Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Η άνθιση του μοναχισμού και η ομολογία κατά τον διωγμό

Η εγκαθίδρυση της μοναχικής πολιτείας στην έρημο, η θαρραλέα υποστήριξη των μαρτύρων στην Αλεξάνδρεια και η επιστροφή του Αντωνίου στο αναιμάκτο μαρτύριο της ασκήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 10

Ταῦτα διαλεγομένου τοῦ Ἀντωνίου, πάντες ἔχαιρον· καὶ τῶν μὲν ὁ ἔρως τῆς ἀρετῆς ηὔξανε, τῶν δὲ ἡ ὀλιγωρία παρεκβαλεῖτο, καὶ ἄλλων ἡ οἴησις ἐπαύετο· πάντες τε ἐπείθοντο καταφρονεῖν τῆς δαιμονικῆς ἐπιβουλῆς, θαυμάζοντες τὴν δοθεῖσαν παρὰ τοῦ Κυρίου Ἀντωνίῳ χάριν εἰς τὴν διάκρισιν τῶν πνευμάτων. Ἦν οὖν ἐν τοῖς ὄρεσι τὰ μοναστήρια ὡς σκηναὶ πεπληρωμέναι θείων χορῶν, ψαλλόντων, φιλολογούντων, νηστευόντων, εὐχομένων, ἀγαλλιωμένων ἐπὶ τῇ τῶν μελλόντων ἐλπίδι, καὶ ἐργαζομένων εἰς τὸ ποιεῖν ἐλεημοσύνας, ἀγάπην τε καὶ συμφωνίαν ἐχόντων εἰς ἀλλήλους. Καὶ ἦν ἀληθῶς ἰδεῖν ὥσπερ χώραν τινὰ καθ᾽ ἑαυτὴν οὖσαν θεοσεβείας καὶ δικαιοσύνης. Οὐκ ἦν γὰρ ἐκεῖ ὁ ἀδικῶν ἢ ὁ ἀδικούμενος, οὐδὲ μέμψις φορολόγου· ἀλλὰ πλῆθος μὲν ἀσκητῶν, ἓν δὲ τῶν πάντων εἰς ἀρετὴν τὸ φρόνημα· ὥστε ἰδόντα τινὰ πάλιν τὰ μοναστήρια, καὶ τὴν τοιαύτην τῶν μοναχῶν τάξιν, ἀναφωνῆσαι καὶ εἰπεῖν· Ὡς καλοί σου οἱ οἶκοι, Ἰακὼβ, αἱ σκηναί σου, Ἰσραήλ! ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισος ἐπὶ ποταμὸν, καὶ ὡσεὶ σκηναὶ, ἃς ἔπηξεν ὁ Κύριος, καὶ ὡσεὶ κέδροι παρ᾽ ὕδασιν.

