Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Θαύματα, ιάσεις και το χάρισμα της διοράσεως

Η ποιμαντική μέριμνα του Αντωνίου για τους πάσχοντες, τα σημεία διοράσεως και προοράσεως, καθώς και τα οράματα περί της πορείας της ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 10

Ταῦτα μὲν τοῖς ἀπαντῶσι παρήγγελλε· τοῖς δὲ πάσχουσι συνέπασχε καὶ συνηύχετο· πολλάκις τε καὶ ἐν πολλοῖς ὁ Κύριος ἐπήκουεν αὐτοῦ· καὶ οὔτε ἐπακουόμενος ἐκαυχᾶτο, οὔτε μὴ ἐπακουόμενος ἐγόγγυζεν· ἀλλ᾽ ἀεὶ μὲν αὐτὸς ηὐχαρίστει τῷ Κυρίῳ, τοὺς δὲ πάσχοντας παρεκάλει μακροθυμεῖν, καὶ εἰδέναι, ὅτι οὔτε αὐτοῦ, οὔθ᾽ ὅλως ἀνθρώπων ἐστὶν ἡ θεραπεία, ἀλλὰ μόνον τοῦ Θεοῦ τοῦ ποιοῦντος, ὅτε θέλει, καὶ οἷς βούλεται. Οἱ οὖν πάσχοντες ὡς θεραπείαν ἐδέχοντο καὶ τοὺς λόγους τοῦ γέροντος, μανθάνοντες καὶ αὐτοὶ μὴ ὀλιγωρεῖν, μακροθυμεῖν δὲ μᾶλλον· καὶ οἱ θεραπευόμενοι δὲ ἐδιδάσκοντο μὴ τῷ Ἀντωνίῳ εὐχαριστεῖν, ἀλλὰ τῷ Θεῷ μόνῳ.

Εἷς γοῦν Φρόντων καλούμενος, ἀπὸ Παλατίου τυγχάνων, καὶ πάθος ἔχων δεινὸν, τήν τε γὰρ γλῶτταν ἑαυτοῦ κατήσθιε, καὶ τοὺς ὀφθαλμοὺς ἔμελλε βλάπτεσθαι, εἰσελθὼν εἰς τὸ ὄρος, ἠξίου τὸν Ἀντώνιον εὔξεσθαι περὶ αὐτοῦ. Ὁ δὲ εὐξάμενος, ἔλεγε τῷ Φρόντωνι· Ἄπελθε, καὶ θεραπεύῃ. Τοῦ δὲ βιασαμένου, καὶ μείναντος ἔνδον ἡμέρας, ἐπέμενε λέγων ὁ Ἀντώνιος· Οὐ δυνήσῃ μένων ὧδε θεραπευθῆναι. Ἔξελθε, καὶ φθάσας εἰς τὴν Αἴγυπτον, ὄψει τὸ γινόμενον εἰς σὲ σημεῖον. Πιστεύσας ἐκεῖνος ἐξῆλθε· καὶ ὡς μόνον εἶδε τὴν Αἴγυπτον, πέπαυτο τοῦ πάθους, καὶ γέγονεν ὑγιὴς ὁ ἄνθρωπος κατὰ τὸν λόγον Ἀντωνίου, ὃν εὐξάμενος ἔμαθε παρὰ τοῦ Σωτῆρος.

Παρθένος δέ τις ἀπὸ Βουσίρεως τῆς Τριπόλεως πάθος εἶχε δεινὸν καὶ λίαν αἰσχρόν. Τά τε γὰρ δάκρυα αὐτῆς, καὶ αἱ μύξαι, καὶ τὰ ἐκ τῶν ὤτων ὑγρὰ πίπτοντα χαμαὶ, σκώληκες εὐθὺς ἐγίνοντο· ἦν δὲ καὶ τὸ σῶμα παραλελυμένη, καὶ τοὺς ὀφθαλμοὺς εἶχεν οὐ κατὰ φύσιν. Ταύτης οἱ γονεῖς μαθόντες ἀπερχομένους πρὸς τὸν Ἀντώνιον μοναχοὺς, πιστεύσαντες τῷ Κυρίῳ τῷ τὴν αἱμοῤῥοοῦσαν θεραπεύσαντι, ἠξίωσαν μετὰ τῆς θυγατρὸς συνοδεῦσαι τούτοις.

