Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Ο μεγάλος ασκητικός λόγος προς τους μοναχούς

Η εκτενής διδασκαλία του Αντωνίου περί πνευματικής εγρήγορσης, της φύσεως και της αδυναμίας των δαιμόνων, της διάκρισης των πνευμάτων, και διηγήσεις από την προσωπική του πείρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 8

Καὶ οὕτω λοιπὸν γέγονε καὶ ἐν τοῖς ὄρεσι μοναστήρια, καὶ ἡ ἔρημος ἐπολίσθη μοναχῶν, ἐξελθόντων ἀπὸ τῶν ἰδίων καὶ ἀπογραψαμένων τὴν ἐν τοῖς οὐρανοῖς πολιτείαν. 1. Χρείας δὲ γενομένης διελθεῖν αὐτὸν τὴν τοῦ Ἀρσενοΐτου διώρυγα (χρεία δὲ ἦν ἡ διὰ τοὺς ἀδελφοὺς ἐπίσκεψις), πλήρης ἦν ἡ διῶρυξ κροκοδείλων. Καὶ μόνον εὐξάμενος ἐνέβη αὐτός τε καὶ πάντες οἱ σὺν αὐτῷ, καὶ διῆλθον ἀβλαβεῖς. 2. Ὑποστρέψας δὲ εἰς τὸ μοναστήριον τῶν αὐτῶν εἴχετο σεμνῶν καὶ νεανικῶν πόνων. 3. Διαλεγόμενός τε συνεχῶς, τῶν μὲν ἤδη μοναχῶν τὴν προθυμίαν ηὔξανε, τῶν δὲ ἄλλων τοὺς πλείστους εἰς ἔρωτα τῆς ἀσκήσεως ἐκίνει. Καὶ ταχέως, ἕλκοντος τοῦ λόγου, πλεῖστα γέγονε μοναστήρια καὶ πάντων αὐτῶν ὡς πατὴρ καθηγεῖτο. 1. Μιᾷ γοῦν ἡμέρᾳ προελθών, καὶ πάντων τῶν μοναχῶν ἐλθόντων πρὸς αὐτὸν ἀξιούντων τε ἀκοῦσαι παρ’ αὐτοῦ λόγον, ἔλεγεν αὐτοῖς τῇ Αἰγυπτιακῇ φωνῇ ταῦτα· τὰς μὲν γραφὰς ἱκανὰς εἶναι πρὸς διδασκαλίαν, ἡμᾶς δὲ καλὸν παρακαλεῖν ἀλλήλους ἐν τῇ πίστει, καὶ ἀλείφειν ἐν τοῖς λόγοις. 2. Καὶ ὑμεῖς τοίνυν ὡς τέκνα φέρετε τῷ πατρὶ λέγοντες εἴ τι οἴδατε· κἀγὼ δὲ ὡς τῇ ἡλικίᾳ πρεσβύτερος ὑμῶν, ἃ οἶδα καὶ ὧν πεπείραμαι μεταδίδωμι. 3.

Ἔστω δὲ προηγουμένως κοινὴ πᾶσιν αὕτη σπουδή, ἀρξαμένους μὴ ὑπενδοῦναι μηδὲ ἐκκακεῖν ἐν τοῖς πόνοις μηδὲ λέγειν· Ἐχρονίσαμεν ἐν τῇ ἀσκήσει· ἀλλὰ μᾶλλον καθ’ ἡμέραν ὡς ἀρχόμενοι, τὴν προθυμίαν ἐπαυξήσωμεν. 4. Ὅλος γὰρ ὁ τῶν ἀνθρώπων βίος βραχύτατός ἐστι, μετρούμενος πρὸς τοὺς μέλλοντας αἰῶνας, ὥστε καὶ πάντα τὸν χρόνον ἡμῶν μηδὲν εἶναι πρὸς τὴν αἰώνιον ζωήν. 5. Καὶ πᾶν μὲν πρᾶγμα ἐν τῷ κόσμῳ τοῦ ἀξίου πιπράσκεται, καὶ ἴσον ἴσῳ τις ἀντικαταλλάσσει, ἡ δὲ ἐπαγγελία τῆς αἰωνίου ζωῆς ὀλίγου τινὸς ἀγοράζεται. 6. Γέγραπται γάρ· «Αἱ ἡμέραι τῆς ζωῆς ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος.» 7. Ὅταν τοίνυν πάντα τὰ ὀγδοήκοντα ἔτη ἢ καὶ ἑκατὸν διαμείνωμεν ἐν τῇ ἀσκήσει, οὐκ ἴσα τοῖς ἑκατὸν ἔτεσι βασιλεύσομεν, ἀλλ’ ἀντὶ τῶν ἑκατὸν αἰῶνας αἰώνων βασιλεύσομεν. 8. Καὶ ἐπὶ γῆς ἀγωνισάμενοι, οὐκ ἐν γῇ κληρονομοῦμεν, ἀλλ’ ἐν οὐρανοῖς ἔχομεν τὰς ἐπαγγελίας. Πάλιν δὲ φθαρτὸν ἀποθέμενοι τὸ σῶμα, ἄφθαρτον ἀπολαμβάνομεν αὐτό. 1. Ὥστε τέκνα, μὴ ἐκκακῶμεν μηδὲ νομίζωμεν χρονίζειν ἢ μέγα τι ποιεῖν. «Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς δόξαν.» 2. Μηδὲ εἰς τὸν κόσμον βλέποντες νομίζωμεν μεγάλοις τισὶν ἀποτετάχθαι· καὶ γὰρ καὶ αὐτὴ πᾶσα ἡ γῆ βραχυτάτη πρὸς ὅλον τὸν οὐρανόν ἐστιν. 3.

Εἰ τοίνυν καὶ πάσης τῆς γῆς κύριοι ἐτυγχάνομεν καὶ ἀπετασσόμεθα τῇ γῇ πάσῃ, οὐδὲν ἄξιον ἦν πάλιν πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὡς γὰρ εἴ τις καταφρονήσειε μιᾶς χαλκῆς δραχμῆς, ἵνα κερδήσῃ χρυσᾶς δραχμὰς ἑκατόν, οὕτως ὁ πάσης τῆς γῆς κύριος ὢν καὶ ἀποτασσόμενος αὐτῇ, ὀλίγον ἀφίησι καὶ ἑκατονταπλασίονα λαμβάνει. 4. Εἰ δὲ οὐδὲ πᾶσα ἡ γῆ ἀξία τῶν οὐρανῶν ἐστιν, ὁ ἄρα ἀφεὶς ὀλίγας ἀρούρας, ὡς οὐδὲν καταλιμπάνων, κἂν οἰκίαν ἢ χρυσίον ἱκανὸν ἀφῇ, οὐκ ὀφείλει καυχᾶσθαι ἢ ἀκηδιᾶν. 5. Ἄλλως τε ὀφείλομεν λογίζεσθαι ὅτι, κἂν μὴ ἀφῶμεν δι’ ἀρετήν, ἀλλ’ ὕστερον ἀποθνῄσκοντες καταλιμπάνομεν αὐτὰ πολλάκις καὶ οἷς οὐ θέλομεν, ὡς ἐμνημόνευσεν ὁ Ἐκκλησιαστής. 6. Διὰ τί οὖν μὴ δι’ ἀρετὴν ἡμεῖς καταλιμπάνομεν, ἵνα καὶ βασιλείαν κληρονομήσωμεν; Διὰ τοῦτο μηδὲ τοῦ κτᾶσθαί τις ἡμῶν ἐπιθυμίαν λαμβανέτω. Τί γὰρ κέρδος ταῦτα κτᾶσθαι, ἃ μηδὲ αἴρομεν μεθ’ ἑαυτῶν; 7. Ἢ διὰ τί οὐ μᾶλλον ἐκεῖνα κτώμεθα, ἃ καὶ μεθ’ ἑαυτῶν ἆραι δυνάμεθα, ἅτινά ἐστι φρόνησις, σωφροσύνη, δικαιοσύνη, ἀνδρεία, σύνεσις, ἀγάπη, φιλοπτωχία, πίστις ἡ εἰς Χριστόν, ἀοργησία, φιλοξενία; Ταῦτα κτώμενοι, εὑρήσομεν αὐτὰ πρὸ ἑαυτῶν ἐκεῖ ποιοῦντα ξενίαν ἡμῖν ἐν τῇ γῇ τῶν πραέων. 1. Ὥστε καὶ ἐκ τούτων πειθέτω τις ἑαυτὸν μὴ ὀλιγωρεῖν· καὶ μάλιστα, ἐὰν λογίσηται δοῦλον ἑαυτὸν εἶναι τοῦ Κυρίου καὶ ὀφείλοντα τῷ δεσπότῃ δουλεύειν. 2.

Ὥσπερ οὖν ὁ δοῦλος οὐκ ἂν τολμήσῃ λέγειν· Ἐπειδὴ χθὲς εἰργασάμην, οὐκ ἐργάζομαι σήμερον οὐδὲ τὸν παρελθόντα χρόνον μετρῶν, παύσεται τῶν ἑξῆς ἡμερῶν, ἀλλὰ καθ’ ἡμέραν, ὡς ἐν τῷ εὐαγγελίῳ γέγραπται, τὴν αὐτὴν προθυμίαν δείκνυσιν, ἵνα τῷ κυρίῳ αὐτοῦ ἀρέσῃ καὶ μὴ κινδυνεύσῃ, οὕτω καὶ ἡμεῖς καθ’ ἡμέραν ἐπιμείνωμεν τῇ ἀσκήσει, εἰδότες ὅτι, ἐὰν μίαν ἡμέραν ἀμελήσωμεν, οὐ διὰ τὸν παρελθόντα χρόνον ἡμῖν συγχωρήσει, ἀλλὰ διὰ τὴν ἀμέλειαν ἀγανακτήσει καθ’ ἡμῶν. 3. Οὕτω καὶ ἐν τῷ Ἰεζεκιὴλ ἠκούσαμεν· οὕτω καὶ Ἰούδας διὰ νύκτα μίαν ἀπώλεσε καὶ τοῦ παρελθόντος χρόνου τὸν κάματον. 1. Ἐχώμεθα οὖν, τέκνα, τῆς ἀσκήσεως, καὶ μὴ ἀκηδιῶμεν. Ἔχομεν γὰρ ἐν τούτῳ καὶ τὸν Κύριον συνεργόν, ὡς γέγραπται· Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν «συνεργεῖ ὁ θεὸς εἰς τὸ ἀγαθόν». 2. Εἰς δὲ τὸ μὴ ὀλιγωρεῖν ἡμᾶς καλὸν τὸ τοῦ ἀποστόλου ῥητὸν μελετᾶν, τό «Καθ’ ἡμέραν ἀποθνῄσκω.» Ἂν γὰρ καὶ ἡμεῖς, ὡς ἀποθνῄσκοντες καθ’ ἡμέραν, οὕτω ζῶμεν, οὐχ ἁμαρτήσομεν. 3. Ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον ἵνα, ἐγειρόμενοι καθ’ ἡμέραν, νομίζωμεν μὴ μένειν ἕως ἑσπέρας, καὶ πάλιν μέλλοντες κοιμᾶσθαι, νομίζωμεν μὴ ἐγείρεσθαι, ἀδήλου φύσει καὶ τῆς ζωῆς ἡμῶν οὔσης καὶ μετρουμένης καθ’ ἡμέραν παρὰ τῆς προνοίας. 4.

