Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Πρώτοι ασκητικοί αγώνες και δαιμονικές επιθέσεις στα μνήματα

Η σταδιακή αύξηση της άσκησης, η πάλη με τους σαρκικούς λογισμούς και η νίκη επί του διαβόλου. Η αναχώρηση στα μνήματα και οι σφοδρές επιθέσεις των δαιμόνων υπό μορφή άγριων θηρίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 8

Καὶ τοῦ μὲν τὸ χαρίεν, τοῦ δὲ τὸ πρὸς τὰς εὐχὰς σύντονον ἐθεώρει· καὶ ἄλλου μὲν τὸ ἀόργητον, ἄλλου δὲ τὸ φιλάνθρωπον κατενόει· καὶ τῷ μὲν ἀγρυπνοῦντι, τῷ δὲ φιλολογοῦντι προσεῖχεν· καὶ τὸν μὲν ἐν καρτερίᾳ, τὸν δὲ ἐν νηστείαις καὶ χαμευνίαις ἐθαύμαζεν· καὶ τοῦ μὲν τὴν πραότητα, τοῦ δὲ τὴν μακροθυμίαν παρετηρεῖτο· πάντων δὲ ὁμοῦ τὴν εἰς τὸν Χριστὸν εὐσέβειαν καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην ἐσημειοῦτο. 2. Καὶ οὕτω πεπληρωμένος ὑπέστρεφεν εἰς τὸν ἴδιον τοῦ ἀσκητηρίου τόπον· λοιπὸν αὐτὸς τὰ παρ’ ἑκάστου συνάγων εἰς ἑαυτὸν ἐσπούδαζεν ἐν ἑαυτῷ τὰ πάντα δεικνύναι. 3. Καὶ γὰρ πρὸς τοὺς καθ’ ἡλικίαν ἴσους οὐκ ἦν φιλόνεικος ἢ μόνον ἵνα μὴ δεύτερος ἐκείνων ἐν τοῖς βελτίοσι φαίνηται. Καὶ τοῦτο ἔπραττεν ὥστε μηδένα λυπεῖν, ἀλλὰ κἀκείνους ἐπ’ αὐτῷ χαίρειν. 4. Πάντες μὲν οὖν οἱ ἀπὸ τῆς κώμης καὶ οἱ φιλόκαλοι, πρὸς οὓς εἶχε τὴν συνήθειαν, οὕτως αὐτὸν ὁρῶντες, ἐκάλουν θεοφιλῆ· καὶ οἱ μὲν ὡς υἱόν, οἱ δὲ ὡς ἀδελφὸν ἠσπάζοντο. 1. Ὁ δὲ μισόκαλος καὶ φθονερὸς διάβολος οὐκ ἤνεγκεν ὁρῶν ἐν νεωτέρῳ τοιαύτην πρόθεσιν, ἀλλ’ οἷα μεμελέτηκε ποιεῖν, ἐπεχείρει καὶ κατὰ τούτου πράττειν. 2.

Καὶ τὸ μὲν πρῶτον ἐπείραζεν αὐτὸν ἀπὸ τῆς ἀσκήσεως καταγαγεῖν, ὑποβάλλων μνήμην τῶν κτημάτων, τῆς ἀδελφῆς τὴν κηδεμονίαν, τοῦ γένους τὴν οἰκειότητα, φιλαργυρίαν, φιλοδοξίαν, τροφῆς τὴν ποικίλην ἡδονήν, καὶ τὰς ἄλλας ἀνέσεις τοῦ βίου, καὶ τέλος τὸ τραχὺ τῆς ἀρετῆς, καὶ ὡς πολὺς αὐτῆς ἐστιν ὁ πόνος.

