ Θεοῦ, γέγονεν ὁ αὐτὸς καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. Διὸ οὔθ᾽ ἕτερος μὲν ἦν ὁ πρὸ τοῦ Ἀβραὰμ Υἱὸς τοῦ Θεοῦ, ἕτερος δὲ ὁ μετὰ Ἀβραάμ· οὐδ᾽ ἕτερος μὲν ἦν ὁ τὸν Λάζαρον ἐγείρας, ἕτερος δὲ ὁ πυνθανόμενος περὶ αὐτοῦ· ἀλλ᾽ ὁ αὐτὸς ἦν ἀνθρωπίνως μὲν λέγων, «Ποῦ Λάζαρος κεῖται;»