Αὐτὸς μέντοι συνήθως καθ᾽ ἑαυτὸν ἀναχωρῶν ἐν τῷ ἑαυτοῦ μοναστηρίῳ, ἐπέτεινε τὴν ἄσκησιν, καθ᾽ ἡμέραν τε ἐστέναζεν, ἐνθυμούμενος τὰς ἐν οὐρανῷ μονὰς, τόν τε πόθον ἔχων εἰς αὐτὰς, καὶ σκοπῶν τὸν ἐφήμερον τῶν ἀνθρώπων βίον. Καὶ γὰρ μέλλων ἐσθίειν καὶ κοιμᾶσθαι, καὶ ἐπὶ ταῖς ἄλλαις ἀνάγκαις τοῦ σώματος ἔρχεσθαι, ᾐσχύνετο, τὸ τῆς ψυχῆς λογιζόμενος νοερόν. Πολλάκις γοῦν μετὰ πολλῶν ἄλλων μοναχῶν μέλλων ἐσθίειν, ἀναμνησθεὶς τῆς πνευματικῆς τροφῆς, παρῃτήσατο, καὶ μακρὰν ἀπ᾽ αὐτῶν ἀπῆλθε, νομίζων ἐρυθριᾷν, εἰ βλέποιτο παρ᾽ ἑτέρων ἐσθίων· ἤσθιε μέντοι καθ᾽ ἑαυτὸν διὰ τὴν τοῦ σώματος ἀνάγκην· πολλάκις δὲ καὶ μετὰ τῶν ἀδελφῶν· αἰδούμενος μὲν ἐπὶ τούτοις, παῤῥησιαζόμενος δὲ ἐπὶ τοῖς ὑπὲρ ὠφελείας λόγοις. Καὶ ἔλεγε χρῆναι τὴν πᾶσαν σχολὴν διδόναι τῇ ψυχῇ μᾶλλον ἢ τῷ σώματι, καὶ συγχωρεῖν μὲν διὰ τὴν ἀνάγκην ὀλίγον καιρὸν τῷ σώματι, τὸ δὲ ὅλον σχολάζειν τῇ ψυχῇ μᾶλλον, καὶ τὴν ταύτης ὠφέλειαν ζητεῖν· ἵνα μὴ αὕτη καθέλκηται ὑπὸ τῶν ἡδονῶν τοῦ σώματος, ἀλλὰ μᾶλλον τὸ σῶμα παρ᾽ αὐτῆς δουλαγωγῆται· τοῦτο γὰρ εἶναι τὸ λεγόμενον παρὰ τοῦ Σωτῆρος· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι τί ἐνδύσησθε. Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε ἢ τί πίητε, καὶ μὴ μετεωρίζεσθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ. Ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν, ὅτι χρῄζετε τούτων ἁπάντων.

Πλὴν ζητεῖτε πρῶτον τὴν βασιλείαν αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Μετὰ ταῦτα κατέλαβε τὴν Ἐκκλησίαν ὁ κατὰ Μαξιμῖνον τὸ τηνικαῦτα γενόμενος διωγμός· καὶ τῶν ἁγίων μαρτύρων ἀγομένων εἰς τὴν Ἀλεξάνδρειαν, ἠκολούθησε καὶ αὐτὸς, ἀφεὶς τὸ μοναστήριον, λέγων· Ἀπέλθωμεν καὶ ἡμεῖς, ἵνα ἀγωνιζώμεθα κληθέντες, ἢ θεωρήσωμεν τοὺς ἀγωνιζομένους. Καὶ πόθον μὲν εἶχε μαρτυρῆσαι· παραδοῦναι δὲ μὴ θέλων ἑαυτὸν, ὑπηρέτει τοῖς ὁμολογηταῖς ἔν τε τοῖς μετάλλοις καὶ ἐν ταῖς φυλακαῖς. Πολλή τε ἦν αὐτῷ σπουδὴ ἐν τῷ δικαστηρίῳ, ἀγωνιζομένους μὲν τοὺς καλουμένους ἐπαλείφειν εἰς προθυμίαν, μαρτυροῦντας δὲ αὐτοὺς ἀπολαμβάνειν καὶ προπέμπειν ἕως τελειωθῶσιν.

Ὁ γοῦν δικαστὴς, βλέπων αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ τὸ ἄφοβον, καὶ τὴν εἰς τοῦτο σπουδὴν, παρήγγειλε μηδένα τῶν μοναχῶν ἐν τῷ δικαστηρίῳ φαίνεσθαι, μηδὲ ὅλως ἐν τῇ πόλει διατρίβειν. Οἱ μὲν οὖν ἄλλοι πάντες ἔδοξαν κρύπτεσθαι τὴν ἡμέραν ἐκείνην· ὁ δὲ Ἀντώνιος τοσοῦτον ἐφρόντισεν, ὥστε καὶ μᾶλλον πλῦναι τὸν ἐπενδύτην, καὶ τῇ ἑξῆς ἔμπροσθεν ἐφ᾽ ὑψηλοῦ στῆναι, καὶ φαίνεσθαι τῷ ἡγεμόνι λαμπρόν.