Τοῦ τε σώματος τὴν ἀσθένειαν ὑπετίθετο, καὶ τοῦ χρόνου τὸ μῆκος. 3. Καὶ ὅλως πολὺν ἤγειρεν αὐτῷ κονιορτὸν λογισμῶν ἐν τῇ διανοίᾳ, θέλων αὐτὸν ἀποσχίσαι τῆς ὀρθῆς προαιρέσεως. Ὡς δὲ εἶδεν ἑαυτὸν ὁ ἐχθρὸς ἀσθενοῦντα πρὸς τὴν τοῦ Ἀντωνίου πρόθεσιν καὶ μᾶλλον ἑαυτὸν καταπαλαιόμενον ὑπὸ τῆς ἐκείνου στερρότητος, ἀνατρεπόμενόν τε τῇ πίστει καὶ πίπτοντα ταῖς συνεχέσιν Ἀντωνίου προσευχαῖς, τότε δὴ τοῖς ἐπ’ ὀμφαλοῦ γαστρὸς ὅπλοις ἑαυτοῦ θαρρῶν καὶ καυχώμενος ἐπὶ τούτοις (ταῦτα γάρ ἐστιν αὐτοῦ τὰ πρῶτα κατὰ τῶν νεωτέρων ἔνεδρα), προσέρχεται κατὰ τοῦ νεωτέρου, νυκτὸς μὲν αὐτὸν θορυβῶν, μεθ’ ἡμέραν δὲ οὕτως ἐνοχλῶν ὡς καὶ τοὺς ὁρῶντας αἰσθέσθαι τὴν γινομένην ἀμφοτέρων πάλην. 4. Ὁ μὲν γὰρ ὑπέβαλλε λογισμοὺς ῥυπαρούς, ὁ δὲ ταῖς εὐχαῖς ἀνέτρεπε τούτους. Καὶ ὁ μὲν ἐγαργάλιζεν, ὁ δέ, ὡς ἐρυθριᾶν δοκῶν, τῇ πίστει καὶ νηστείαις ἐτείχιζε τὸ σῶμα. 5. Καὶ ὁ μὲν διάβολος ὑπέμενεν ὁ ἄθλιος καὶ ὡς γυνὴ σχηματίζεσθαι νυκτὸς καὶ πάντα τρόπον μιμεῖσθαι, μόνον ἵνα τὸν Ἀντώνιον ἀπατήσῃ. Ὁ δὲ τὸν Χριστὸν ἐνθυμούμενος καὶ δι’ αὐτὸν τὴν εὐγένειαν, καὶ τὸ νοερὸν τῆς ψυχῆς λογιζόμενος, ἀπεσβέννυε τὸν ἄνθρακα τῆς πλάνης ἐκείνου. 6. Πάλιν τε ὁ μὲν ἐχθρὸς ὑπέβαλλε τὸ λεῖον τῆς ἡδονῆς.

Ὁ δέ, ὡς ὀργιζομένῳ καὶ λυπουμένῳ ἐοικώς, τὴν ἀπειλὴν τοῦ πυρὸς καὶ τοῦ σκώληκος τὸν πόνον ἐνεθυμεῖτο· καὶ ἀντιτιθεὶς ταῦτα διέβαινε τούτων ἀβλαβής. Ἦν δὲ ταῦτα πάντα πρὸς αἰσχύνην γινόμενα τοῦ ἐχθροῦ. 7. Ὁ γὰρ νομίσας ὅμοιος γενέσθαι θεῷ ὑπὸ νεανίσκου νῦν ἐπαίζετο. Καὶ ὁ σαρκὸς καὶ αἵματος κατακαυχώμενος ὑπὸ ἀνθρώπου σαρκοφοροῦντος ἀνετρέπετο. Συνήργει γὰρ ὁ Κύριος αὐτῷ, ὁ σάρκα δι’ ἡμᾶς φορέσας καὶ τῷ σώματι δοὺς τὴν κατὰ τοῦ διαβόλου νίκην, ὥστε τῶν οὕτως ἀγωνιζομένων ἕκαστον λέγειν· «Οὐκ ἐγὼ δέ, ἀλλ’ ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί.» 1. Τέλος γοῦν, ὡς οὐκ ἠδυνήθη τὸν Ἀντώνιον οὐδ’ ἐν τούτῳ καταβαλεῖν ὁ δράκων, ἀλλὰ καὶ ἔβλεπεν ἑαυτὸν ἐξωθούμενον ἀπὸ τῆς καρδίας αὐτοῦ, τρίζων τοὺς ὀδόντας, κατὰ τὸ γεγραμμένον, καὶ ὥσπερ ἐξιστάμενος, οἷός ἐστι τὸν νοῦν, τοιοῦτος ὕστερον καὶ τῇ φαντασίᾳ μέλας αὐτῷ φαίνεται παῖς. Καὶ ὥσπερ ὑποπίπτων οὐκέτι μὲν λογισμοῖς ἐπανέβαινεν (ἐκβέβλητο γὰρ ὁ δόλιος), λοιπὸν δὲ ἀνθρωπίνῃ χρώμενος φωνῇ, ἔλεγεν· Πολλοὺς μὲν ἠπάτησα καὶ πλείστους κατέβαλον· νῦν δέ, ὡς ἐπ’ ἄλλοις καὶ ἐπὶ σοὶ καὶ τοῖς σοῖς πόνοις ἠσθένησα. 2. Εἶτα τοῦ Ἀντωνίου πυθομένου· Τίς εἶ σὺ ὁ τοιαῦτα λαλῶν παρ’ ἐμοί; εὐθὺς ἐκεῖνος οἰκτρὰς ἠφίει φωνάς· Ἐγὼ τῆς πορνείας εἰμὶ φίλος· ἐγὼ τὰ εἰς ταύτην ἔνεδρα καὶ τοὺς ταύτης γαργαλισμοὺς κατὰ τῶν νεωτέρων ἀνεδεξάμην καὶ πνεῦμα πορνείας κέκλημαι.