Οὕτω δὲ διακείμενοι καὶ καθ’ ἡμέραν οὕτω ζῶντες, οὔτε ἁμαρτήσομεν οὔτε τινὸς ἐπιθυμίαν ἕξομεν οὔτε μηνιοῦμέν τινι οὔτε θησαυρίσομεν ἐπὶ τῆς γῆς, ἀλλ’ ὡς καθ’ ἡμέραν προσδοκῶντες ἀποθνῄσκειν, ἀκτήμονες ἐσόμεθα καὶ πᾶσι πάντα συγχωρήσομεν. 5. Ἐπιθυμίαν δὲ γυναικὸς ἢ ἄλλης ῥυπαρᾶς ἡδονῆς οὐδ’ ὅλως κρατήσομεν, ἀλλ’ ὡς παρερχομένην ἀποστραφησόμεθα, ἀγωνιῶντες ἀεὶ καὶ προβλέποντες τὴν ἡμέραν τῆς κρίσεως. Ἀεὶ γὰρ ὁ μείζων φόβος καὶ ὁ ἀγὼν τῶν βασάνων διαλύει τὸ λεῖον τῆς ἡδονῆς, καὶ τὴν ψυχὴν κλίνουσαν ἀνίστησιν. 1. Οὐκοῦν ἀρξάμενοι καὶ ἐπιβάντες ἤδη τῆς ὁδοῦ τῆς ἀρετῆς, ἐπεκτεινώμεθα μᾶλλον ἵνα φθάσωμεν. Καὶ μηδεὶς εἰς τὰ ὀπίσω στρεφέσθω, ὡς ἡ γυνὴ τοῦ Λώτ· μάλιστα ὅτι Κύριος εἴρηκεν· «Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» 2. Τὸ δὲ στραφῆναι οὐδὲν ἕτερόν ἐστιν ἢ μεταμεληθῆναι καὶ πάλιν κοσμικὰ φρονεῖν. Μὴ φοβεῖσθε δὲ ἀκούοντες περὶ ἀρετῆς μηδὲ ξενίζεσθε περὶ τοῦ ὀνόματος. 3. Οὐ γὰρ μακρὰν ἀφ’ ἡμῶν ἐστιν οὐδ’ ἔξωθεν ἡμῶν συνίσταται, ἐν ἡμῖν δέ ἐστι τὸ ἔργον καὶ εὔκολόν ἐστι τὸ πρᾶγμα, ἐὰν μόνον θελήσωμεν. 4. Ἕλληνες μὲν οὖν ἀποδημοῦσι καὶ θάλασσαν περῶσιν, ἵνα γράμματα μάθωσιν, ἡμεῖς δὲ οὐ χρείαν ἔχομεν οὔτε ἀποδημίας διὰ τὴν βασιλείαν τῶν οὐρανῶν οὔτε περᾶσαι θάλατταν διὰ τὴν ἀρετήν.

Φθάσας γὰρ εἶπεν ὁ Κύριος· «Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν.» 5. Οὐκοῦν ἡ ἀρετὴ τοῦ θέλειν ἡμῶν μόνου χρείαν ἔχει, ἐπειδήπερ ἐν ἡμῖν ἐστι καὶ ἐξ ἡμῶν συνίσταται. Τῆς γὰρ ψυχῆς τὸ νοερὸν κατὰ φύσιν ἐχούσης ἡ ἀρετὴ συνίσταται. 6. Κατὰ φύσιν δὲ ἔχει, ὅταν ὡς γέγονε μένῃ· γέγονε δὲ καλὴ καὶ εὐθὴς λίαν. Διὰ τοῦτο ὁ μὲν τοῦ Ναυῆ Ἰησοῦς παραγγέλλων ἔλεγε τῷ λαῷ· «Εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς Κύριον τὸν θεὸν Ἰσραήλ.» 7. Ὁ δὲ Ἰωάννης· «Εὐθείας ποιεῖτε τὰς τρίβους» ὑμῶν. Τὸ γὰρ εὐθεῖαν εἶναι τὴν ψυχήν, τοῦτό ἐστι τὸ κατὰ φύσιν νοερὸν αὐτῆς ὡς ἐκτίσθη. Πάλιν δὲ ὅταν κλίνῃ καὶ ἐν διαστροφῇ τοῦ κατὰ φύσιν γένηται, τότε κακία ψυχῆς λέγεται. 8. Οὐκοῦν οὐκ ἔστι δυσχερὲς τὸ πρᾶγμα. Ἐὰν γὰρ μείνωμεν ὡς γεγόναμεν, ἐν τῇ ἀρετῇ ἐσμεν· ἐὰν δὲ λογιζώμεθα τὰ φαῦλα, ὡς κακοὶ κρινόμεθα. 9. Εἰ μὲν οὖν ἔξωθεν ἦν ποριστέον τὸ πρᾶγμα, δυσχερὲς ὄντως ἦν· εἰ δὲ ἐν ἡμῖν ἐστι, φυλάξωμεν ἑαυτοὺς ἀπὸ λογισμῶν ῥυπαρῶν, καὶ ὡς παραθήκην λαβόντες, τηρήσωμεν τῷ Κυρίῳ τὴν ψυχὴν ἵν’ αὐτὸς ἐπιγνῷ τὸ ποίημα αὐτοῦ, οὕτως οὖσαν τὴν ψυχὴν ὥσπερ πεποίηκεν αὐτήν. 1. Ἔστω δὲ ἡμῖν ἀγών, ὥστε μὴ τυραννεῖν ἡμῶν θυμὸν μηδὲ κρατεῖν ἡμῶν ἐπιθυμίαν. Γέγραπται γὰρ ὅτι «ὀργὴ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐ κατεργάζεται· ἡ δὲ ἐπιθυμία, συλλαβοῦσα, τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία, ἀποτελεσθεῖσα, ἀποκύει θάνατον». 2.

Οὕτω δὲ πολιτευόμενοι νήφωμεν ἀσφαλῶς καί, ὡς γέγραπται, «πάσῃ φυλακῇ τηρήσωμεν ἑαυτῶν τὴν καρδίαν». Ἐχθροὺς γὰρ ἔχομεν δεινοὺς καὶ πανούργους, τοὺς πονηροὺς δαίμονας. 3. Καὶ πρὸς τούτους «ἐστὶν ἡμῖν ἡ πάλη, ὡς εἶπεν ὁ ἀπόστολος, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις». 4. Πολὺς μὲν οὖν αὐτῶν ἐστιν ὁ ὄχλος ἐν τῷ καθ’ ἡμᾶς ἀέρι, καὶ μακρὰν οὐκ εἰσὶν ἀφ’ ἡμῶν· πολλὴ δὲ τίς ἐστιν ἐν αὐτοῖς διαφορά. 5. Καὶ περὶ μὲν τῆς φύσεως αὐτῶν καὶ τῆς διαφορᾶς πολὺς ἂν εἴη λόγος, καὶ ἄλλων μειζόνων ἢ καθ’ ἡμᾶς ἐστι τὸ τοιοῦτον διήγημα· τὸ δὲ νῦν κατεπεῖγον καὶ ἀναγκαῖον ἡμῖν, γνῶναί ἐστι μόνον τὰς καθ’ ἡμῶν αὐτῶν πανουργίας. 1. Πρῶτον τοίνυν τοῦτο γινώσκωμεν ὅτι οἱ δαίμονες οὐ καθ’ ὃ δαίμονες καλοῦνται, οὕτω γεγόνασιν· οὐδὲν γὰρ κακὸν ἐποίησεν ὁ θεός. 2. Ἀλλὰ καλοὶ μὲν γεγόνασι καὶ αὐτοί, ἐκπεσόντες δὲ ἀπὸ τῆς οὐρανίου φρονήσεως, καὶ λοιπὸν περὶ τὴν γῆν καλινδούμενοι, τοὺς μὲν Ἕλληνας ἠπάτησαν ταῖς φαντασίαις, ἡμῖν δὲ τοῖς χριστιανοῖς φθονοῦντες, πάντα κινοῦσιν, θέλοντες ἐμποδίζειν ἡμᾶς τῆς εἰς οὐρανοὺς ἀνόδου, ἵνα μὴ ὅθεν ἐξέπεσον αὐτοὶ ἀνέλθωμεν ἡμεῖς. 3.

Διὸ καὶ πολλῆς εὐχῆς καὶ ἀσκήσεώς ἐστι χρεία, ἵνα τις, λαβὼν διὰ τοῦ πνεύματος χάρισμα διακρίσεως πνευμάτων, γνῶναι δυνηθῇ τὰ κατ’ αὐτούς, καὶ τίνες μέν εἰσιν αὐτῶν ἔλαττον φαῦλοι, τίνες δὲ ἐκείνων φαυλότεροι, καὶ περὶ ποῖον ἐπιτήδευμα ἕκαστος αὐτῶν ἔχει τὴν σπουδήν, καὶ πῶς ἕκαστος αὐτῶν ἀνατρέπεται καὶ ἐκβάλλεται. 4. Πολλὰ γὰρ αὐτῶν ἐστι τὰ πανουργεύματα καὶ τὰ τῆς ἐπιβουλῆς κινήματα.

