Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Τόμος πρὸς Ἀντιοχεῖς

Μέγας Αθανάσιος

Θεολογικές διασαφηνίσεις επί της Τριαδολογίας και της Χριστολογίας

Διευθέτηση της διαφωνίας περί μίας και τριών υποστάσεων για την αποφυγή παρεξηγήσεων και διατύπωση ορθόδοξης ομολογίας για την πλήρη ανάληψη της ανθρώπινης φύσεως κατά την ενανθρώπηση του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 5

οὓς γὰρ ἐμέμφοντό τινες ὡς τρεῖς λέγοντας ὑποστάσεις διὰ τὸ ἀγράφους καὶ ὑπόπτους αὐτόθεν εἶναι τὰς λέξεις, ἠξιώσαμεν μὲν μηδὲν πλέον ἐπιζητεῖν πλὴν τῆς κατὰ Νίκαιαν ὁμολογίας, ἀνεκρίναμεν δὲ ὅμως τούτους διὰ τὴν φιλονεικίαν, μὴ ἆρα, ὡς οἱ Ἀρειομανῖται λέγουσιν, ἀπηλλοτριωμένας καὶ ἀπεξενωμένας, ἀλλοτριοουσίους τε ἀλλήλων καὶ ἑκάστην καθ’ ἑαυτὴν ὑπόστασιν διῃρημένην, ὡς ἔστι τά τε ἄλλα κτίσματα καὶ οἱ ἐξ ἀνθρώπων γεννώμενοι, ἢ ὥσπερ διαφόρους οὐσίας, ὥσπερ ἐστὶ χρυσὸς καὶ ἄργυρος καὶ χαλκός, οὕτω καὶ αὐτοὶ λέγουσιν, ἢ ὡς ἄλλοι αἱρετικοὶ τρεῖς ἀρχὰς καὶ τρεῖς θεοὺς λέγουσιν, οὕτω φρονοῦντες τρεῖς ὑποστάσεις λέγουσι καὶ διεβεβαιώσαντο μήτε λέγειν μήτε πεφρονηκέναι ποτὲ οὕτως.

ἐρωτώντων δὲ ἡμῶν αὐτούς ‹πῶς οὖν ταῦτα λέγετε ἢ διὰ τί δὲ ὅλως τοιαύταις χρῆσθε λέξεσιν› ἀπεκρίναντο ‹διὰ τὸ εἰς ἁγίαν τριάδα πιστεύειν οὐκ ὀνόματι τριάδα μόνον, ἀλλ’ ἀληθῶς οὖσαν καὶ ὑφεστῶσαν πατέρα τε ἀληθῶς ὄντα καὶ ὑφεστῶτα καὶ υἱὸν ἀληθῶς ἐνούσιον ὄντα καὶ ὑφεστῶτα καὶ πνεῦμα ἅγιον ἀληθῶς ὑφεστηκὸς καὶ ὑπάρχον, οἴδαμεν μήτε δὲ εἰρηκέναι τρεῖς θεοὺς ἢ τρεῖς ἀρχὰς μήτε ὅλως ἀνέχεσθαι τῶν τοῦτο λεγόντων ἢ φρονούντων, ἀλλ’ εἰδέναι ἁγίαν μὲν τριάδα μίαν δὲ θεότητα καὶ μίαν ἀρχὴν καὶ υἱὸν μὲν ὁμοούσιον τῷ πατρί, ὡς εἶπον οἱ πατέρες, τὸ δὲ ἅγιον πνεῦμα οὐ κτίσμα οὐδὲ ξένον, ἀλλ’ ἴδιον καὶ ἀδιαίρετον τῆς οὐσίας τοῦ υἱοῦ καὶ τοῦ πατρός.› Ἀποδεξάμενοι δὲ τούτων τὴν ἑρμηνείαν τῶν λέξεων καὶ τὴν ἀπολογίαν ἀνεκρίναμεν καὶ τοὺς αἰτιαθέντας παρὰ τούτων ὡς λέγοντας μίαν ὑπόστασιν, μὴ ἆρα, ὡς Σαβέλλιος φρονεῖ, οὕτω καὶ οὗτοι λέγουσιν ἐπὶ ἀναιρέσει τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἢ ὡς ἀνουσίου ὄντος τοῦ υἱοῦ ἢ ἀνυποστάτου τοῦ ἁγίου πνεύματος.