Πόσους θέλοντας σωφρονεῖν ἠπάτησα. Πόσους ὑποκρινομένους μετέπεισα γαργαλίζων. 3. Ἐγώ εἰμι δι’ ὃν καὶ ὁ προφήτης μέμφεται τοὺς πεσόντας λέγων· «Πνεύματι πορνείας ἐπλανήθητε.» Δι’ ἐμοῦ γὰρ ἦσαν ἐκεῖνοι σκελισθέντες.

Ἐγώ εἰμι ὁ πολλάκις σοι ὀχλήσας, τοσαυτάκις δὲ ἀνατραπεὶς παρὰ σοῦ. 4. Ὁ δὲ Ἀντώνιος εὐχαριστήσας τῷ Κυρίῳ καὶ καταθαρρήσας αὐτοῦ φησὶ πρὸς αὐτόν· Πολὺ τοίνυν εὐκαταφρόνητος τυγχάνεις· καὶ γὰρ μέλας εἶ τὸν νοῦν καὶ ὡς παῖς ἀσθενὴς ὑπάρχεις· οὐδεμία μοι λοιπόν ἐστι φροντὶς περὶ σοῦ· «Κύριος γὰρ ἐμοὶ βοηθός, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.» 5. Ταῦτα ἀκούσας ὁ μέλας εὐθὺς ἔφυγε καταπτήξας τὰς φωνὰς καὶ φοβηθεὶς ἔτι κἂν ἐγγίσαι τῷ ἀνδρί. 1. Τοῦτο πρῶτον ἆθλον Ἀντωνίου γέγονε κατὰ τοῦ διαβόλου· μᾶλλον δὲ τοῦ Σωτῆρος καὶ τοῦτο γέγονεν ἐν Ἀντωνίῳ τὸ κατόρθωμα, τοῦ τὴν «ἁμαρτίαν κατακρίναντος ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα». 2. Ἀλλ’ οὔτε Ἀντώνιος, ὡς ὑποπεσόντος τοῦ δαίμονος, ἠμέλει λοιπὸν καὶ κατεφρόνει ἑαυτοῦ, οὔτε ὁ ἐχθρός, ὡς ἡττηθείς, ἐπαύετο τοῦ ἐνεδρεύειν. Περιήρχετο γὰρ πάλιν ὡς λέων, ζητῶν τινα πρόφασιν κατ’ αὐτοῦ. 3. Ὁ δὲ Ἀντώνιος, μαθὼν ἐκ τῶν γραφῶν πολλὰς εἶναι τὰς μεθοδείας τοῦ ἐχθροῦ, συντόνως ἐκέχρητο τῇ ἀσκήσει, λογιζόμενος ὅτι, εἰ καὶ μὴ ἴσχυσε τὴν καρδίαν ἐν ἡδονῇ σώματος ἀπατῆσαι, πειράσει πάντως δι’ ἑτέρας ἐνεδρεῦσαι μεθόδου· ἔστι γὰρ φιλαμαρτήμων ὁ δαίμων. 4. Μᾶλλον οὖν καὶ μᾶλλον ὑπεπίαζε τὸ σῶμα καὶ ἐδουλαγώγει μήπως, ἐν ἄλλοις νικήσας, ἐν ἄλλοις ὑποσυρῇ.