Ὁ μὲν οὖν μακάριος ἀπόστολος καὶ οἱ κατ’ αὐτὸν ἤδεισαν τὰ τοιαῦτα λέγοντες· «Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν»· ἡμεῖς δὲ ἀφ’ ὧν ἐπειράθημεν παρ’ αὐτῶν, ὀφείλομεν ἀλλήλους ἀπ’ αὐτῶν διορθοῦσθαι. Ἐγὼ γοῦν, ἐκ μέρους πεῖραν αὐτῶν ἔχων, ὡς τέκνοις λέγω. 1. Οὗτοι μὲν οὖν, ἐὰν ἴδωσι καὶ πάντας μὲν χριστιανούς, μάλιστα δὲ μοναχούς, φιλοπονοῦντας καὶ προκόπτοντας, πρῶτον μὲν ἐπιχειροῦσι καὶ πειράζουσιν ἐχόμενα τρίβου τιθέναι σκάνδαλα· σκάνδαλα δὲ αὐτῶν εἰσιν οἱ ῥυπαροὶ λογισμοί. 2. Οὐ δεῖ δὲ ἡμᾶς φοβεῖσθαι τὰς ὑποβολὰς αὐτῶν· εὐχαῖς γὰρ καὶ νηστείαις καὶ τῇ εἰς τὸν Κύριον πίστει πίπτουσιν εὐθὺς ἐκεῖνοι. Ἀλλὰ καὶ πεσόντες οὐ παύονται, αὖθις δὲ πάλιν προσέρχονται πανούργως καὶ δολίως. 3. Ἐπειδὰν γὰρ ἐκ φανεροῦ καὶ ῥυπαρῶς δι’ ἡδονῆς μὴ δυνηθῶσιν ἀπατῆσαι τὴν καρδίαν, ἄλλως πάλιν ἐπιβαίνουσιν. Καὶ λοιπὸν φαντασίας ἀναπλάττοντες ἐκφοβεῖν προσποιοῦνται, μετασχηματιζόμενοι καὶ μιμούμενοι γυναῖκας, θηρία, ἑρπετὰ καὶ μεγέθη σωμάτων καὶ πλῆθος στρατιωτῶν. Ἀλλ’ οὐδὲ οὕτως δεῖ τὰς τούτων φαντασίας δειλιᾶν. 4. Οὐδὲν γάρ εἰσιν, ἀλλὰ καὶ ταχέως ἀφανίζονται, ἐὰν μάλιστα τῇ πίστει καὶ τῷ σημείῳ τοῦ σταυροῦ τις ἑαυτὸν περιφράττῃ. 5. Τολμηροὶ δέ εἰσι καὶ λίαν ἀναιδεῖς. Ἐὰν γὰρ καὶ οὕτως ἡττηθῶσιν, ἄλλῳ τρόπῳ πάλιν ἐπιβαίνουσιν.

Καὶ προσποιοῦνται μαντεύεσθαι καὶ προλέγειν τὰ μεθ’ ἡμέρας ἐρχόμενα, δεικνύειν τε ἑαυτοὺς ὑψηλοὺς ἄχρι τῆς στέγης φθάνοντας καὶ πλατεῖς τῷ μεγέθει ἵνα, οὓς οὐκ ἠδυνήθησαν ἀπατῆσαι τοῖς λογισμοῖς, κἂν ταῖς τοιαύταις φαντασίαις ὑφαρπάσωσιν. 6. Ἐὰν δὲ καὶ οὕτως εὕρωσι τὴν ψυχὴν ἠσφαλισμένην τῇ πίστει καὶ τῇ ἐλπίδι τῆς διανοίας, λοιπὸν ἐπάγονται τὸν ἄρχοντα ἑαυτῶν. 1. Καὶ φαίνεσθαι αὐτοὺς πολλάκις ἔλεγε τοιούτους, οἷον τὸν διάβολον τῷ Ἰὼβ ὁ Κύριος ἀπεκάλυψε λέγων· «Οἱ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου. Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι καὶ διαρριπτοῦνται ἐσχάραι πυρός· ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων. Ἡ ψυχὴ αὐτοῦ ἄνθρακες· φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται.» 2. Τοιοῦτος δὲ φαινόμενος ὁ τῶν δαιμόνων ἄρχων, ἐκφοβεῖ, καθὰ προεῖπον, μεγάλα λαλῶν ὁ πανοῦργος, ὡς πάλιν ἐξήλεγξεν αὐτὸν ὁ Κύριος, τῷ μὲν Ἰὼβ λέγων· «Ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. 3. Ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον ὡς περίπατον»· διὰ δὲ τοῦ προφήτου· «Εἶπεν ὁ ἐχθρός· Διώξας καταλήψομαι» καί· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς νεοσσιὰν καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ.»

Καὶ ὅλως τοιαῦτα κομπάζειν ἐπιχειροῦσι καὶ ἐπαγγέλλονται τάχα πως ἀπατήσωσι τοὺς θεοσεβοῦντας. 4. Ἀλλ’ ἡμᾶς οὐδ’ οὕτως πάλιν χρὴ τοὺς πιστοὺς τάς τε φαντασίας αὐτοῦ φοβεῖσθαι καὶ ταῖς φωναῖς αὐτοῦ προσέχειν.

Ψεύδεται γὰρ καὶ οὐδὲν ὅλως ἀληθὲς λαλεῖ. Ἀμέλει τοιαῦτα καὶ τοσαῦτα λαλῶν καὶ θρασυνόμενος, ὡς μὲν δράκων εἱλκύσθη τῷ ἀγκίστρῳ παρὰ τοῦ Σωτῆρος, ὡς δὲ κτῆνος φορβαίαν ἔλαβε περὶ τὰς ῥῖνας, ὡς δὲ δραπέτης κρίκῳ δέδεται τοὺς μυκτῆρας καὶ ψελλίῳ τετρύπηται τὰ χείλη. 5. Καὶ δέδεται μὲν παρὰ τοῦ Κυρίου ὡς στρουθίον εἰς τὸ καταπαίζεσθαι παρ’ ἡμῶν· τέθεινται δὲ αὐτός τε καὶ οἱ σὺν αὐτῷ δαίμονες ὡς σκορπίοι καὶ ὄφεις εἰς τὸ καταπατεῖσθαι παρ’ ἡμῶν τῶν χριστιανῶν. 6. Καὶ τούτου γνώρισμα, τὸ νῦν ἡμᾶς πολιτεύεσθαι κατ’ αὐτοῦ. Ὁ γὰρ τὴν θάλασσαν ἐπαγγελλόμενος ἐξαλείφειν καὶ τὴν οἰκουμένην καταλαμβάνειν, ἰδοὺ νῦν οὐ δύναται κωλῦσαι τὴν ἄσκησιν ὑμῶν, ἀλλ’ οὐδὲ ἐμὲ λαλοῦντα κατ’ αὐτοῦ. 7. Μὴ τοίνυν προσέχωμεν οἷς ἂν λαλῇ (ψεύδεται γάρ) μηδὲ δειλιῶμεν αὐτοῦ τὰς φαντασίας, ψευδεῖς καὶ αὐτὰς τυγχανούσας. 8. Οὐ γὰρ φῶς ἐστιν ἀληθὲς τὸ φαινόμενον ἐν αὐτοῖς, τοῦ δὲ ἡτοιμασμένου πυρὸς αὐτοῖς μᾶλλον τὰ προοίμια καὶ τὰς εἰκόνας φέρουσιν, καὶ ἐν οἷς κατακαίεσθαι μέλλουσιν, ἐν τούτοις τοὺς ἀνθρώπους ἐκφοβεῖν πειράζουσιν. 9. Ἀμέλει φαίνονται καὶ πάραυτα πάλιν ἀφανίζονται, βλάψαντες μὲν οὐδένα τῶν πιστῶν, φέροντες δὲ μεθ’ ἑαυτῶν τὴν ἀφομοίωσιν τοῦ μέλλοντος αὐτοὺς δέχεσθαι πυρός. Ὅθεν οὐδὲ οὕτω φοβεῖσθαι τούτους προσήκει· πάντα γὰρ αὐτῶν διὰ τὴν τοῦ Κυρίου χάριν εἰς οὐδέν ἐστι τὰ ἐπιτηδεύματα. 1.

Δόλιοι δέ εἰσι καὶ ἕτοιμοι πρὸς πάντα μεταβάλλεσθαι καὶ σχηματίζεσθαι. Πολλάκις γοῦν καὶ ψάλλειν μετ’ ᾠδῆς προσποιοῦνται μὴ φαινόμενοι, καὶ μνημονεύουσι τῶν ἀπὸ τῶν γραφῶν λέξεων. 2. Ἔστι δὲ ὅτε καὶ ἀναγινωσκόντων ἡμῶν, εὐθὺς ὥσπερ ἠχὼ λέγουσιν αὐτοὶ ταῦτα πολλάκις ἅπερ ἀνέγνωσται, πολλάκις δὲ καὶ κοιμωμένους ἡμᾶς διεγείρουσιν εἰς προσευχάς. Καὶ τοῦτο συνεχῶς ποιοῦσιν, σχεδὸν μὴ ἐπιτρέποντες ἡμῖν μηδὲ κοιμᾶσθαι. 3. Ἔστι δὲ ὅτε καὶ ἀποτυποῦντες ἑαυτοὺς εἰς σχήματα μοναχῶν, ὡς εὐλαβεῖς προσποιοῦνται λαλεῖν, ἵνα τῷ ὁμοίῳ σχήματι πλανήσωσι καὶ λοιπὸν ἔνθα θέλουσιν ἑλκύσωσι τοὺς ἀπατηθέντας παρ’ αὐτῶν. 4. Ἀλλ’ οὐ χρὴ προσέχειν αὐτοῖς, κἂν εἰς προσευχὴν ἐγείρωσιν, κἂν συμβουλεύωσι μηδ’ ὅλως ἐσθίειν, κἂν κατηγορεῖν καὶ ὀνειδίζειν προσποιῶνται, ἐν οἷς ποτε συνέγνωσαν ἡμῖν. Οὐ γὰρ δι’ εὐλάβειαν ἢ ἀλήθειαν ταῦτα ποιοῦσιν, ἀλλ’ ἵνα τοὺς ἀκεραίους εἰς ἀπόγνωσιν ἐνέγκωσιν καὶ ἀνωφελῆ τὴν ἄσκησιν εἴπωσιν, ναυτιᾶσαί τε ποιήσωσι τοὺς ἀνθρώπους, ὡς φορτικοῦ καὶ βαρυτάτου ὄντος τοῦ μονήρους βίου, καὶ ἐμποδίσωσι τοὺς κατ’ αὐτῶν πολιτευομένους. 1. Ὁ μὲν οὖν προφήτης ἀποσταλεὶς παρὰ τοῦ Κυρίου ἐταλάνιζε τοὺς τοιούτους λέγων· Οὐαὶ «ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν». Τὰ γὰρ τοιαῦτα ἐπιτηδεύματα καὶ ἐνθυμήματα ἀνατρεπτικὰ τῆς εἰς ἀρετὴν φερούσης ἐστὶν ὁδοῦ. 2.