Τῶν δὲ ἀνασχομένων, οἱ μὲν γονεῖς μετὰ τῆς παιδὸς ἔμειναν ἔξω τοῦ ὄρους παρὰ Παφνουτίῳ τῷ ὁμολογητῇ καὶ μοναχῷ· οἱ δὲ εἰσῆλθον, καὶ μόνον ὡς ἠθέλησαν ἀπαγγεῖλαι περὶ τῆς παρθένου, ἔφθασεν αὐτοὺς αὐτὸς, καὶ διηγήσατο τό τε πάθος τῆς παιδὸς, καὶ πῶς συνώδευσεν αὐτοῖς. Εἶτα τούτων ἀξιούντων ἐπιτραπῆναι κἀκείνους εἰσελθεῖν, τοῦτο μὲν οὐκ ἐπέτρεψεν, εἶπε δέ· Ὑπάγετε, καὶ εὑρήσετε αὐτὴν, εἰ μὴ ἀπέθανε, τεθεραπευμένην. Οὐ γὰρ ἐμόν ἐστι τοῦτο κατόρθωμα, ἵνα καὶ πρὸς ἐμὲ τὸν οἰκτρὸν ἄνθρωπον ἔλθῃ· ἀλλὰ τοῦ Σωτῆρός ἐστιν ἡ θεραπεία, τοῦ ποιοῦντος ἐν παντὶ τόπῳ τὸ ἔλεος αὐτοῦ τοῖς ἐπικαλουμένοις αὐτόν. Κἀκείνῃ τοίνυν ἐπένευσεν ὁ Κύριος εὐξαμένῃ, κἀμοὶ δεδήλωκεν ἡ αὐτοῦ φιλανθρωπία, ὅτι τὸ πάθος ἐκεῖ οὔσης τῆς παιδὸς θεραπεύσει.

Γέγονε γοῦν τὸ θαῦμα, καὶ ἐξελθόντες εὗρον τοὺς γονεῖς χαίροντας, καὶ τὴν παῖδα λοιπὸν ὑγιαίνουσαν. Εἰσερχομένων δὲ δύο ἀδελφῶν τινων, καὶ λείψαντος ἐν τῇ ὁδῷ τοῦ ὕδατος, ὁ μὲν εἷς ἀπέθανεν, ὁ δὲ ἕτερος ἔμελλε· μηκέτι γοῦν ἰσχύων ὁδεύειν, ἔκειτο καὶ αὐτὸς ἐπὶ τῆς γῆς τεθνήξεσθαι προσδοκῶν. Ὁ δὲ Ἀντώνιος, καθήμενος ἐν τῷ ὄρει, φωνήσας δύο μοναχοὺς (συνέβη γὰρ ἐκεῖ τούτους εἶναι), ἤπειγε λέγων· Λάβετε κεράμιον ὕδατος, καὶ δράμετε τὴν ἐπ᾽ Αἴγυπτον ὁδόν· δύο γὰρ ἐρχομένων, ὁ μὲν εἷς ἄρτι τετελεύτηκεν, ὁ δὲ ἕτερος μέλλει, ἐὰν μὴ σπεύσητε.

Τοῦτο γὰρ εὐχομένῳ μοι νῦν πεφανέρωται. Ἐλθόντες τοίνυν οἱ μοναχοὶ, εὗρον τὸν μὲν κείμενον νεκρὸν, καὶ ἔθαψαν, τὸν δὲ ἕτερον ἀνεκτήσαντο τῷ ὕδατι, καὶ ἀπήγαγον πρὸς τὸν γέροντα· ἦν γὰρ τὸ διάστημα ἡμέρας ὁδός. Ἐὰν δὲ ζητήσῃ τις, διὰ τί μὴ πρὸ τοῦ τελευτῆσαι τὸν ἄλλον οὐκ εἴρηκεν· οὐκ ὀρθῶς ζητεῖ τοῦτο λέγων. Οὐ γὰρ ἦν Ἀντωνίου τὸ τοῦ θανάτου κρῖμα, ἀλλὰ τοῦ Θεοῦ, τοῦ καὶ περὶ ἐκείνου κρίναντος, καὶ περὶ τούτου ἀποκαλύψαντος. Μόνον δὲ Ἀντωνίου τοῦτο θαῦμα ἦν, ὅτι ἐν τῷ ὄρει καθήμενος, εἶχε τὴν μὲν καρδίαν νήφουσαν, τὸν δὲ Κύριον δεικνύοντα αὐτῷ τὰ μακράν.

