Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Τόμος πρὸς Ἀντιοχεῖς

Μέγας Αθανάσιος

Η πίστη της Νικαίας ως θεμέλιο της εκκλησιαστικής ενότητας

Καθορισμός της ομολογίας της Νικαίας ως της μοναδικής προϋπόθεσης για την αποδοχή των προσερχομένων και σύσταση απόρριψης κάθε νεότερου εγγράφου της συνόδου της Σαρδικής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 5

Πάντας τοίνυν τοὺς βουλομένους εἰρηνεύειν πρὸς ἡμᾶς καὶ μάλιστα τοὺς ἐν τῇ Παλαιᾷ συναγομένους καὶ τοὺς ἀπὸ τῶν Ἀρειανῶν προσκαλέσασθε πρὸς ἑαυτοὺς καὶ ὡς μὲν πατέρες υἱοὺς προσλάβεσθε, ὡς δὲ διδάσκαλοι καὶ κηδεμόνες ἀποδέξασθε καὶ συνάψαντες αὐτοὺς τοῖς ἀγαπητοῖς ἡμῶν τοῖς περὶ Παυλῖνον μηδὲν πλέον ἀπαιτήσητε παρ’ αὐτῶν ἢ ἀναθεματίζειν μὲν τὴν Ἀρειανὴν αἵρεσιν, ὁμολογεῖν δὲ τὴν παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, ἀναθεματίζειν δὲ καὶ τοὺς λέγοντας κτίσμα εἶναι τὸ πνεῦμα τὸ ἅγιον καὶ διῃρημένον ἐκ τῆς οὐσίας τοῦ Χριστοῦ. τοῦτο γάρ ἐστιν ἀληθῶς ἀποπηδᾶν ἀπὸ τῆς μυσαρᾶς αἱρέσεως τῶν Ἀρειανῶν τὸ μὴ διαιρεῖν τὴν ἁγίαν τριάδα καὶ λέγειν τι ταύτης εἶναι κτίσμα. οἱ γὰρ προσποιούμενοι μὲν ὀνομάζειν τὴν ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, τολμῶντες δὲ κατὰ τοῦ ἁγίου πνεύματος δυσφημεῖν οὐδὲν πλέον ποιοῦσιν ἢ τὴν ἀρειανὴν αἵρεσιν τοῖς μὲν ῥήμασιν ἀρνοῦνται, τῷ δὲ φρονήματι ταύτην κατέχουσιν. ἀναθεματιζέσθω δὲ παρὰ πάντων ἡ Σαβελλίου καὶ Παύλου τοῦ Σαμοσατέως ἀσέβεια καὶ Οὐαλεντίνου καὶ Βασιλείδου ἡ μανία καὶ τῶν Μανιχαίων ἡ παραφροσύνη· τούτων γὰρ οὕτω γινομένων πᾶσα παρὰ πάντων ὑποψία φαύλη περιαιρεθήσεται καὶ μόνη τῆς καθολικῆς ἐκκλησίας ἡ πίστις καθαρὰ δειχθήσεται.

Ὅτι μὲν οὖν ταύτην ἔχομεν τὴν πίστιν ἡμεῖς τε καὶ οἱ ἀεὶ μεθ’ ἡμῶν τὴν κοινωνίαν ἐσχηκότες, οὐδένα οὔτε ὑμῶν οὔτε ἕτερόν τινα ἀγνοεῖν ἡγούμεθα. ἐπειδὴ δὲ συγχαίρομεν τοῖς βουλομένοις συνάπτεσθαι πᾶσι μέν, ἐξαιρέτως δὲ τοῖς ἐν τῇ Παλαιᾷ συναγομένοις, καὶ ἤδη τὸν κύριον ἐδοξάσαμεν, ὡς ἐπὶ πᾶσι καὶ ἐπὶ τῇ ἀγαθῇ προθέσει τούτων, παρακαλοῦμεν ὑμᾶς ἐπὶ τούτοις γίνεσθαι τούτων τὴν ὁμόνοιαν καὶ μηδὲν πλέον τούτων, καθὰ προείπομεν, μήτε τοὺς ἐν τῇ Παλαιᾷ συναγομένους ἀπαιτεῖσθαι παρ’ ὑμῶν μήτε τοὺς περὶ Παυλῖνον ἕτερόν τι μηδὲ πλέον τῶν ἐν Νικαίᾳ προβάλλεσθαι.

Καὶ τὸ θρυληθὲν γοῦν παρά τινων πιττάκιον ὡς ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ συνταχθὲν περὶ πίστεως κωλύετε κἂν ὅλως ἀναγινώσκεσθαι ἢ προφέρεσθαι· οὐδὲν γὰρ τοιοῦτον ὥρισεν ἡ σύνοδος. ἠξίωσαν μὲν γάρ τινες, ὡς ἐνδεοῦς οὔσης τῆς κατὰ Νίκαιαν συνόδου, γράψαι περὶ πίστεως καὶ ἐπεχείρησάν γε προπετῶς· ἡ δὲ ἁγία σύνοδος ἡ ἐν Σαρδικῇ συναχθεῖσα ἠγανάκτησε καὶ ὥρισε μηδὲν ἔτι περὶ πίστεως γράφεσθαι, ἀλλ’ ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθείσῃ πίστει διὰ τὸ μηδὲν αὐτῇ λείπειν, ἀλλὰ πλήρη εὐσεβείας εἶναι καὶ ὅτι μὴ δεῖ δευτέραν ἐκτίθεσθαι πίστιν, ἵνα μὴ ἡ ἐν Νικαίᾳ γραφεῖσα ὡς ἀτελὴς οὖσα νομισθῇ καὶ πρόφασις δοθῇ τοῖς ἐθέλουσι πολλάκις γράφειν καὶ ὁρίζειν περὶ πίστεως. ὅθεν κἂν τοῦτό τις ἢ ἕτερον προβάλληται, παύετε τοὺς τοιούτους καὶ μᾶλλον εἰρηνεύειν αὐτοὺς πείθετε· καὶ γὰρ οὐδὲν πλέον συνείδομεν ἐν τούτοις ἢ φιλονεικίαν μόνην.