Ὁ δὲ Κύριος αὐτὸς δι’ ἑαυτοῦ, καίτοι τἀληθῆ λέγοντας τοὺς δαίμονας (ἀληθῆ γὰρ ἔλεγον· «Σὺ εἶ ὁ Υἱὸς θεοῦ»), ὅμως ἐφίμου· 3. καὶ λαλεῖν ἐκώλυεν, μή ποτε μετὰ τῆς ἀληθείας καὶ τὴν ἰδίαν κακίαν ἐπισπείρωσιν, καὶ ἵνα καὶ ἡμᾶς συνεθίσῃ μηδέποτε τοῖς τοιούτοις προσέχειν, κἂν δοκῶσι τἀληθῆ λέγειν. 4. Καὶ γὰρ ἀπρεπές, ἔχοντας ἡμᾶς τὰς γραφὰς καὶ τὴν παρὰ τοῦ Σωτῆρος ἐλευθερίαν, διδάσκεσθαι παρὰ τοῦ διαβόλου, τοῦ μὴ τηρήσαντος τὴν ἰδίαν τάξιν, ἀλλ’ ἕτερα ἀνθ’ ἑτέρων φρονήσαντος. 5. Διὰ τοῦτο καὶ λαλοῦντα τοῦτον τὰς ἀπὸ τῶν γραφῶν λέξεις κωλύει λέγων· «Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός·

Ἵνα τί σὺ ἐκδιηγεῖ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;» 6. Πάντα γὰρ ποιοῦσι (καὶ λαλοῦσι καὶ θορυβοῦσι καὶ ὑποκρίνονται καὶ ταράττουσι) πρὸς ἀπάτην τῶν ἀκεραίων. Καὶ κτύπους γοῦν ποιοῦσι καὶ κροτοῦσι καὶ γελῶσιν ἀφρόνως καὶ συρίττουσιν. Ἂν δὲ μή τις αὐτοῖς προσέχῃ, λοιπὸν κλαίουσι καὶ θρηνοῦσιν ὡς ἡττηθέντες. 1. Ὁ μὲν οὖν Κύριος ὡς θεὸς ἐφίμου τοὺς δαίμονας· ἡμᾶς δέ, μαθόντας ἀπὸ τῶν ἁγίων, πρέπει κατ’ ἐκείνους ποιεῖν, καὶ μιμεῖσθαι τὴν ἀνδρείαν αὐτῶν. 2. Καὶ γὰρ κἀκεῖνοι ταῦτα βλέποντες ἔλεγον· «Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν.» 3. Καὶ πάλιν· «Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Καὶ ἐγενήθην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων.» 4. Οὐκοῦν καὶ ἡμεῖς μήτε ἀκούωμεν αὐτῶν ὡς ἀλλοτρίων ὄντων ἡμῶν, μήτε ὑπακούωμεν αὐτῶν, κἂν εἰς εὐχὴν ἐγείρωσιν, κἂν λαλῶσι περὶ νηστειῶν. Τῇ δὲ προθέσει τῆς ἀσκήσεως ἑαυτῶν μᾶλλον προσέχωμεν, καὶ μὴ παρ’ ἐκείνων ἀπατώμεθα πάντα πραττόντων μετὰ δόλου. 5. Οὐ δεῖ δὲ φοβεῖσθαι αὐτούς, κἂν ἐπέρχεσθαι δοκῶσι, κἂν θάνατον ἀπειλῶσιν· ἀσθενεῖς γάρ εἰσι καὶ οὐδὲν δύνανται ἢ μόνον ἀπειλεῖν. 1. Ἤδη μὲν οὖν περὶ τούτου παρερχόμενος εἴρηκα· καὶ νῦν δὲ πλατύτερον εἰπεῖν τὰ αὐτὰ οὐκ ὀκνητέον· ἀσφαλὴς γὰρ ὑμῖν ἡ ὑπόμνησις ἔσται.

Ἐπιδημήσαντος τοῦ Κυρίου πέπτωκεν ὁ ἐχθρός, καὶ ἠσθένησαν αἱ δυνάμεις αὐτοῦ. 2. Διὰ τοῦτο γοῦν μηδὲν δυνάμενος ὅμως ὡς τύραννος, καὶ πεσών, οὐκ ἠρεμεῖ, ἀλλὰ κἂν λόγοις μόνον ἀπειλεῖ. Καὶ τοῦτο ἕκαστος ὑμῶν λογιζέσθω, καὶ δύναται καταφρονεῖν τῶν δαιμόνων. 3. Εἰ μὲν οὖν τοιούτοις σώμασιν ἦσαν ἐνδεθέντες ὥσπερ ἐσμὲν ἡμεῖς, δυνατὸν ἦν αὐτοῖς λέγειν, ὅτι Κρυπτομένους μὲν τοὺς ἀνθρώπους οὐχ εὑρίσκομεν, εὑρόντες δὲ βλάπτομεν. 4. Ἠδυνάμεθα δὲ καὶ ἡμεῖς κρυπτόμενοι λανθάνειν αὐτούς, κλείοντες κατ’ αὐτῶν τὰς θύρας. 5. Εἰ δὲ οὐκ εἰσὶν οὕτως, ἀλλὰ κεκλεισμένων τῶν θυρῶν εἰσελθεῖν δύνανται, καὶ ἐν τῷ παντὶ ἀέρι τυγχάνουσιν αὐτοί τε καὶ ὁ τούτων πρῶτος διάβολος, εἰσὶ δὲ κακοθελεῖς καὶ πρὸς τὸ βλάπτειν ἕτοιμοι καί, ὡς εἶπεν ὁ Σωτήρ, ἐξ ἀρχῆς ἀνθρωποκτόνος ἐστὶν ὁ τῆς κακίας πατὴρ διάβολος, ζῶμεν δὲ νῦν ἡμεῖς καὶ μᾶλλον κατ’ αὐτοῦ πολιτευόμεθα, δῆλοί εἰσι μηδὲν ἰσχύοντες. Οὔτε γὰρ τόπος αὐτοὺς εἰς τὸ ἐπιβουλεύειν κωλύει οὔτε φίλους ἡμᾶς ὁρῶσιν, ἵνα φείσωνται, οὔτε φιλάγαθοί εἰσιν, ἵνα διορθώσωνται, ἀλλὰ καὶ μᾶλλόν εἰσι πονηροὶ καὶ οὐδέν ἐστιν αὐτοῖς περισπούδαστον ὡς τὸ βλάπτειν τοὺς φιλαρέτους καὶ θεοσεβοῦντας. 6. Διὰ δὲ τὸ μηδὲν δύνασθαι ποιεῖν, διὰ τοῦτο οὐδὲν ποιοῦσιν ἢ μόνον ἀπειλοῦσιν.

Εἰ γὰρ ἠδύναντο, οὐκ ἔμελλον, ἀλλ’ εὐθὺς ἐνήργουν τὸ κακόν, ἑτοίμην ἔχοντες εἰς τοῦτο τὴν προαίρεσιν, καὶ μάλιστα καθ’ ἡμῶν. Ἰδοὺ γοῦν νῦν συνελθόντες κατ’ αὐτῶν λαλοῦμεν, καὶ ἴσασιν ὅτι προκοπτόντων ἡμῶν ἀσθενοῦσιν αὐτοί. 7. Εἰ τοίνυν εἶχον ἐξουσίαν, οὐδένα ἂν ἡμῶν τῶν χριστιανῶν ἀφῆκαν ζῆν· «βδέλυγμα γὰρ ἁμαρτωλῷ θεοσέβεια». 8. Ἐπειδὴ δὲ οὐδὲν δύνανται, διὰ τοῦτο μᾶλλον ἑαυτοὺς τιτρώσκουσιν, ὅτι μηδὲν δύνανται ποιεῖν ὧν ἀπειλοῦσιν. Ἔπειτα κἀκεῖνο λογίζεσθαι χρή, πρὸς τὸ μὴ φοβεῖσθαι τούτους· εἰ τὸ δυνατὸν ὑπῆρχεν αὐτοῖς, οὐκ ἤρχοντο μετ’ ὄχλου οὐδὲ φαντασίας ἐποίουν οὐδὲ μετασχηματιζόμενοι ἐμεθόδευον, ἀλλ’ ἤρκει καὶ μόνον ἐλθεῖν ἕνα, καὶ ποιῆσαι τοῦτο ὅπερ δύναται καὶ βούλεται· καὶ μάλιστα ὅτι πᾶς ὁ τὴν ἐξουσίαν ἔχων οὐ μετὰ φαντασίας ἀναιρεῖ οὐδὲ τοῖς ὄχλοις ἐκφοβεῖ, ἀλλ’ εὐθὺς ὡς βούλεται τῇ ἐξουσίᾳ κατακέχρηται. 9. Ἀλλ’ οἱ δαίμονες, μηδὲν δυνάμενοι, παίζουσιν ὡς ἐπὶ σκηνῆς, ἀλλάττοντες τὰς μορφὰς καὶ τοὺς παῖδας ἐκφοβοῦντες τῇ τῶν ὄχλων φαντασίᾳ καὶ τοῖς σχηματισμοῖς· ἐξ ὧν μᾶλλον καταφρονητέοι ὡς ἀσθενεῖς ὀφείλουσιν εἶναι. 10. Ὁ γοῦν ἀληθινὸς ἄγγελος, ἀποσταλεὶς παρὰ τοῦ Κυρίου κατὰ τῶν Ἀσσυρίων, οὐ χρείαν ἔσχεν ὄχλων, οὐ φαντασίας τῆς ἔξωθεν, οὐ κτύπων, οὐ κρότων ἀλλ’ ἠρέμα τῇ ἐξουσίᾳ ἐκέχρητο καὶ ἀνεῖλεν εὐθὺς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.