Καὶ γάρ ποτε πάλιν, καθήμενος ἐν τῷ ὄρει καὶ ἀναβλέψας, εἶδεν ἐν τῷ ἀέρι ἀναγόμενόν τινα, πολλήν τε τῶν ἀπαντώντων γινομένην τὴν χαράν. Εἶτα θαυμάζων καὶ μακαρίζων τὸν τοιοῦτον χορὸν, ηὔχετο μαθεῖν, τί ἂν εἴη τοῦτο. Καὶ εὐθὺς ἦλθεν αὐτῷ φωνὴ, ταύτην εἶναι τοῦ Ἀμοῦν τὴν ψυχὴν, τοῦ ἐν τῇ Νιτρίᾳ μοναχοῦ. Ἦν δὲ οὗτος ἕως γήρως ἀσκητὴς διαμείνας. Καὶ τὸ διάστημα δὲ τὸ ἀπὸ Νιτρίας ἕως τοῦ ὄρους, ἔνθα ἦν ὁ Ἀντώνιος, ἡμερῶν ἐστι δεκατριῶν. Οἱ τοίνυν ὄντες μετὰ Ἀντωνίου, βλέποντες τὸν γέροντα θαυμάζοντα, ἠξίωσαν μαθεῖν· καὶ ἤκουσαν, ὅτι ἄρτι τετελεύτηκεν ὁ Ἀμοῦν. Ἦν γὰρ γνώριμος, διὰ τὸ πυκνότερον αὐτὸν ἐκεῖ παραγίνεσθαι, καὶ πολλὰ καὶ δι᾽ αὐτοῦ σημεῖα γεγενῆσθαι· ἐξ ὧν ἔν ἐστι τοῦτο· Ποτὲ χρείας γενομένης παρελθεῖν αὐτὸν τὸν ποταμὸν τὸν λεγόμενον Λύκον (ἦν δὲ τότε πλημμύρα τῶν ὑδάτων), ἠξίωσε τὸν σὺν αὐτῷ Θεόδωρον μακρὰν ἀπ᾽ αὐτοῦ γενέσθαι, ἵνα μὴ ἀλλήλους ἴδωσι γυμνοὺς, ἐν τῷ διανήχεσθαι τὸ ὕδωρ.

Εἶτα ἀπελθόντος τοῦ Θεοδώρου, ᾐσχύνετο πάλιν καὶ ἑαυτὸν ἰδεῖν γυμνόν. Ἕως τοίνυν ᾐσχύνετο, καὶ ἐφρόντιζεν, ἐξαίφνης ἀπηνέχθη εἰς τὸ πέραν. Ὁ οὖν Θεόδωρος, καὶ αὐτὸς ἀνὴρ εὐλαβὴς, ἐγγίσας καὶ ἑωρακὼς αὐτὸν προλαβόντα, καὶ μήθ᾽ ὅλως ὕδατι βραχέντα, ἠξίου μαθεῖν τὸν τρόπον τοῦ περάματος. Ὡς δὲ ἑώρα μὴ θέλοντα εἰπεῖν αὐτὸν, διισχυρίζετο, κατέχων αὐτοῦ τοὺς πόδας, μὴ πρότερον ἐξαφεῖναι, πρὶν ἂν μάθῃ παρ᾽ αὐτοῦ. Βλέπων τοιγαροῦν ὁ Ἀμοῦν τὸ φιλόνεικον τοῦ Θεοδώρου, μάλιστα καὶ διὰ τὸν λόγον, ὃν εἶπεν, ἀπῄτησε καὶ αὐτὸς μηδενὶ λέγειν αὐτὸν ἕως θανάτου αὐτοῦ· καὶ οὕτως ἀπήγγειλε, βεβαστάχθαι καὶ τεθεῖσθαι αὐτὸν εἰς τὸ πέραν· μήτε δὲ περιπεπατηκέναι εἰς τὸ ὕδωρ, μήθ᾽ ὅλως εἶναι τοῦτο δυνατὸν ἀνθρώποις, εἰ μὴ μόνῳ τῷ Κυρίῳ, καὶ οἷς ἂν αὐτὸς ἐπιτρέψῃ, ὡς τῷ μεγάλῳ ἀποστόλῳ Πέτρῳ πεποίηκεν.