Βουλεύεται τοίνυν σκληροτέραις ἀγωγαῖς ἑαυτὸν ἐθίζειν. 5. Καὶ πολλοὶ μὲν ἐθαύμαζον, αὐτὸς δὲ ῥᾷον τὸν πόνον ἔφερεν. Ἡ γὰρ προθυμία τῆς ψυχῆς, πολὺν χρόνον ἐμμείνασα, ἕξιν ἀγαθὴν ἐνειργάζετο ἐν αὐτῷ, ὥστε καὶ μικρὰν πρόφασιν λαμβάνοντα παρ’ ἑτέρων, πολλὴν εἰς τοῦτο τὴν σπουδὴν ἐνδείκνυσθαι. 6. Ἠγρύπνει γὰρ τοσοῦτον, ὡς πολλάκις καὶ ὅλην τὴν νύκτα διατελεῖν αὐτὸν ἄϋπνον. Καὶ τοῦτο δὲ οὐχ ἅπαξ ἀλλὰ καὶ πλειστάκις ποιῶν ἐθαυμάζετο. Ἤσθιέ τε ἅπαξ τῆς ἡμέρας μετὰ δύσιν ἡλίου, ἦν δ’ ὅτε καὶ διὰ δύο, πολλάκις καὶ διὰ τεσσάρων μετελάμβανεν. Καὶ ἦν αὐτῷ ἡ τροφὴ ἄρτος καὶ ἅλας, καὶ τὸ ποτὸν μόνον ὕδωρ. 7. Περὶ γὰρ κρεῶν καὶ οἴνου περιττόν ἐστι καὶ λέγειν, ὅπου γε οὐδὲ παρὰ τοῖς ἄλλοις σπουδαίοις ηὑρίσκετό τι τῶν τοιούτων. Εἰς δὲ τὸν ὕπνον ἠρκεῖτο ψιαθίῳ· τὸ δὲ πλεῖστον καὶ ἐπὶ γῆς μόνης κατέκειτο. 8. Ἀλείφεσθαι δὲ ἐλαίῳ παρῃτεῖτο, λέγων μᾶλλον πρέπειν τοὺς νεωτέρους ἐκ προθυμίας ἔχειν τὴν ἄσκησιν καὶ μὴ ζητεῖν τὰ χαυνοῦντα τὸ σῶμα, ἀλλὰ καὶ ἐθίζειν αὐτὸ τοῖς πόνοις, λογιζομένους τὸ τοῦ ἀποστόλου ῥητόν· «Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι.» 9. Τότε γὰρ ἔλεγεν ἰσχύειν τῆς ψυχῆς τὸν νοῦν, ὅταν αἱ τοῦ σώματος ἀσθενῶσιν ἡδοναί. 10. Καὶ ἦν αὐτῷ παράδοξος ὄντως καὶ οὗτος ὁ λογισμός· οὐ γὰρ ἠξίου χρόνῳ μετρεῖν τὴν τῆς ἀρετῆς ὁδόν, οὐδὲ τὴν δι’ αὐτὴν ἀναχώρησιν, ἀλλὰ πόθῳ καὶ τῇ προαιρέσει. 11.