οἱ δὲ καὶ αὐτοὶ διεβεβαιώσαντο μήτε τοῦτο λέγειν μήτε οὕτω πεφρονηκέναι ποτέ, ἀλλ’ ‹ὑπόστασιν μὲν λέγομεν ἡγούμενοι ταὐτὸν εἶναι εἰπεῖν ὑπόστασιν καὶ οὐσίαν, μίαν δὲ φρονοῦμεν διὰ τὸ ἐκ τῆς οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱὸν καὶ διὰ τὴν ταυτότητα τῆς φύσεως· μίαν γὰρ θεότητα καὶ μίαν εἶναι τὴν ταύτης φύσιν πιστεύομεν καὶ οὐκ ἄλλην μὲν τὴν τοῦ πατρός, ξένην δὲ τούτου τὴν τοῦ υἱοῦ καὶ τὴν τοῦ ἁγίου πνεύματος.› ἀμέλει κἀκεῖ οἱ αἰτιαθέντες ὡς εἰρηκότες τρεῖς ὑποστάσεις συνετίθεντο τούτοις· καὶ αὐτοὶ δὲ οἱ εἰρηκότες μίαν οὐσίαν τὰ ἐκείνων, ὥσπερ ἡρμήνευσαν, καὶ ὡμολόγουν καὶ ἀνεθεματίζετο παρὰ ἀμφοτέρων τῶν μερῶν Ἄρειός τε ὡς χριστομάχος καὶ Σαβέλλιος καὶ Παῦλος ὁ Σαμοσατεὺς ὡς ἀσεβεῖς καὶ Οὐαλεντῖνος μὲν καὶ Βασιλείδης ὡς ἀλλότριοι τῆς ἀληθείας, Μανιχαῖος δὲ ὡς ἐφευρετὴς κακῶν· πάντες τε τῇ τοῦ θεοῦ χάριτι καὶ μετὰ τὰς τοιαύτας ἑρμηνείας ὁμῶς συντίθενται τῶν τοιούτων λέξεων βελτίονα καὶ ἀκριβεστέραν εἶναι τὴν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν πίστιν καὶ τοῦ λοιποῦ τοῖς ταύτης ἀρκεῖσθαι μᾶλλον καὶ χρᾶσθαι ῥήμασιν.

Ἀλλὰ καὶ τὸ περὶ τῆς κατὰ σάρκα οἰκονομίας τοῦ σωτῆρος, ἐπειδὴ καὶ περὶ τούτου ἐδόκουν φιλονεικεῖν τινες πρὸς ἀλλήλους, ἀνεκρίναμεν καὶ τούτους κἀκείνους καὶ ἅπερ ὡμολόγουν οὗτοι συνετίθεντο κἀκεῖνοι, ὅτι οὐχ ὡς εἰς τοὺς προφήτας «ἐγένετο ὁ λόγος κυρίου», οὕτω καὶ εἰς ἅγιον ἄνθρωπον ἐνεδήμησεν «ἐπὶ συντελείᾳ τῶν αἰώνων», ἀλλ’ αὐτὸς «ὁ λόγος σὰρξ ἐγένετο» καὶ «ἐν μορφῇ θεοῦ ὑπάρχων ἔλαβε δούλου μορφὴν» ἔκ τε τῆς Μαρίας τὸ κατὰ σάρκα γεγέννηται ἄνθρωπος δι’ ἡμᾶς καὶ οὕτω τελείως καὶ ὁλοκλήρως τὸ ἀνθρώπινον γένος ἐλευθερούμενον ἀπὸ τῆς ἁμαρτίας ἐν αὑτῷ καὶ ζωοποιούμενον ἐκ τῶν νεκρῶν εἰσάγεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ὡμολόγουν γὰρ καὶ τοῦτο, ὅτι ‹οὐ σῶμα ἄψυχον οὐδὲ ἀναίσθητον οὐδὲ ἀνόητον εἶχεν ὁ σωτήρ. οὐδὲ γὰρ οἷόν τε ἦν τοῦ κυρίου δι’ ἡμᾶς ἀνθρώπου γενομένου ἀνόητον εἶναι τὸ σῶμα αὐτοῦ οὐδὲ σώματος μόνου, ἀλλὰ καὶ ψυχῆς ἐν αὐτῷ τῷ λόγῳ σωτηρία γέγονεν· υἱός τε ὢν ἀληθῶς τοῦ θεοῦ γέγονε καὶ υἱὸς ἀνθρώπου καὶ μονογενὴς ὢν υἱὸς τοῦ θεοῦ γέγονεν ὁ αὐτὸς καὶ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς».

διὸ οὔτε ἕτερος μὲν ἦν ὁ πρὸ Ἀβραὰμ υἱὸς τοῦ θεοῦ, ἕτερος δὲ ὁ μετὰ Ἀβραάμ, οὐδὲ ἕτερος μὲν ἦν ὁ τὸν Λάζαρον ἐγείρας, ἕτερος δὲ ὁ πυνθανόμενος περὶ αὐτοῦ, ἀλλ’ ὁ αὐτὸς ἦν ἀνθρωπίνως μὲν λέγων ‹ποῦ Λάζαρος κεῖται;›, θεϊκῶς δὲ τοῦτον ἀνεγείρων· ὁ αὐτὸς δὲ ἦν σωματικῶς μὲν ὡς ἄνθρωπος πτύων, θεϊκῶς δὲ ὡς υἱὸς τοῦ θεοῦ ἀνοίγων τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γενετῆς τυφλοῦ καὶ σαρκὶ μὲν πάσχων, ὡς εἶπεν ὁ Πέτρος, θεϊκῶς δὲ ἀνοίγων τὰ μνήματα καὶ ἀνεγείρων τοὺς νεκρούς.› ἐξ ὧν καὶ πάντα τὰ ἐν τῷ εὐαγγελίῳ οὕτω νοοῦντες τὸ αὐτὸ φρονεῖν περὶ τῆς σαρκώσεως καὶ ἐνανθρωπήσεως τοῦ λόγου διεβεβαιώσαντο.