Ὁ μὲν οὖν Θεόδωρος μετὰ θάνατον τοῦ Ἀμοῦν διηγήσατο τοῦτο· οἱ δὲ μοναχοὶ, οἷς εἶπεν ὁ Ἀντώνιος περὶ τοῦ θανάτου τοῦ Ἀμοῦν, ἐσημειώσαντο τὴν ἡμέραν· καὶ ἀνελθόντων τῶν ἀδελφῶν ἀπὸ τῆς Νιτρίας μετὰ τριάκοντα ἡμέρας, ἐπύθοντο, καὶ ἔγνωσαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τῇ ὥρᾳ κεκοιμῆσθαι τὸν Ἀμοῦν, ἐν ᾗ τὴν ψυχὴν εἶδεν ἀναφερομένην ὁ γέρων αὐτοῦ. Καὶ πάνυ καὶ οὗτοι κἀκεῖνοι τὸ καθαρὸν τῆς ψυχῆς ἐθαύμαζον Ἀντωνίου, πῶς τὸ ἀπὸ διαστήματος ἡμερῶν δεκατριῶν γενόμενον παρ᾽ αὐτὰ μεμάθηκε, καὶ τὴν ψυχὴν εἶδεν ἀναγομένην.

Καὶ μὴν καὶ Ἀρχέλαός ποτε ὁ κόμης, εὑρὼν αὐτὸν ἐν τῷ ὄρει τῷ ἔξω, προσεύξασθαι μόνον ἠξίωσεν αὐτὸν περὶ Πολυκρατείας τῆς ἐν Λαοδικείᾳ θαυμαστῆς καὶ Χριστοφόρου παρθένου. Ἔπασχε γὰρ ἐκείνη δεινῶς τὸν στόμαχον καὶ τὸ πλευρὸν ἀπὸ τῆς ἄγαν ἀσκήσεως, καὶ ὅλη ἦν ἀσθενὴς τῷ σώματι. Ὁ μὲν οὖν Ἀντώνιος ηὔχετο· ὁ δὲ κόμης ἐσημειώσατο τὴν ἡμέραν, ἐν ᾗ γέγονεν ἡ εὐχή· καὶ ἀπελθὼν εἰς τὴν Λαοδίκειαν, εὗρεν ὑγιῆ τὴν παρθένον. Πυνθανόμενος δὲ, πότε καὶ ποίᾳ ἡμέρᾳ πέπαυται τῆς ἀσθενείας, προήνεγκε τὸν χάρτην, ἐν ᾧ τὸν χρόνον τῆς εὐχῆς ἔγραψε· καὶ μαθὼν, ἔδειξε καὶ αὐτὸς εὐθὺς τὴν ἐν τῷ χάρτῃ γραφήν· καὶ πάντες ἐθαύμασαν ἐπιγνόντες, ὅτι τότε πέπαυκεν ὁ Κύριος αὐτὴν τῶν πόνων, ὅτε ἦν εὐχόμενος ὁ Ἀντώνιος καὶ παρακαλῶν τὴν ἀγαθότητα τοῦ Σωτῆρος περὶ αὐτῆς.

