Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Τόμος πρὸς Ἀντιοχεῖς

Μέγας Αθανάσιος

Επίλογος, χαιρετισμοί και συνοδευτικές υπογραφές

Καταγραφή των επισκόπων και κληρικών που αποστέλλουν την επιστολή, επισύναψη των προσωπικών θεολογικών ομολογιών πίστεως και τελικοί χαιρετισμοί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 4

Προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Ἐῤῥῶσθαι ὑμᾶς, καὶ μνημονεύειν ἡμῶν τῷ Κυρίῳ εὔχομαι, Ἐγώ τε Ἀθανάσιος· ὁμοίως τε οἱ ἄλλοι ἐπίσκοποι οἱ συνελθόντες ὑπέγραψαν· καὶ οἱ ἀποσταλέντες δὲ παρὰ μὲν Λουκίφερος τοῦ ἐπισκόπου Σαρδίας νήσου, διάκονοι δύο, Ἑρέννιος, καὶ Ἀγαπητός· παρὰ δὲ Παυλίνου Μάξιμος καὶ Καλήμερος, καὶ αὐτοὶ διάκονοι. Παρῆσαν δὲ καί τινες Ἀπολλιναρίου τοῦ ἐπισκόπου μονάζοντες, παρ᾽ αὐτοῦ εἰς τοῦτο πεμφθέντες.

Ἔστι δὲ ἕκαστος τῶν προκειμένων ἐπισκόπων, πρὸς οὓς ἡ ἐπιστολὴ ἐγράφη, Εὐσέβιος πόλεως Βιργίλλων τῆς Γαλλίας, Λουκίφερ τῆς Σαρδίας νήσου, Ἀστέριος Πετρῶν τῆς Ἀραβίας, Κυμάτιος Παλτοῦ Κοίλης Συρίας, Ἀνατόλιος Εὐβοίας.

Οἱ δὲ ἐπιστείλαντες ὅ τε πάπας Ἀθανάσιος, καὶ οἱ παρατυχόντες σὺν αὐτῷ ἐν Ἀλεξανδρείᾳ, αὐτός τε Εὐσέβιος καὶ Ἀστέριος· καὶ οἱ λοιποὶ Γάϊος Παρατονίου τῆς ἔγγιστα Λιβύης, Ἀγαθὸς Φραγώνεως καὶ μέρους Ἐλεαρχίας τῆς Αἰγύπτου· Ἀμμώνιος Παχνεμούνεως καὶ τοῦ λοιποῦ μέρους τῆς Ἐλεαρχίας, Ἀγαθοδαίμων Σχεδίας καὶ Μενελαΐτου· Δρακόντιος Ἑρμουπόλεως μικρᾶς, Ἀδέλφιος Ὀνούφεως τῆς Λύχνων, Ἑρμίων Τάνεως, Μάρκος Ζύγρων τῆς ἔγγιστα Λιβύης, Θεόδωρος Ἀθρίβεως, Ἀνδρέας Ἀρσενοΐτου, Παφνούτιος Σάεως, Μάρκος Φίλων, Ζώϊλος Ἄνδρω, Μῆνας Ἀντίφρων.

Τούτοις καὶ Εὐσέβιος ὑπέγραψε Ῥωμαϊστὶ, ὧν ἡ ἑρμηνεία· Ἐγὼ Εὐσέβιος ἐπίσκοπος κατὰ τὴν ἀκρίβειαν ὑμῶν τὴν παρ᾽ ἑκατέρων τῶν μερῶν ὁμολογηθεῖσαν ἀλλήλοις συντιθεμένων περὶ τῶν ὑποστάσεων, καὶ αὐτὸς συγκατεθέμην· οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς σαρκώσεως τοῦ Σωτῆρος ἡμῶν, ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ ἄνθρωπος γέγονεν, ἀναλαβὼν πάντα ἄνευ ἁμαρτίας, οἷος ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνέστηκε, κατὰ τὸ τῆς ἐπιστολῆς ὕφος ἐπιστωσάμην. Καὶ ἐπειδὴ ἔξωθεν λέγεται τὸ τῆς Σαρδικῆς πιττάκιον ἕνεκεν τοῦ μὴ παρὰ τὴν ἐν Νικαίᾳ πίστιν δοκεῖν ἐκτίθεσθαι, καὶ ἐγὼ συγκατατίθεμαι, ἵνα μὴ ἡ ἐν Νικαίᾳ πίστις διὰ τούτου ἐκκλείεσθαι δόξῃ, μήτε εἶναι προκομιστέον. Ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι.

