Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Τόμος πρὸς Ἀντιοχεῖς

Μέγας Αθανάσιος

Προτροπές προς ειρήνευση και σύσταση εκκλησιαστικής κοινωνίας

Πρακτικές οδηγίες για την αποδοχή των ορθοδόξως φρονούντων, την αποφυγή των διχονοιών και την κοινή ανάγνωση της επιστολής προς επίτευξη ενότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Ἐξ ὧν καὶ πάντα τὰ ἐν τῷ Εὐαγγελίῳ οὕτω νοοῦντες, τὸ αὐτὸ φρονεῖν περὶ τῆς σαρκώσεως καὶ ἐνανθρωπήσεως τοῦ Λόγου διεβεβαιώσαντο. Τούτων τοίνυν οὕτως ὁμολογηθέντων, παρακαλοῦμεν ὑμᾶς τοὺς μὲν οὕτως ὁμολογοῦντας καὶ ἑρμηνεύοντας οὕτω τὰς λέξεις, ἃς λέγουσι, μὴ κατακρίνετε προπετῶς, μηδὲ ἀποβάλλετε, ἀλλὰ μᾶλλον εἰρηνεύοντας καὶ ἀπολογουμένους προσλαμβάνεσθε· τοὺς δὲ μὴ βουλομένους οὕτως ὁμολογεῖν καὶ διερμηνεύειν τὰς λέξεις, τούτους κωλύετε καὶ ἐντρέπετε, ὡς ὑπόπτους τῷ φρονήματι. Τούτων τε μὴ ἀνεχόμενοι συμβουλεύετε κἀκείνοις τοῖς ὀρθῶς ἑρμηνεύουσί τε καὶ φρονοῦσι μηδὲν πλέον ἀλλήλους ἀνακρίνειν μηδὲ λογομαχεῖν ἐπ᾽ οὐδὲν χρήσιμον, μήτε ταῖς τοιαύταις λέξεσι διαμάχεσθαι, ἀλλὰ τῷ φρονήματι τῆς εὐσεβείας συμφωνεῖν. Οἱ γὰρ μὴ οὕτω διανοούμενοι, ἀλλὰ μόνον ἐπὶ τοῖς τοιούτοις λεξειδίοις φιλονεικοῦντες, καὶ παρὰ τὰ ἐν Νικαίᾳ γραφέντα ζητοῦντες, οὐδὲν ἕτερον ποιοῦσιν, ἢ «ποτίζουσιν ἀνατροπὴν θολερὰν τὸν πλησίον,» ὡς φθονοῦντες τὴν εἰρήνην καὶ ἀγαπῶντες τὰ σχίσματα.

Ἀλλ᾽ ὑμεῖς, ὡς ἀγαθοὶ ἄνθρωποι καὶ πιστοὶ δοῦλοι, καὶ οἰκονόμοι τοῦ Κυρίου, τὰ μὲν σκανδαλίζοντα καὶ ξενίζοντα παύετε καὶ κωλύετε, πάντων δὲ μᾶλλον προκρίνετε τὴν τοιαύτην εἰρήνην, οὔσης ὑγιαινούσης πίστεως· ἴσως ὁ Κύριος ἐλεήσει ἡμᾶς, καὶ συνάψει τὰ διῃρημένα, καὶ γενομένης μιᾶς ποίμνης, πάλιν πάντες ἕνα ἔχομεν καθηγεμόνα, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

Ταῦτα ἡμεῖς μὲν, εἰ καὶ μηδὲν πλέον ἔδει ζητεῖν τῆς ἐν Νικαίᾳ συνόδου, μηδὲ ἀνέχεσθαι τῶν ἐκ φιλονεικίας ῥημάτων, ἀλλά γε διὰ τὴν εἰρήνην, καὶ ἕνεκα τοῦ μὴ ἀποβάλλειν τοὺς ὀρθῶς πιστεύειν ἐθέλοντας, ἀνεκρίναμεν, καὶ ἅπερ ὡμολόγησαν, συντόμως ὑπηγορεύσαμεν, οἱ περιλειφθέντες ἐν τῇ Ἀλεξανδρείᾳ, κοινῇ μετὰ τῶν συλλειτουργῶν ἡμῶν Ἀστερίου καὶ Εὐσεβίου· οἱ γὰρ πλεῖστοι ἐξ ἡμῶν ἀπεδήμησαν εἰς τὰς παροικίας ἑαυτῶν. Ὑμεῖς δὲ πάλιν κοινῇ ἔνθα καὶ εἰώθατε συνάγεσθαι, ἀνάγνωτε ταῦτα, κἀκεῖ πάντας προσκαλέσασθαι καταξιώσατε.

Δίκαιον γὰρ ἐκεῖ πρῶτον τὴν ἐπιστολὴν ἀναγνωσθῆναι, κἀκεῖ τοὺς βουλομένους καὶ ἀντιποιουμένους τῆς εἰρήνης συνάπτεσθαι· καὶ λοιπὸν συναφθέντων αὐτῶν, ἔνθα ἂν ἀρέσῃ πᾶσι τοῖς λαοῖς, παρούσης τῆς ὑμετέρας χρηστότητος, ἐκεῖ τὰς συνάξεις ἐπιτελεῖσθαι, καὶ τὸν Κύριον κοινῇ παρὰ πάντων δοξάζεσθαι.