Καὶ περὶ τῶν ἐρχομένων δὲ πρὸς αὐτὸν πολλάκις προέλεγε πρὸ ἡμερῶν, ἦν δὲ ὅτε καὶ πρὸ μηνὸς, καὶ τὴν αἰτίαν, δι᾽ ἣν ἤρχοντο· οἱ μὲν γὰρ ἕνεκα τοῦ μόνον ἰδεῖν αὐτὸν ἤρχοντο, οἱ δὲ δι᾽ ἀσθένειαν, καὶ ἄλλοι πάσχοντες ὑπὸ δαιμόνων. Καὶ πάντες οὐ σκυλμὸν οὐδὲ ζημίαν ἡγοῦντο τὸν κόπον τῆς ὁδοῦ· ἀνέκαμπτε γὰρ ἕκαστος αἰσθόμενος τῆς ὠφελείας.

Τοιαῦτα δὲ λέγων καὶ βλέπων, ἠξίου μηδένα θαυμάζειν αὐτὸν ἐν τούτῳ· ἀλλὰ μᾶλλον θαυμάζειν τὸν Κύριον, ὅτι ἀνθρώποις ἡμῖν οὖσιν ἐχαρίσατο κατὰ δύναμιν γινώσκειν αὐτόν. Κατελθὼν δέ ποτε πάλιν εἰς τὰ ἔξω μοναστήρια, καὶ ἀξιωθεὶς εἰς πλοῖον εἰσελθεῖν, καὶ εὔξασθαι μετὰ μοναχῶν, μόνος αὐτὸς ἀντελάβετο δεινῆς δυσωδίας καὶ πάνυ πικρᾶς. Τῶν δὲ ἐν τῷ πλοίῳ λεγόντων, ἰχθὺν εἶναι καὶ τάριχον ἐν τῷ πλοίῳ, καὶ τούτων εἶναι τὴν ὀσμὴν, αὐτὸς ἄλλην ἔλεγεν εἶναι τὴν δυσωδίαν· ἔτι δὲ αὐτοῦ λέγοντος, νεώτερός τις ἔχων δαίμονα, ὃς προεισελθὼν ἐκρύπτετο ἐν τῷ πλοίῳ, εὐθὺς ἀνέκραξεν.

Ἐπιτιμηθεὶς δὲ ὁ δαίμων ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξῆλθε· καὶ ὁ μὲν ἄνθρωπος γέγονεν ὑγιής· πάντες δὲ ἔγνωσαν, ὅτι τοῦ δαίμονος ἦν ἡ δυσωδία. Καὶ ἄλλος δέ τις τῶν ἐπιφανῶν ἦλθεν ἔχων δαίμονα πρὸς αὐτόν. Ἦν δὲ ὁ δαίμων ἐκεῖνος οὕτω δεινὸς, ὡς τὸν ἐνεργούμενον μὴ γινώσκειν, εἰ πρὸς Ἀντώνιον ᾔει· ἀλλὰ καὶ τοῦ σώματος αὐτοῦ τὰ περιττὰ κατήσθιεν. Οἱ μὲν οὖν ἀγαγόντες αὐτὸν, παρεκάλουν τὸν Ἀντώνιον εὔξασθαι ὑπὲρ αὐτοῦ· ὁ δὲ Ἀντώνιος συμπαθὼν τῷ νεανίσκῳ, ηὔχετο· καὶ τὴν νύκτα πᾶσαν συνηγρύπνησεν αὐτῷ. Καὶ ὁ μὲν νεανίσκος, ἐξαίφνης ἐπελθὼν τῷ Ἀντωνίῳ περὶ τὴν ἕω, ὤθησεν αὐτόν· τῶν δὲ σὺν ἐκείνῳ ἐλθόντων ἀγανακτούντων, ἔφη ὁ Ἀντώνιος· Μὴ χαλεπαίνετε τῷ νεανίσκῳ· οὐ γὰρ αὐτός ἐστιν, ἀλλ᾽ ὁ ἐν αὐτῷ δαίμων· ἐπιτιμηθεὶς δὲ, καὶ κελευσθεὶς ἐλαθῆναι εἰς ἀνύδρους τόπους, ἐμάνη, καὶ τοῦτο πεποίηκε. Δοξάζετε οὖν τὸν Κύριον· τὸ γὰρ οὕτως αὐτὸν ὁρμῆσαι κατ᾽ ἐμοῦ σημεῖον ὑμῖν γέγονε τῆς τοῦ δαίμονος ἐξόδου. Ταῦτα τοῦ Ἀντωνίου εἰπόντος, εὐθὺς ὁ νεανίσκος γέγονεν ὑγιής· καὶ λοιπὸν σωφρονήσας, ἔγνω, ὅπου τε ἦν, καὶ κατησπάζετο τὸν γέροντα εὐχαριστῶν τῷ Θεῷ.