Οἱ δὲ μηδὲν δυνάμενοι, οἷοί εἰσιν οἱ δαίμονες, οὗτοι κἂν ταῖς φαντασίαις πειράζουσιν ἐκφοβεῖν. 1. Ἐὰν δέ τις τὰ τοῦ Ἰὼβ λογίσηται, καὶ εἴπῃ·

Διὰ τί οὖν ἐξελθὼν ὁ διάβολος πάντα κατ’ αὐτοῦ πεποίηκεν; Καὶ τῶν μὲν ὑπαρχόντων αὐτὸν ἐψίλωσεν, τὰ δὲ τέκνα ἀνεῖλε καὶ ἔπαισεν αὐτὸν ἕλκει πονηρῷ, γινωσκέτω πάλιν ὁ τοιοῦτος, ὡς οὐκ ἦν ὁ διάβολος ὁ ἰσχύων, ἀλλ’ ὁ θεὸς ὁ παραδοὺς αὐτῷ πρὸς πεῖραν τὸν Ἰώβ. 2. Ἀμέλει μηδὲν δυνάμενος ποιῆσαι, ᾔτησε καὶ λαβὼν λοιπὸν πεποίηκεν. 3. Ὥστε καὶ ἐκ τούτου μᾶλλον καταγνωστέος ἐστὶν ὁ ἐχθρὸς ὅτι, καίτοι θέλων, οὐδὲ καθ’ ἑνὸς ἴσχυσεν ἀνθρώπου δικαίου. Εἰ γὰρ ἴσχυσεν, οὐκ ἂν ᾔτησεν· αἰτήσας δὲ οὐχ ἅπαξ ἀλλὰ καὶ δεύτερον, φαίνεται ἀσθενὴς καὶ μηδὲν δυνάμενος. 4. Καὶ οὐ θαυμαστὸν εἰ κατὰ τοῦ Ἰὼβ οὐκ ἴσχυσεν, ὅπου γε οὐδὲ κατὰ τῶν κτηνῶν αὐτοῦ ἐγένετο, εἰ μὴ συγχωρήσας ἦν ὁ θεός. 5. Ἀλλ’ οὐδὲ κατὰ χοίρων ἔχει τὴν ἐξουσίαν. «Παρεκάλουν» γάρ, ὡς ἐν τοῖς εὐαγγελίοις γέγραπται, τὸν Κύριον, «λέγοντες· Ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τοὺς χοίρους.» Εἰ δὲ μηδὲ χοίρων ἔχουσιν ἐξουσίαν, πολλῷ μᾶλλον τῶν κατ’ εἰκόνα θεοῦ γεγενημένων ἀνθρώπων οὐκ ἔχουσιν ἐξουσίαν. 1. Τὸν θεὸν ἄρα μόνον δεῖ φοβεῖσθαι, τούτων δὲ καταφρονεῖν καὶ μηδ’ ὅλως αὐτοὺς προσποιεῖσθαι. Ἀλλὰ καὶ μᾶλλον ὅσῳ ταῦτα ποιοῦσιν, ἐπιτείνωμεν ἡμεῖς τὴν ἄσκησιν κατ’ αὐτῶν. 2. Μέγα γὰρ ὅπλον ἐστὶ κατ’ αὐτῶν βίος ὀρθὸς καὶ ἡ πρὸς θεὸν πίστις.

Φοβοῦνται γοῦν τῶν ἀσκητῶν τὴν νηστείαν, τὴν ἀγρυπνίαν, τὰς εὐχάς, τὸ πρᾶον, τὸ ἥσυχον, τὸ ἀφιλάργυρον, τὸ ἀκενόδοξον, τὴν ταπεινοφροσύνην, τὸ φιλόπτωχον, τὰς ἐλεημοσύνας, τὸ ἀόργητον, καὶ προηγουμένως τὴν εἰς τὸν Χριστὸν εὐσέβειαν. 3. Διὰ τοῦτο γὰρ καὶ πάντα ποιοῦσιν, ἵνα μὴ ἔχωσι τοὺς πατοῦντας αὐτούς. Ἴσασι γὰρ τὴν κατ’ αὐτῶν δοθεῖσαν χάριν τοῖς πιστοῖς παρὰ τοῦ Σωτῆρος, λέγοντος αὐτοῦ· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» 1. Ἂν τοίνυν καὶ προλέγειν ὑποκρίνωνται, μὴ προσποιείσθω τις. Πολλάκις γὰρ πρὸ ἡμερῶν λέγουσι τοὺς μεθ’ ἡμέρας ἀπαντῶντας ἀδελφούς· καὶ ἔρχονται μὲν ἐκεῖνοι. Ποιοῦσι δὲ τοῦτο οὗτοι, οὐ κηδόμενοι τῶν ἀκουόντων, ἀλλ’ ἵνα πιστεύειν αὐτοῖς πείσωσιν αὐτούς, καὶ τότε λοιπὸν ὑποχειρίους ἔχοντες ἀπολέσωσιν. 2. Ὅθεν οὐ δεῖ προσέχειν αὐτοῖς, ἀλλὰ καὶ λέγοντας ἀνατρέπειν χρή, ὅτι μὴ χρείαν ἔχομεν ἡμεῖς τούτων. Τί γὰρ θαυμαστόν, εἰ λεπτοτέροις χρώμενοι σώμασι μᾶλλον τῶν ἀνθρώπων, τοὺς ἀρξαμένους ὁδεύειν ἑωρακότες, προλαμβάνουσι τῷ δρόμῳ καὶ ἀπαγγέλλουσιν; 3. Τοῦτο καὶ ἵππῳ τις ἐπικαθήμενος προλέγει τοῦ ὁδεύοντος τοῖς ποσίν. Ὥστε οὐδ’ ἐν τούτῳ χρὴ θαυμάζειν αὐτούς.

Οὐδὲν γὰρ τῶν μὴ γενομένων προγινώσκουσιν, ἀλλὰ μόνος ὁ θεός ἐστιν ὁ τὰ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν. 4. Οὗτοι δὲ ἃ βλέπουσιν, ὡς κλέπται, προτρέχοντες ἀπαγγέλλουσιν. Πόσοις νῦν τὰ ἡμῶν, καὶ ὅτι συνήλθομεν καὶ ὁμιλοῦμεν κατ’ αὐτῶν, σημαίνουσιν, πρὶν παρ’ ἡμῶν τις ἀπελθὼν ἀπαγγείλῃ. 5. Τοῦτο δὲ καὶ παῖς τις ταχυδρόμος ποιῆσαι δύναται, καὶ προλαβεῖν τὸν βραδύνοντα. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. Ἄν τις ἄρξηται περιπατεῖν ἀπὸ τῆς Θηβαΐδος, ἢ ἀπό τινος ἄλλης χώρας, πρὶν μὲν ἄρξηται περιπατεῖν, οὐκ ἴσασιν εἰ περιπατήσει.

Περιπατοῦντα δὲ τοῦτον ἑωρακότες προτρέχουσιν, καὶ πρὶν ἐλθεῖν αὐτόν, ἀπαγγέλλουσιν. 6. Καὶ οὕτω συμβαίνει τοῦτον μεθ’ ἡμέρας ἐλθεῖν. Πολλάκις δὲ τῶν περιπατούντων ὑποστρεφόντων ἐψεύσαντο αὐτοί. 1. Οὕτω καὶ περὶ τοῦ ποταμίου ὕδατος ἔστιν ὅτε φλυαροῦσιν. Ἑωρακότες γὰρ πολλοὺς ὑετοὺς γινομένους ἐν τοῖς τῆς Αἰθιοπίας μέρεσιν, καὶ εἰδότες, ὡς ἐξ ἐκείνων ἡ πλημμύρα τοῦ ποταμοῦ γίνεται, πρὶν ἐλθεῖν εἰς τὴν Αἴγυπτον τὸ ὕδωρ, προτρέχοντες λέγουσιν. 2. Τοῦτο δ’ ἂν καὶ οἱ ἄνθρωποι εἰρήκασιν, εἰ τοσοῦτον ἠδύναντο δραμεῖν, ὅσον ἐκεῖνοι. 3. Καὶ ὥσπερ ὁ σκοπὸς τοῦ Δαβίδ, ἀνερχόμενος εἰς ὑψηλόν, μᾶλλον τοῦ κάτω μένοντος προέβλεπε τὸν ἐρχόμενον, καὶ αὐτὸς δὲ ὁ προτρέχων ἔλεγε πρὸ τῶν ἄλλων, οὐ τὰ μὴ γενόμενα, ἀλλὰ τὰ ἤδη ὁδεύοντα καὶ γινόμενα, οὕτω καὶ οὗτοι κάμνειν αἱροῦνται καὶ σημαίνουσιν ἀλλήλοις, ἵνα μόνον ἀπατῶσιν. 4. Ἂν μέντοι ἡ πρόνοια μεταξύ τι βουλεύσηται περὶ τῶν ὑδάτων ἢ τῶν ὁδευόντων (ἔξεστι γὰρ αὐτῇ), ἐψεύσαντο οἱ δαίμονες, καὶ ἠπατήθησαν οἱ προσεσχηκότες αὐτοῖς. 1. Οὕτω συνέστη τὰ τῶν Ἑλλήνων μαντεῖα καὶ οὕτως ἐπλανήθησαν παρὰ τῶν δαιμόνων τὸ πρίν, ἀλλὰ καὶ οὕτω πέπαυται λοιπὸν ἡ πλάνη. Ἦλθε γὰρ ὁ Κύριος ὁ σὺν αὐτῇ τῇ πανουργίᾳ αὐτῶν καὶ τοὺς δαίμονας καταργήσας. 2.