Πάντων οὖν ἐπὶ τούτῳ θαυμαζόντων, καὶ τοῦ ἡγεμόνος ὁρῶντος, καὶ μετὰ τῆς τάξεως αὐτοῦ διαβαίνοντος, αὐτὸς ἀτρέμας εἱστήκει, δεικνὺς ἡμῶν τῶν Χριστιανῶν τὴν προθυμίαν· ηὔχετο γὰρ καὶ αὐτὸς μαρτυρῆσαι, καθὰ προεῖπον. Αὐτὸς μὲν οὖν λυπουμένῳ ἐῴκει, ὅτι μὴ μεμαρτύρηκεν· ὁ δὲ Κύριος ἦν αὐτὸν φυλάττων εἰς τὴν ἡμῶν καὶ τὴν ἑτέρων ὠφέλειαν, ἵνα καὶ ἐν τῇ ἀσκήσει, ἣν ἐκ τῶν Γραφῶν αὐτὸς μεμάθηκε, πολλοῖς διδάσκαλος γένηται. Καὶ γὰρ καὶ μόνον βλέποντες αὐτοῦ τὴν ἀγωγὴν, πολλοὶ τῆς πολιτείας αὐτοῦ ἐσπουδάζοντο ζηλωταὶ γενέσθαι. Πάλιν οὖν ὑπηρέτει συνήθως τοῖς ὁμολογηταῖς, καὶ ὡς συνδεδεμένος αὐτοῖς, ἦν κοπιῶν ἐν ταῖς ὑπηρεσίαις.

Ἐπειδὴ δὲ λοιπὸν ὁ διωγμὸς ἐπαύσατο, καὶ μεμαρτύρηκεν ὁ μακαρίτης ἐπίσκοπος Πέτρος, ἀπεδήμησε, καὶ πάλιν εἰς τὸ μοναστήριον ἀνεχώρει, καὶ ἦν ἐκεῖ καθ᾽ ἡμέραν μαρτυρῶν τῇ συνειδήσει, καὶ ἀγωνιζόμενος τοῖς τῆς πίστεως ἄθλοις. Καὶ γὰρ καὶ ἀσκήσει πολλῇ καὶ συντονωτέρᾳ ἐκέχρητο· ἐνήστευε γὰρ ἀεὶ, τὸ δὲ ἔνδυμα εἶχεν ἔνδον μὲν τρίχινον, ἐπάνω δὲ δερμάτινον, ὃ καὶ ἕως τελευτῆς τετήρηκε, μήτε σῶμα διὰ ῥύπον ὕδατι λούσας, μήθ᾽ ὅλως τοὺς πόδας ἀπονίψας, ἢ κἂν ἁπλῶς εἰς ὕδωρ αὐτοὺς χωρὶς ἀνάγκης ἀνασχόμενος ἐμβαλεῖν· ἀλλ᾽ οὐδὲ γυμνωθέντα τις αὐτὸν ἑώρακεν, οὐδὲ ὅλως τὸ σῶμά τις εἶδε Ἀντωνίου γυμνὸν, εἰ μὴ ὅτε τελευτήσας ἐθάπτετο.

Ἀναχωροῦντι τοίνυν αὐτῷ, καὶ προθεμένῳ ποιῆσαι χρόνον, ὥστε μήτε αὐτὸν προϊέναι, μήτε τινὰ δέξασθαι, Μαρτινιανός τις ἄρχων στρατιωτῶν, ἐλθὼν, ἐγίνετο δι᾽ ὄχλου τῷ Ἀντωνίῳ· εἶχε γὰρ ὑπὸ δαίμονος ἐνοχλουμένην τὴν θυγατέρα· ὡς δὲ ἐπὶ πολὺ διέμενε κόπτων τὴν θύραν καὶ ἀξιῶν ἐλθεῖν αὐτὸν, καὶ εὔξασθαι τῷ Θεῷ διὰ τὴν παῖδα· ἀνοῖξαι μὲν οὐκ ἠνέσχετο, παρακύψας δὲ ἄνωθεν, εἶπεν· Ἄνθρωπε, τί μου κατακράζεις; ἄνθρωπός εἰμι κἀγὼ ὥσπερ καὶ σύ. Εἰ δὲ πιστεύεις τῷ Χριστῷ, ᾧ λατρεύω, ὕπαγε, καὶ ὡς πιστεύεις εὖξαι τῷ Θεῷ, καὶ γίνεται.