Πολλά τε ἄλλα τοιαῦτα συμφώνως καὶ ὁμαλῶς εἰρήκασι περὶ αὐτοῦ πλεῖστοι τῶν μοναχῶν δι᾽ αὐτοῦ γεγενῆσθαι. Οὐκ ἔτι δὲ ταῦτα θαυμαστὰ τοσοῦτον, ὅσον τὰ ἄλλα θαυμασιώτερα μᾶλλον φαίνεται. Μέλλων γὰρ ἐσθίειν ποτὲ, καὶ ἀναστὰς εὔξασθαι περὶ τὴν ἐννάτην ὥραν, ᾔσθετο ἑαυτὸν ἁρπαγέντα τῇ διανοίᾳ· καὶ, τὸ παράδοξον, ἑστὼς ἔβλεπεν ἑαυτὸν ὥσπερ ἔξωθεν ἑαυτοῦ γινόμενον, καὶ ὡς εἰς τὸν ἀέρα ὁδηγούμενον ὑπό τινων· εἶτα πικροὺς καὶ δεινούς τινας ἑστῶτας ἐν τῷ ἀέρι καὶ θέλοντας αὐτὸν κωλῦσαι ὥστε μὴ διαβῆναι.

Τῶν δὲ ὁδηγούντων ἀντιμαχομένων, ἀπῄτουν ἐκεῖνοι λόγον, εἰ μὴ ὑπεύθυνος αὐτοῖς εἴη. Θελόντων τοίνυν συνᾶραι λόγον ἀπὸ τῆς γεννήσεως αὐτοῦ, ἐκώλυον οἱ τὸν Ἀντώνιον ὁδηγοῦντες, λέγοντες ἐκείνοις· Τὰ μὲν ἀπὸ τῆς γεννήσεως αὐτοῦ ὁ Κύριος ἀπήλειψεν· ἐξ οὗ δὲ γέγονε μοναχὸς, καὶ ἐπηγγείλατο τῷ Θεῷ, ἐξέστω λόγον ποιῆσαι. Τότε κατηγορούντων, καὶ μὴ ἐλεγχόντων, ἐλευθέρα γέγονεν αὐτῷ καὶ ἀκώλυτος ἡ ὁδός· καὶ εὐθὺς εἶδεν ἑαυτὸν ὥσπερ ἐρχόμενον καὶ πρὸς ἑαυτὸν ἑστῶτα, καὶ πάλιν ἦν ὅλως Ἀντώνιος.

Τότε τοῦ μὲν φαγεῖν αὐτὸς ἐπιλαθόμενος, ἔμεινε τὸ λοιπὸν τῆς ἡμέρας καὶ δι᾽ ὅλης τῆς νυκτὸς στενάζων καὶ εὐχόμενος. Ἐθαύμαζε γὰρ βλέπων πρὸς πόσους ἡμῖν ἐστιν ἡ πάλη, καὶ διὰ πόσων πόνων ἔχει τις διαβῆναι τὸν ἀέρα· καὶ ἐμνημόνευεν, ὅτι τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Ἀπόστολος· Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος. Ἐν τούτῳ γὰρ ὁ ἐχθρὸς ἔχει τὴν ἐξουσίαν, ἐν τῷ μάχεσθαι καὶ πειράζειν διακωλύειν τοὺς διερχομένους. Δι᾽ ὃ καὶ μάλιστα παρῄνει· Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ· ἵνα μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον ὁ ἐχθρὸς καταισχυνθῇ.