Οὐδὲν γὰρ γινώσκουσιν ἀφ’ ἑαυτῶν, ἀλλ’ ὡς κλέπται, ἃ παρ’ ἄλλοις ὁρῶσιν, ταῦτα διαβάλλουσι καὶ μᾶλλον στοχασταί εἰσιν ἢ προγνῶσται. Διό, κἂν ἀληθῆ ποτε τὰ τοιαῦτα λέγωσιν, μηδ’ οὕτως αὐτοὺς θαυμαζέτω τις. 3. Καὶ γὰρ καὶ ἰατροὶ πεῖραν ἔχοντες τῶν νοσημάτων, ἐπειδὰν θεωρήσωσιν ἐν ἄλλοις τὴν αὐτὴν νόσον, πολλάκις στοχαζόμενοι ἀπὸ τῆς συνηθείας προλέγουσιν. 4. Καὶ κυβερνῆται δὲ καὶ γεωργοὶ πάλιν, ἀπὸ τῆς συνηθείας βλέποντες τὴν τοῦ ἀέρος κατάστασιν, προλέγουσιν χειμῶνα ἢ εὔδιον ἀέρα ἔσεσθαι· καὶ οὐ διὰ τοῦτο ἐκ θείας ἐπιπνοίας αὐτοὺς ἄν τις εἴποι προλέγειν, ἀλλ’ ἀπὸ τῆς πείρας καὶ τῆς συνηθείας. 5. Ὅθεν εἰ καὶ οἱ δαίμονες τὰ αὐτά ποτε στοχαζόμενοι προλέγουσιν, μὴ διὰ τοῦτό τις αὐτοὺς θαυμαζέτω μηδὲ προσεχέτω τούτοις. Τί γὰρ χρήσιμον καὶ τοῖς ἀκούουσι τὸ εἰδέναι παρὰ τούτων πρὸ ἡμερῶν τὰ ἐρχόμενα; Ἢ ποία σπουδὴ τὰ τοιαῦτα γινώσκειν, κἂν ἀληθῶς γινώσκῃ; Οὐ γὰρ ἀρετῆς ἐστι τοῦτο ποιητικόν, οὐδὲ ἤθους ἀγαθοῦ πάντως ἐστὶ τοῦτο γνώρισμα. 6. Οὐδεὶς γὰρ ἡμῶν κρίνεται διὰ τί οὐκ οἶδεν, καὶ οὐδεὶς μακαρίζεται ὅτι μεμάθηκε καὶ ἔγνω, ἀλλ’ ἐν τούτοις ἕκαστος ἔχει τὴν κρίσιν, εἰ τὴν πίστιν τετήρηκε καὶ τὰς ἐντολὰς γνησίως ἐφύλαξεν. 1. Ὅθεν οὐ δεῖ περὶ πολλοῦ ποιεῖσθαι ταῦτα οὐδὲ διὰ ταῦτα ἀσκεῖσθαι καὶ πονεῖν, ἵνα προγινώσκωμεν, ἀλλ’ ἵνα θεῷ καλῶς ἀρέσωμεν.

Εὔχεσθαί τε χρή, οὐχ ἵνα προγινώσκωμεν οὐδὲ τοῦτον τῆς ἀσκήσεως ἀπαιτεῖν μισθόν, ἀλλ’ ἵνα συνεργὸς ἡμῖν εἰς τὴν κατὰ τοῦ διαβόλου νίκην ὁ Κύριος γένηται. 2. Εἰ δὲ ἅπαξ καὶ τοῦ προγινώσκειν ἡμῖν μέλει, καθαρεύωμεν τῇ διανοίᾳ. Ἐγὼ γὰρ πιστεύω, ὅτι καθαρεύσασα ψυχὴ πανταχόθεν καὶ κατὰ φύσιν ἑστῶσα, δύναται, διορατικὴ γενομένη, πλείονα καὶ μακρότερα βλέπειν τῶν δαιμόνων, ἔχουσα τὸν ἀποκαλύπτοντα Κύριον αὐτῇ. 3. Οἵα ἦν ἡ τοῦ Ἐλισσαίου βλέπουσα τὰ τοῦ Γιεζῆ καὶ ὁρῶσα τὰς περὶ αὐτὴν ἑστώσας δυνάμεις. 1. Ὅταν τοίνυν νυκτὸς ἔρχωνται πρὸς ὑμᾶς καὶ θέλωσι τὰ μέλλοντα λαλεῖν ἢ λέγωσιν· Ἡμεῖς ἐσμεν οἱ ἄγγελοι, μὴ προσέχετε, ψεύδονται γάρ. Ἂν δὲ καὶ ἐπαινῶσι τὴν ἄσκησιν ὑμῶν καὶ μακαρίζωσιν ὑμᾶς, μήτε ὑπακούετε, μήθ’ ὅλως προσποιεῖσθε τούτους. 2. Σφραγίζετε δὲ μᾶλλον ἑαυτοὺς καὶ τὸν οἶκον, καὶ εὔχεσθε· καὶ ὄψεσθε τούτους γινομένους ἀφανεῖς. 3. Δειλοὶ γάρ εἰσι, καὶ πάνυ φοβοῦνται τὸ σημεῖον τοῦ Κυριακοῦ σταυροῦ, ἐπειδήπερ ἐν αὐτῷ τούτους ἀπεκδυσάμενος, παρεδειγμάτισεν ὁ Σωτήρ. Ἐὰν δὲ καὶ ἀναιδέστερον στήκωσιν, ἐξορχούμενοι καὶ ποικιλλόμενοι ταῖς φαντασίαις, μὴ δειλιάσητε μηδὲ πτήξητε μηδὲ ὡς καλοῖς αὐτοῖς προσέχητε. 4. Καὶ γὰρ τὴν τῶν φαύλων καὶ τῶν ἀγαθῶν παρουσίαν εὐχερὲς καὶ δυνατόν ἐστι διαγνῶναι, τοῦ θεοῦ διδόντος οὕτως. Ἡ μὲν τῶν ἁγίων ὀπτασία οὐκ ἔστι τεταραγμένη. «

Οὐκ ἐρίσει γάρ, οὔτε κραυγάσει, οὐδὲ ἀκούσει τις τὴν φωνὴν αὐτῶν.» Ἡσύχως δὲ καὶ πράως γίνεται οὕτως, ὡς εὐθὺς χαρὰν καὶ ἀγαλλίασιν γίνεσθαι καὶ θάρσος τῇ ψυχῇ. 5. Ἔστι γὰρ μετ’ αὐτῶν ὁ Κύριος, ὅς ἐστιν ἡμῶν μὲν χαρά, τοῦ δὲ θεοῦ πατρὸς ἡ δύναμις. Οἵ τε λογισμοὶ αὐτῆς ἀτάραχοι καὶ ἀκύμαντοι διαμένουσιν, ὥστε καταυγαζομένην αὐτὴν δι’ ἑαυτῆς τοὺς φαινομένους θεωρεῖν. Καὶ γὰρ πόθος τῶν θείων καὶ τῶν μελλόντων αὐτῇ ἐπεισέρχεται, καὶ θελήσει πάντως συναφθῆναι τούτοις, εἰ ἀπήρχετο μετ’ αὐτῶν. 6. Ἐὰν δὲ καί, ὡς ἄνθρωποι, τινὲς φοβηθῶσι τὴν τῶν καλῶν ὀπτασίαν, ἀφαιροῦσιν οἱ φαινόμενοι τὸν φόβον πάραυτα τῇ ἀγάπῃ· ὡς ἐποίησε Γαβριὴλ τῷ Ζαχαρίᾳ καὶ ὁ φανεὶς ἄγγελος ἐν τῷ θείῳ μνημείῳ ταῖς γυναιξὶ καὶ ὁ τοῖς ποιμέσι λέγων ἐν τῷ εὐαγγελίῳ· «Μὴ φοβεῖσθε.» 7. Ἔστι γὰρ ὁ φόβος ἐκείνων οὐ κατὰ δειλίαν ψυχῆς, ἀλλὰ κατ’ ἐπίγνωσιν τῆς τῶν κρειττόνων παρουσίας.

Τοιαύτη μὲν οὖν ἡ τῶν ἁγίων ὀπτασία. 1. Ἡ δὲ τῶν φαύλων ἐπιδρομὴ καὶ φαντασία τεταραγμένη, μετὰ κτύπου καὶ ἤχου καὶ κραυγῆς, οἵα ἂν γένοιτο νεωτέρων ἀπαιδεύτων καὶ λῃστῶν κινήματα. 2. Ἐξ ὧν εὐθὺς γίνεται δειλία ψυχῆς, τάραχος καὶ ἀταξία λογισμῶν, κατήφεια, μῖσος πρὸς τοὺς ἀσκητάς, ἀκηδία, λύπη, μνήμη τῶν οἰκείων καὶ φόβος θανάτου· καὶ λοιπὸν ἐπιθυμία κακῶν, ὀλιγωρία πρὸς τὴν ἀρετὴν καὶ τοῦ ἤθους ἀκαταστασία. 3. Ὅταν τοίνυν θεωρήσαντές τινας φοβηθῆτε, ἐὰν μὲν εὐθὺς ὁ φόβος ἀφαιρεθῇ, καὶ ἀντ’ ἐκείνου γένηται χαρὰ ἀνεκλάλητος καὶ εὐθυμία καὶ θάρσος καὶ ἀνάκτησις καὶ τῶν λογισμῶν ἀταραξία καὶ τὰ ἄλλα ὅσα προεῖπον, ἀνδρεία τε καὶ ἀγάπη εἰς τὸν θεόν, θαρσεῖτε καὶ εὔχεσθε. 4. Ἡ γὰρ χαρὰ καὶ ἡ κατάστασις τῆς ψυχῆς δείκνυσι τοῦ παρόντος τὴν ἁγιότητα.