Ἐγὼ Ἀστέριος συνευδοκῶ τοῖς προγεγραμμένοις, καὶ ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι. Καὶ μετὰ τὸ ἀποσταλῆναι ἀπὸ Ἀλεξανδρείας τὸν τόμον τοῦτον, οὕτω παρὰ τῶν προειρημένων ὑπογεγραμμένον, μετὰ ταῦτα καὶ αὐτοὶ ὑπέγραψαν· Ἐγὼ Παυλῖνος οὕτω φρονῶ, καθὼς παρέλαβον παρὰ τῶν Πατέρων, Ὄντα καὶ ὑφεστῶτα Πατέρα τέλειον καὶ ὑφεστῶτα Υἱὸν τέλειον, καὶ ὑφεστηκὸς τὸ Πνεῦμα τὸ ἅγιον τέλειον. Διὸ καὶ ἀποδέχομαι τὴν προγεγραμμένην ἑρμηνείαν περὶ τῶν τριῶν ὑποστάσεων, καὶ τῆς μιᾶς ὑποστάσεως, ἤτοι οὐσίας, καὶ τοὺς φρονοῦντας οὕτως. Εὐσεβὲς γάρ ἐστι φρονεῖν καὶ ὁμολογεῖν τὴν ἁγίαν Τριάδα ἐν μιᾷ θεότητι.

Καὶ περὶ τῆς ἐνανθρωπήσεως δὲ τῆς δι᾽ ἡμᾶς γενομένης τοῦ Λόγου τοῦ Πατρὸς οὕτω φρονῶ, καθὼς γέγραπται, ὅτι, κατὰ τὸν Ἰωάννην, ὁ Λόγος σὰρξ ἐγένετο· οὐ κατὰ τοὺς ἀσεβεστάτους τοὺς λέγοντας μεταβολὴν αὐτὸν πεπονθέναι, ἀλλ᾽ ὅτι ἄνθρωπος δι᾽ ἡμᾶς γέγονεν, ἐκ τῆς ἁγίας Παρθένου Μαρίας καὶ ἁγίου Πνεύματος γεννηθείς. Οὔτε γὰρ ἄψυχον, οὔτε ἀναίσθητον, οὔτε ἀνόητον σῶμα εἶχεν ὁ Σωτήρ· οὔτε γὰρ οἷόν τ᾽ ἦν, τοῦ Κυρίου ἀνθρώπου δι᾽ ἡμᾶς γενομένου, ἀνόητον εἶναι αὐτοῦ τὸ σῶμα. Ὅθεν ἀναθεματίζω τοὺς τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἀθετοῦντας, καὶ μὴ λέγοντας ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, καὶ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί. Ἀναθεματίζω δὲ τοὺς λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα δι᾽ Υἱοῦ γεγονός. Ἔτι δὲ ἀναθεματίζω Σαβελλίου καὶ Φωτεινοῦ, καὶ πᾶσαν αἵρεσιν, στοιχῶν τῇ πίστει τῇ κατὰ Νίκαιαν, καὶ πᾶσι τοῖς προγεγραμμένοις. Ἐῤῥῶσθαι ὑμᾶς εὔχομαι ἐγὼ Καρτέριος.