Ἡμεῖς δὲ, τοῦτο μαθόντες, μνημονεύωμεν τοῦ Ἀποστόλου λέγοντος· Εἴτε ἐν σώματι, οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδεν. Ἀλλ᾽ ὁ μὲν Παῦλος ἕως τρίτου οὐρανοῦ ἡρπάγη, καὶ ἀκούσας ἄῤῥητα ῥήματα κατῆλθεν· ὁ δὲ Ἀντώνιος ἕως τοῦ ἀέρος ἑαυτὸν εἶδε φθάσαντα, καὶ ἀγωνισάμενον ἕως ἐλεύθερος φανῇ.

Εἶχε δὲ καὶ τοῦτο πάλιν χάρισμα. Ἐν γὰρ τῷ ὄρει κατὰ μόνας καθήμενος, εἴ ποτέ τι πρὸς ἑαυτὸν ζητῶν ἠπόρει, τοῦτο αὐτῷ παρὰ τῆς Προνοίας εὐχομένῳ ἀπεκαλύπτετο. Καὶ ἦν, κατὰ τὸ γεγραμμένον, θεοδίδακτος γενόμενος ὁ μακάριος. Μετὰ ταῦτα γοῦν διαλέξεως αὐτῷ ποτε γενομένης πρός τινας εἰσελθόντας πρὸς αὐτὸν, περὶ τῆς διαγωγῆς τῆς ψυχῆς, καὶ ποῖος μετὰ ταῦτα αὐτῇ τόπος ἔσται, τῇ ἑξῆς νυκτὶ καλεῖ τις αὐτὸν ἄνωθεν, λέγων· Ἀντώνιε, ἀναστὰς ἔξελθε, καὶ βλέπε. Ἐξελθὼν τοίνυν, (ᾔδει γὰρ τίσιν ὑπακούειν ὀφείλει·) καὶ ἐθεώρησέ τινα μακρὸν ἀναβλέψας, ἀειδῆ καὶ φοβερὸν, ἑστῶτα καὶ φθάνοντα μέχρι τῶν νεφελῶν, καὶ ἀναβαίνοντάς τινας ὥσπερ ἐπτερωμένους· κἀκεῖνον ἐκτείνοντα τὰς χεῖρας· καὶ τοὺς μὲν κωλυομένους παρ᾽ αὐτοῦ, τοὺς δὲ ὑπεριπταμένους, καὶ διελθόντας λοιπὸν, ἀμερίμνως ἀνάγεσθαι.

Ἐπὶ μὲν οὖν τοῖς τοιούτοις ἔτριζε τοὺς ὀδόντας ὁ μακρὸς ἐκεῖνος· ἐπὶ δὲ τοῖς ἀποπίπτουσιν, ἔχαιρε. Καὶ εὐθὺς πρὸς Ἀντώνιον ἐγένετο φωνή· Νόει τὸ βλεπόμενον· καὶ διανοιχθείσης αὐτοῦ τῆς διανοίας, ἐνενόει τῶν ψυχῶν εἶναι τὴν πάροδον, καὶ τὸν ἑστῶτα μακρὸν εἶναι τὸν ἐχθρὸν τὸν φθονοῦντα τοῖς πιστοῖς· καὶ τοὺς μὲν ὑπευθύνους αὐτῷ κρατοῦντα καὶ κωλύοντα διελθεῖν, τοὺς δὲ μὴ πεισθέντας αὐτῷ μὴ δυνάμενον κρατεῖν ὡς ὑπερβαίνοντας. Τοῦτο πάλιν ἑωρακὼς, καὶ ὥσπερ ὑπομιμνησκόμενος, μᾶλλον ἠγωνίζετο προκόπτειν τοῖς ἔμπροσθεν καθ᾽ ἡμέραν. Ταῦτα δὲ οὐχ ἑκὼν ἀπήγγελλεν αὐτός· ἐν δὲ τῷ χρονίζειν ἐν ταῖς εὐχαῖς καὶ καθ᾽ ἑαυτὸν θαυμάζειν, πυνθανομένων τῶν συνόντων καὶ θλιβόντων αὐτὸν, ἠναγκάζετο λέγειν, ὡς πατὴρ οὐ δυνάμενος κρύπτειν τοῖς τέκνοις· ἀλλὰ καὶ ἡγούμενος, ὅτι τὸ μὲν αὐτοῦ σύνειδός ἐστι καθαρὸν, ἐκείνοις δὲ τὸ διήγημα γίνεται πρὸς ὠφέλειαν, μανθάνουσι τῆς ἀσκήσεως εἶναι καρπὸν ἀγαθὸν, τῶν τε πόνων πολλάκις παραμύθιον γίνεσθαι τὰς ὀπτασίας.