Οὕτως Ἀβραὰμ ἰδὼν τὸν Κύριον ἠγαλλιάσατο· καὶ Ἰωάννης, γενομένης φωνῆς παρὰ τῆς θεοτόκου Μαρίας, «ἐσκίρτησεν ἐν ἀγαλλιάσει». 5. Ἐὰν δὲ φανέντων τινῶν ταραχὴ γένηται καὶ κτύπος ἔξωθεν καὶ φαντασία κοσμικὴ καὶ ἀπειλὴ θανάτου καὶ ὅσα προεῖπον, γινώσκετε ὅτι φαύλων ἐστὶν ἔφοδος. 1. Καὶ γὰρ καὶ τοῦτο γνώρισμα ὑμῖν ἔστω· ὅταν τινῶν ἐπιμένῃ δειλιῶσα ψυχή, παρουσία τῶν ἐχθρῶν ἐστιν. Οὐ γὰρ ἀφαιροῦνται τὴν δειλίαν ἀπὸ τῶν τοιούτων οἱ δαίμονες, ὥσπερ πεποίηκεν ὁ μέγας ἀρχάγγελος τῇ Μαρίᾳ καὶ τῷ Ζαχαρίᾳ, καὶ ὁ φανεὶς ἐν τῷ μνημείῳ ταῖς γυναιξίν. 2. Ἀλλὰ μᾶλλον ὅταν ἴδωσι δειλιῶντας, αὐξάνουσι τὰς φαντασίας, ἵνα μειζόνως αὐτοὺς καταπτήξωσι καὶ λοιπὸν ἐπιβάντες, προσπαίζωσι λέγοντες·

Πεσόντες προσκυνήσατε. 3. Τοὺς μὲν οὖν Ἕλληνας οὕτως ἠπάτησαν· οὕτω γὰρ ἐνομίσθησαν παρ’ αὐτοῖς ψευδώνυμοι θεοί. Ἡμᾶς δὲ οὐκ ἀφῆκεν ὁ Κύριος ἀπατηθῆναι παρὰ τοῦ διαβόλου, ὁπηνίκα τὰς τοιαύτας αὐτῷ ποιοῦντι φαντασίας ἐπιτιμῶν εἴρηκεν· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» 4. Μᾶλλον οὖν καὶ μᾶλλον ὁ πανοῦργος διὰ ταῦτα καταφρονείσθω παρ’ ἡμῶν. Ὃ γὰρ εἴρηκεν ὁ Κύριος, τοῦτο ὑπὲρ ἡμῶν πεποίηκεν, ἵνα καὶ παρ’ ἡμῶν ἀκούοντες οἱ δαίμονες τὰς τοιαύτας φωνὰς ἀνατρέπωνται διὰ τὸν Κύριον, τὸν ἐν ταύταις αὐτοῖς ἐπιτιμήσαντα. 1. Οὐ δεῖ δὲ ἐπὶ τῷ δαίμονας ἐκβάλλειν καυχᾶσθαι οὐδ’ ἐπὶ ταῖς θεραπείαις ἐπαίρεσθαι, οὐδὲ τὸν μὲν ἐκβάλλοντα δαίμονας θαυμάζειν μόνον, τὸν δὲ μὴ ἐκβάλλοντα ἐξουθενεῖν. 2. Ἑκάστου δὲ τὴν ἄσκησιν καταμανθανέτω τις, καὶ ἢ μιμείσθω καὶ ζηλούτω, ἢ διορθούσθω.

Τὸ γὰρ ποιεῖν σημεῖα οὐχ ἡμῶν, τοῦ δὲ Σωτῆρος ἐστὶ τὸ ἔργον. 3. Τοῖς γοῦν μαθηταῖς ἔλεγεν· «Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλ’ ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς.» Τὸ μὲν γὰρ ἐν οὐρανῷ γεγράφθαι τὰ ὀνόματα, μαρτύριόν ἐστι τῆς ἡμῶν ἀρετῆς καὶ τοῦ βίου· τὸ δὲ ἐκβάλλειν δαίμονας, τοῦ δεδωκότος Σωτῆρός ἐστιν ἡ χάρις. 4. Ὅθεν τοῖς μὴ ἐν ἀρετῇ ἀλλ’ ἐν σημείοις καυχωμένοις καὶ λέγουσιν· «Οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;» ἀπεκρίνατο· «Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.» 5. Οὐ γὰρ γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀσεβῶν. Καθόλου δὲ εὔχεσθαι δεῖ, καθὰ προεῖπον, λαμβάνειν χάρισμα διακρίσεως πνευμάτων, ἵνα, καθὼς γέγραπται, «μὴ παντὶ πνεύματι πιστεύωμεν». 1. Ἐβουλόμην μὲν οὖν σιωπῆσαι καὶ μηδὲν ἐξ ἐμαυτοῦ λέγειν, ἀρκεῖσθαι δὲ μόνοις τούτοις. Ἵνα δὲ μὴ νομίσητε ταῦτά με λέγειν ἁπλῶς, ἀλλ’ ἀπὸ πείρας καὶ ἀληθείας πιστεύσητε ταῦτά με διηγεῖσθαι, διὰ τοῦτο, κἂν ὡς ἄφρων γένωμαι, ἀλλ’ οἶδεν ὁ ἀκούων Κύριος τὸ τοῦ συνειδότος καθαρόν, καὶ ὅτι οὐ δι’ ἐμαυτόν, τῆς δὲ ὑμῶν ἀγάπης χάριν καὶ προτροπῆς, ἃ εἶδον τῶν δαιμόνων ἐπιτηδεύματα, ταῦτα πάλιν λέγω. 2. Ποσάκις ἐμακάρισάν με, κἀγὼ κατηρασάμην αὐτοὺς ἐν ὀνόματι Κυρίου.

Ποσάκις προειρήκασι περὶ τοῦ ποταμίου ὕδατος, κἀγὼ πρὸς αὐτοὺς ἔλεγον· Ἀλλ’ ὑμῖν τί περὶ τούτου μέλει; 3. Ἦλθον ἀπειλοῦντες καὶ ἐκύκλωσάν με ὡς στρατιῶται μετὰ πανοπλίας. Καὶ ἄλλοτε ἵππων καὶ θηρίων καὶ ἑρπετῶν ἐπλήρωσαν τὸν οἶκον· κἀγὼ ἔψαλλον· «Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.» Καὶ ταῖς εὐχαῖς ἀνετράπησαν ἐκεῖνοι παρὰ τοῦ Κυρίου. 4. Ἦλθόν ποτε ἐν σκοτίᾳ, φωτὸς ἔχοντες φαντασίαν, καὶ ἔλεγον· Ἤλθομεν φᾶναί σοι, Ἀντώνιε. Ἐγὼ δέ, καμμύων τοὺς ὀφθαλμούς, ηὐχόμην, καὶ εὐθὺς ἐσβέσθη τὸ φῶς τῶν ἀσεβῶν. 5. Καὶ μετὰ μῆνας ὀλίγους ἦλθον ὡς ψάλλοντες καὶ λαλοῦντες ἀπὸ τῶν γραφῶν. «Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον.» Ἔσεισάν ποτε τὸ μοναστήριον· ἐγὼ δὲ ηὐχόμην ἀκίνητος μένειν τῷ φρονήματι. 6. Καὶ μετὰ ταῦτα πάλιν ἐλθόντες ἐκρότουν, ἐσύριττον, ὠρχοῦντο. Ὡς δὲ ηὐχόμην καὶ ἀνεκείμην ψάλλων κατ’ ἐμαυτόν, εὐθὺς ἤρξαντο θρηνεῖν καὶ κλαίειν, ὥσπερ ἐξατονήσαντες. 7. Ἐγὼ δὲ ἐδόξαζον τὸν Κύριον, τὸν καθελόντα καὶ παραδειγματίσαντα τὴν τόλμαν καὶ τὴν μανίαν αὐτῶν. 1. Ἐφάνη ποτὲ δαίμων ὑψηλὸς λίαν μετὰ φαντασίας καὶ τετόλμηκεν εἰπεῖν· Ἐγώ εἰμι ἡ δύναμις τοῦ θεοῦ, καί· Ἐγώ εἰμι ἡ πρόνοια· τί σοι θέλεις χαρίσομαι; 2. Ἐγὼ δὲ τότε μᾶλλον ἐνεφύσησα κατ’ αὐτοῦ, τὸν Χριστὸν ὀνομάσας, καὶ τύψαι τοῦτον ἐπεχείρησα.

Καὶ ἔδοξα τετυφέναι, καὶ εὐθὺς ὁ τηλικοῦτος σὺν πᾶσι τοῖς ἑαυτοῦ δαίμοσιν ἠφανίσθη τῷ ὀνόματι τοῦ Χριστοῦ. 3. Ἦλθέ ποτε νηστεύοντός μου καὶ ὡς μοναχὸς ὁ δόλιος.

Καὶ ἄρτων εἶχε φαντασίαν καὶ συνεβούλευε λέγων· Φάγε, καὶ παῦσαι τῶν πολλῶν πόνων· ἄνθρωπος εἶ καὶ σύ, καὶ μέλλεις ἀσθενεῖν. 4. Ἐγὼ δέ, νοήσας αὐτοῦ τὴν μεθοδείαν, ἀνέστην εὔξασθαι. Κἀκεῖνος οὐκ ἤνεγκεν· ἐξέλιπε γὰρ καὶ διὰ τῆς θύρας ὡς καπνὸς ἐξερχόμενος ἐφάνη.

Ποσάκις ἐν τῇ ἐρήμῳ φαντασίαν ἔδειξε χρυσοῦ, ἵνα μόνον ἅψωμαι καὶ βλέψω. 5. Ἐγὼ δὲ κατέψαλλον αὐτοῦ, κἀκεῖνος ἐτήκετο. Πολλάκις ἔκοπτόν με πληγαῖς κἀγὼ ἔλεγον· «Οὐδέν με χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.» Καὶ μᾶλλον αὐτοὶ μετὰ ταῦτα κατέκοπτον ἀλλήλους. 6. Οὐκ ἐγὼ δὲ ἤμην ὁ παύων ἐκείνους καὶ καταργῶν, ἀλλ’ ὁ Κύριος ἦν, ὁ λέγων· «Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν πεσόντα.» Ἐγὼ δέ, τέκνα, μνημονεύων τοῦ ἀποστολικοῦ ῥητοῦ, «μετεσχημάτισα εἰς ἐμαυτόν, ἵνα μάθητε» μὴ ἐκκακεῖν ἐν τῇ ἀσκήσει μηδὲ φοβεῖσθαι τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ τὰς φαντασίας. 1. Καὶ ἐπειδὴ γέγονα ὡς ἄφρων διηγούμενος, δέξασθε καὶ τοῦτο πρὸς ἀφοβίαν. Καὶ πιστεύσατε· οὐ ψεύδομαι γάρ. Ἔκρουσέ ποτέ τις ἐν τῷ μοναστηρίῳ τὴν ἐμὴν θύραν· καὶ ἐξελθὼν εἶδόν τινα μακρὸν καὶ ὑψηλὸν φαινόμενον. 2. Εἶτα πυθομένου μου· Σὺ τίς εἶ; ἔφη·