Αὐτὸς οὖν οὐκ ἐμνημόνευε τοῦ παρελθόντος χρόνου· ἀλλὰ καθ’ ἡμέραν, ὡς ἀρχὴν ἔχων τῆς ἀσκήσεως, μείζονα τὸν πόνον εἶχεν εἰς προκοπὴν ἐπιλέγων ἑαυτῷ τὸ τοῦ Παύλου ῥητὸν συνεχῶς· «Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος·» 12. μνημονεύων τε καὶ τῆς φωνῆς τοῦ προφήτου Ἠλίου λέγοντος· «Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ» σήμερον. Παρετηρεῖτο γὰρ ὅτι, σήμερον λέγων, οὐκ ἐμέτρει τὸν παρελθόντα χρόνον ἀλλ’ ὡς ἀεὶ ἀρχὴν καταβαλλόμενος, καθ’ ἡμέραν ἐσπούδαζεν ἑαυτὸν τῷ θεῷ παριστάνειν τοιοῦτον οἷον χρὴ φαίνεσθαι τῷ θεῷ, καθαρὸν τῇ καρδίᾳ καὶ ἕτοιμον ὑπακούειν τῷ βουλήματι αὐτοῦ καὶ μηδενὶ ἄλλῳ. 13. Ἔλεγε δὲ ἑαυτῷ· Δεῖ τὸν ἀσκητὴν ἐκ τῆς πολιτείας τοῦ μεγάλου Ἠλίου καταμανθάνειν, ὡς ἐν ἐσόπτρῳ τὸν ἑαυτοῦ βίον ἀεί. 1. Οὕτω δὴ οὖν συσφίγξας ἑαυτὸν ὁ Ἀντώνιος ἀπήρχετο εἰς τὰ μακρὰν τῆς κώμης τυγχάνοντα μνήματα. 2. Καὶ παραγγείλας ἑνὶ τῶν γνωρίμων δι’ ἡμερῶν πολλῶν αὐτῷ κομίζειν τὸν ἄρτον, αὐτὸς εἰς ἓν τῶν μνημάτων εἰσελθών, καὶ κλείσαντος ἐκείνου κατ’ αὐτοῦ τὴν θύραν, ἔμενε μόνος ἔνδον. Ἔνθα δὴ μὴ φέρων ὁ ἐχθρός, ἀλλὰ μὴν καὶ φοβούμενος μὴ κατ’ ὀλίγον καὶ τὴν ἔρημον πολίσῃ τῆς ἀσκήσεως, προσελθὼν ἐν μιᾷ νυκτὶ μετὰ πλήθους δαιμόνων, τοσοῦτον αὐτὸν ἔκοψε πληγαῖς, ὡς καὶ ἄφωνον αὐτὸν ἀπὸ τῶν βασάνων κεῖσθαι χαμαί. 3.

Διεβεβαιοῦτο γὰρ οὕτω σφοδροὺς γεγενῆσθαι τοὺς πόνους ὡς λέγειν μὴ δύνασθαι τὰς παρὰ ἀνθρώπων πληγὰς τοιαύτην ποτὲ βάσανον ἐμποιῆσαι. Θεοῦ δὲ προνοίᾳ (οὐ γὰρ παρορᾷ Κύριος τοὺς ἐλπίζοντας ἐπ’ αὐτόν), τῇ ἑξῆς ὁ γνώριμος παραγίνεται κομίζων τοὺς ἄρτους αὐτῷ. Ἀνοίξας τε τὴν θύραν καὶ τοῦτον ἰδὼν χαμαὶ κείμενον ὡς νεκρόν, βαστάσας ἀπέφερεν εἰς τὸ τῆς κώμης κυριακὸν καὶ τίθησιν ἐπὶ τῆς γῆς. 4. Πολλοί τε τῶν συγγενῶν, καὶ οἱ ἀπὸ τῆς κώμης περιεκαθέζοντο ὡς ἐπὶ νεκρῷ τῷ Ἀντωνίῳ. Περὶ δὲ τὸ μεσονύκτιον εἰς ἑαυτὸν ἐλθὼν ὁ Ἀντώνιος καὶ διεγερθείς, ὡς εἶδε πάντας κοιμωμένους καὶ μόνον τὸν γνώριμον γρηγοροῦντα, νεύσας ἥκειν αὐτὸν πρὸς αὐτόν, ἠξίου πάλιν αὐτὸν βαστάσαι καὶ ἀποφέρειν εἰς τὰ μνήματα, μηδένα ἐξυπνίσαντα. 1. Ἀπηνέχθη οὖν παρὰ τοῦ ἀνδρός, καὶ συνηθῶς τῆς θύρας κεκλεισμένης, ἔνδον ἦν πάλιν μόνος. 2. Καὶ στήκειν μὲν οὐκ ἴσχυε διὰ τὰς ἐκ τῶν δαιμόνων πληγάς, ἀνακείμενος δὲ ηὔχετο. Καὶ μετὰ τὴν εὐχὴν ἔλεγε μετὰ κραυγῆς· Ὧδέ εἰμι ἐγὼ Ἀντώνιος· οὐ φεύγω τὰς παρ’ ὑμῶν πληγάς. Κἂν γὰρ πλείονα ποιήσητε, οὐδέν με «χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ». 3. Εἶτα καὶ ἔψαλλεν· «Ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου.» 4. Ὁ μὲν οὖν ἀσκητὴς ἐφρόνει καὶ ἔλεγε ταῦτα.