Πρὸς δὲ καὶ τὸ ἦθος ἀνεξίκακος ἦν, καὶ τὴν ψυχὴν ταπεινόφρων· τοιοῦτος γὰρ ὢν, τόν τε κανόνα τῆς Ἐκκλησίας ὑπερφυῶς ἐτίμα, καὶ πάντα κληρικὸν τῇ τιμῇ προηγεῖσθαι ἤθελεν ἑαυτοῦ. Τοῖς μὲν γὰρ ἐπισκόποις καὶ πρεσβυτέροις οὐκ ᾐδεῖτο κλῖναι τὴν κεφαλήν· διάκονος δὲ εἴ ποτε πρὸς αὐτὸν ὠφελείας χάριν ἀπήντα, τὰ μὲν πρὸς ὠφέλειαν διελέγετο· τὰ δὲ τῆς εὐχῆς αὐτῷ παρεχώρει, οὐκ αἰδούμενος μανθάνειν καὶ αὐτός. Καὶ γὰρ πολλάκις ἐπυνθάνετο, καὶ ἠξίου παρὰ τῶν συνόντων ἀκούειν· καὶ ὡμολόγει ὠφελεῖσθαι, εἴ τι χρήσιμόν τις ἔλεγε. Καὶ μὴν καὶ τὸ πρόσωπον αὐτοῦ χάριν εἶχε πολλὴν καὶ παράδοξον.

Εἶχε δὲ καὶ τοῦτο τὸ χάρισμα παρὰ τοῦ Σωτῆρος· εἰ γὰρ μετὰ τοῦ πλήθους τῶν μοναχῶν παρῆν, καὶ τοῦτον ἰδεῖν τις ἐβούλετο μὴ πρότερον γινώσκων, προσελθὼν εὐθὺς, τοὺς μὲν ἄλλους ὑπερέβαινε, πρὸς αὐτὸν δὲ ἔτρεχεν, ὡς ὑπὸ τῶν ὄψεων αὐτοῦ ἑλκόμενος.

Οὐχ ὕψει δὲ, οὐδὲ τῷ πλάτει διέφερε τῶν ἄλλων, ἀλλὰ τῇ τῶν ἠθῶν καταστάσει, καὶ τῇ τῆς ψυχῆς καθαρότητι. Ἀθορύβου γὰρ οὔσης τῆς ψυχῆς, ἀταράχους εἶχε καὶ τὰς ἔξωθεν αἰσθήσεις· ὡς ἀπὸ τῆς χαρᾶς τῆς ψυχῆς ἱλαρὸν ἔχειν καὶ τὸ πρόσωπον, καὶ ἀπὸ τῶν τοῦ σώματος κινημάτων αἰσθέσθαι καὶ νοεῖν τὴν τῆς ψυχῆς κατάστασιν, κατὰ τὸ γεγραμμένον· Καρδίας εὐφραινομένης, θάλλει πρόσωπον· ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει. Οὕτως Ἰακὼβ ἐπέγνω τὸν Λάβαν ἐπιβουλὴν ἐνθυμούμενον, καί φησι πρὸς τὰς γυναῖκας· Οὐκ ἔστι τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὡς χθὲς καὶ τρίτην ἡμέραν· οὕτως ὁ Σαμουὴλ ἐπέγνω τὸν Δαβίδ· χαροποιοὺς γὰρ εἶχε τοὺς ὀφθαλμοὺς, καὶ τοὺς ὀδόντας ὡς γάλα λευκούς.