Ὁ δὲ μισόκαλος ἐχθρὸς θαυμάσας, ὅτι καὶ μετὰ τὰς πληγὰς ἐθάρρησεν ἐλθεῖν, συγκαλέσας αὐτοῦ τοὺς κύνας καὶ διαρρηγνύμενος·

Ὁρᾶτε, ἔφη, ὅτι οὐ πνεύματι πορνείας, οὐ πληγαῖς ἐπαύσαμεν τοῦτον, ἀλλὰ καὶ θρασύνεται καθ’ ἡμῶν· προσέλθωμεν ἄλλως αὐτῷ. Εὔκολον δὲ τῷ διαβόλῳ τὰ εἰς κακίαν σχήματα. 5. Τότε δὴ οὖν ἐν τῇ νυκτὶ κτύπον μὲν τοιοῦτον ποιοῦσιν ὡς δοκεῖν πάντα τὸν τόπον ἐκεῖνον σείεσθαι. Τοὺς δὲ τοῦ οἰκίσκου τέσσαρας τοίχους ὥσπερ ῥήξαντες οἱ δαίμονες, ἔδοξαν δι’ αὐτῶν ἐπεισέρχεσθαι, μετασχηματισθέντες εἰς θηρίων καὶ ἑρπετῶν φαντασίαν. 6. Καὶ ἦν ὁ τόπος εὐθὺς πεπληρωμένος φαντασίας λεόντων, ἄρκτων, λεοπάρδων, ταύρων καὶ ὄφεων καὶ ἀσπίδων καὶ σκορπίων καὶ λύκων. Καὶ ἕκαστον μὲν τούτων ἐκινεῖτο κατὰ τὸ ἴδιον σχῆμα. 7. Ὁ λέων ἔβρυχε θέλων ἐπελθεῖν, ὁ ταῦρος ἐδόκει κερατίζειν, ὁ ὄφις ἕρπων οὐκ ἔφθανε, καὶ ὁ λύκος ὁρμῶν ἐπείχετο. Καὶ ὅλως δεινοὶ πάντων ἦσαν ὁμοῦ τῶν φαινομένων οἱ θυμοὶ καὶ τῶν φωνῶν οἱ ψόφοι. 8. Ὁ δὲ Ἀντώνιος, μαστιζόμενος καὶ κεντούμενος παρ’ αὐτῶν, ᾔσθετο μὲν δεινοτέρου πόνου σωματικοῦ. Ἀτρέμας δὲ μᾶλλον τῇ ψυχῇ γρηγορῶν ἀνέκειτο. Καὶ ἔστενε μὲν διὰ τὸν τοῦ σώματος πόνον, νήφων δὲ τῇ διανοίᾳ καὶ ὥσπερ χλευάζων ἔλεγεν· 9. Εἰ δύναμίς τις ἦν ἐν ὑμῖν, ἤρκει καὶ μόνον ἐξ ὑμῶν ἐλθεῖν ἕνα. Ἐπειδὴ δὲ ἐξενεύρωσεν ὑμᾶς ὁ Κύριος, διὰ τοῦτο κἂν τῷ πλήθει πειράζετέ πως ἐκφοβεῖν.

Γνώρισμα δὲ τῆς ἀσθενείας ὑμῶν τὸ τὰς ἀλόγων ὑμᾶς μιμεῖσθαι μορφάς. 10. Θαρρῶν γοῦν πάλιν ἔλεγεν· Εἰ δύνασθε καὶ ἐξουσίαν ἐλάβετε κατ’ ἐμοῦ, μὴ μέλλετε, ἀλλ’ ἐπίβητε· εἰ δὲ μὴ δύνασθε, τί μάτην ταράσσεσθε;