Ἐγώ εἰμι ὁ Σατανᾶς. Εἶτα λέγοντός μου· Τί οὖν ἐνταῦθα πάρει; ἔλεγεν ἐκεῖνος· Τί μέμφονταί με μάτην οἱ μοναχοὶ καὶ οἱ ἄλλοι πάντες χριστιανοί; Τί με καταρῶνται καθ’ ὥραν; 3. Ἐμοῦ δὲ εἰπόντος· Τί γὰρ αὐτοῖς ἐνοχλεῖς; ἔφη·

Οὐκ εἰμὶ ἐγώ, ἀλλ’ αὐτοὶ ταράττουσιν ἑαυτούς· ἐγὼ γὰρ ἀσθενὴς γέγονα. Οὐκ ἀνέγνωσαν, ὅτι «τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες»; 4. Οὐκέτι τόπον ἔχω, οὐ βέλος, οὐ πόλιν. Πανταχοῦ χριστιανοὶ γεγόνασιν· λοιπὸν καὶ ἡ ἔρημος πεπλήρωται μοναχῶν. Ἑαυτοὺς τηρείτωσαν καὶ μὴ μάτην με καταράσθωσαν. 5. Τότε θαυμάσας ἐγὼ τοῦ Κυρίου τὴν χάριν, εἶπον πρὸς αὐτόν· Ἀεὶ ψεύστης ὢν καὶ μηδέποτε λέγων ἀλήθειαν, ὅμως τοῦτο νῦν, καὶ μὴ θέλων, εἴρηκας ἀληθές· ὁ γὰρ Χριστὸς ἐλθὼν ἀσθενῆ σε πεποίηκε καὶ καταβαλὼν ἐγύμνωσεν. 6. Ἀκούσας δὲ ἐκεῖνος τὸ τοῦ Σωτῆρος ὄνομα καὶ μὴ φέρων τὴν ἐκ τούτου καῦσιν, ἀφανὴς γέγονεν. 1. Εἰ τοίνυν καὶ αὐτὸς ὁ διάβολος ὁμολογεῖ μηδὲν δύνασθαι, ὀφείλομεν παντελῶς καταφρονεῖν αὐτοῦ τε καὶ τῶν δαιμόνων αὐτοῦ. Ὁ μὲν οὖν ἐχθρὸς μετὰ τῶν ἑαυτοῦ κυνῶν τοιαύτας ἔχει τὰς πανουργίας· ἡμεῖς δέ, μαθόντες αὐτῶν τὴν ἀσθένειαν, καταφρονεῖν αὐτῶν δυνάμεθα. 2. Τούτῳ τῷ τρόπῳ μὴ προκαταπίπτωμεν τῇ διανοίᾳ μηδὲ λογιζώμεθα ἐν τῇ ψυχῇ δειλίας μηδὲ ἀναπλάττωμεν ἑαυτοῖς φόβους λέγοντες· Μὴ ἄρα δαίμων ἐλθὼν ἀνατρέψῃ με· μὴ ἄρα βαστάσας καταβάλῃ ἢ ἐξαίφνης ἐπιστὰς ἐκταράξῃ. 3. Μηδ’ ὅλως ἐνθυμώμεθα τοιαῦτα μηδὲ λυπώμεθα ὡς ἀπολλύμενοι· θαρρῶμεν δὲ μᾶλλον καὶ χαίρωμεν ἀεὶ ὡς σῳζόμενοι. 4. Καὶ λογιζώμεθα τῇ ψυχῇ ὅτι Κύριος μεθ’ ἡμῶν ἐστιν, ὁ τροπώσας καὶ καταργήσας αὐτούς.

Καὶ διανοώμεθα δὲ καὶ ἐνθυμώμεθα ἀεὶ ὅτι, ὄντος τοῦ Κυρίου μεθ’ ἡμῶν, οὐδὲν ἡμῖν οἱ ἐχθροὶ ποιήσουσιν. 5. Ἐλθόντες γάρ, ὁποίους ἂν εὕρωσιν ἡμᾶς, τοιοῦτοι καὶ αὐτοὶ γίνονται πρὸς ἡμᾶς, καὶ πρὸς ἃς εὑρίσκουσιν ἐν ἡμῖν ἐννοίας, οὕτω καὶ αὐτοὶ τὰς φαντασίας ἀφομοιοῦσιν. 6. Ἐὰν μὲν οὖν δειλιῶντας εὕρωσι καὶ ταραττομένους, εὐθὺς αὐτοί, ὡς λῃσταί, τὸν τόπον ἀφύλακτον εὑρόντες, ἐπιβαίνουσι καί, ὅπερ ἀφ’ ἑαυτῶν λογιζόμεθα, τοῦτο μετὰ προσθήκης ποιοῦσιν.

Ἐὰν γὰρ βλέπωσιν ἡμᾶς φοβουμένους καὶ δειλιῶντας, μειζόνως αὐξάνουσι τὴν δειλίαν ἐν ταῖς φαντασίαις καὶ ταῖς ἀπειλαῖς, καὶ λοιπὸν ἐν τούτοις ἡ ταλαίπωρος κολάζεται ψυχή. 7. Ἐὰν δὲ χαίροντας ἡμᾶς εὕρωσιν ἐν Κυρίῳ καὶ λογιζομένους περὶ τῶν μελλόντων ἀγαθῶν καὶ ἐνθυμουμένους τὰ τοῦ Κυρίου καὶ διαλογιζομένους, ὅτι πάντα ἐν χειρὶ Κυρίου ἐστὶ καὶ οὐδὲν ἰσχύει δαίμων κατὰ χριστιανοῦ, οὐδὲ ὅλως ἐξουσίαν ἔχει κατά τινος, βλέποντες ἠσφαλισμένην τὴν ψυχὴν ἐν τοῖς τοιούτοις λογισμοῖς, ἀποστρέφονται κατῃσχυμμένοι. 8. Οὕτω τὸν μὲν Ἰὼβ εὑρὼν ὁ ἐχθρὸς περιπεφραγμένον, ἀνεχώρησεν ἀπ’ αὐτοῦ· τὸν δὲ Ἰούδαν γυμνὸν ἀπὸ τούτων εὑρών, ᾐχμαλώτισεν. Ὥστε, εἰ θέλομεν καταφρονεῖν τοῦ ἐχθροῦ, λογιζώμεθα ἀεὶ τὰ τοῦ Κυρίου καὶ χαιρέτω ἀεὶ ἡ ψυχὴ τῇ ἐλπίδι. Καὶ ὀψόμεθα ὡς καπνὸν τὰ τῶν δαιμόνων παίγνια, καὶ μᾶλλον φεύγοντας αὐτοὺς ἢ διώκοντας. Εἰσὶ γὰρ λίαν αὐτοί, καθὰ προεῖπον, δειλοί, προσδοκῶντες ἀεὶ τὸ ἡτοιμασμένον αὐτοῖς πῦρ. 1. Καὶ γὰρ καὶ τοῦτο πρὸς ἀφοβίαν κατ’ ἐκείνων ἔχετε παρ’ ἑαυτοῖς τὸ τεκμήριον. Ὅταν τις φαντασία γένηται, μὴ προκαταπιπτέτω τις ἐν δειλίᾳ, ἀλλ’ ὁποία ἂν ᾖ, θαρρῶν ἐρωτάτω πρῶτον· Τίς εἶ σύ, καὶ πόθεν; 2. Καὶ ἐὰν μὲν ᾖ ἁγίων ὀπτασία, πληροφοροῦσί σε καὶ τὸν φόβον σου εἰς χαρὰν μεταβάλλουσιν. 3. Ἐὰν δὲ διαβολική τις ᾖ, εὐθὺς ἐξασθενεῖ, βλέπουσα ἐρρωμένην τὴν διάνοιαν.

Ἀταραξίας γὰρ τεκμήριον τὸ ὅλως πυνθάνεσθαι·

Τίς εἶ, καὶ πόθεν; Οὕτως ὁ μὲν τοῦ Ναυῆ Ἰησοῦς ἐρωτήσας ἔμαθεν, ὁ δὲ ἐχθρὸς οὐκ ἔλαθεν ἐρωτήσαντα τὸν Δανιήλ. 1. Ταῦτα διαλεγομένου τοῦ Ἀντωνίου πάντες ἔχαιρον. Καὶ τῶν μὲν ὁ ἔρως τῆς ἀρετῆς ηὔξανεν, τῶν δὲ ἡ ὀλιγωρία παρεκαλεῖτο καὶ ἄλλων ἡ οἴησις ἐπαύετο.

Πάντες τε ἐπείθοντο καταφρονεῖν τῆς δαιμονικῆς ἐπιβουλῆς, θαυμάζοντες τὴν δοθεῖσαν παρὰ τοῦ Κυρίου χάριν τῷ Ἀντωνίῳ εἰς τὴν διάκρισιν τῶν πνευμάτων. 2. Ἦν οὖν ἐν τοῖς ὄρεσι τὰ μοναστήρια ὡς σκηναὶ πεπληρωμέναι θείων χορῶν, ψαλλόντων, φιλολογούντων, νηστευόντων, εὐχομένων, ἀγαλλιωμένων ἐπὶ τῇ τῶν μελλόντων ἐλπίδι καὶ ἐργαζομένων εἰς τὸ ποιεῖν ἐλεημοσύνας, ἀγάπην τε καὶ συμφωνίαν ἐχόντων εἰς ἀλλήλους. 3. Καὶ ἦν ἀληθῶς ἰδεῖν ὥσπερ χώραν τινὰ καθ’ ἑαυτὴν οὖσαν θεοσεβείας, καὶ δικαιοσύνης. 4. Οὐκ ἦν γὰρ ἐκεῖ ὁ ἀδικούμενος οὐδὲ μέμψις φορολόγου, ἀλλὰ πλῆθος μὲν ἀσκητῶν, ἓν δὲ τῶν πάντων εἰς ἀρετὴν τὸ φρόνημα. Ὥστε ἰδόντα τινὰ πάλιν τὰ μοναστήρια καὶ τὴν τοιαύτην τῶν μοναχῶν τάξιν, ἀναφωνῆσαι καὶ εἰπεῖν· «Ὡς καλοί σου οἱ οἶκοι, Ἰακώβ, αἱ σκηναί σου, Ἰσραήλ.

Ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισος ἐπὶ ποταμόν, καὶ ὡσεὶ σκηναί, ἃς ἔπηξεν ὁ Κύριος, ὡσεὶ κέδροι παρ’ ὕδασιν.» 1. Αὐτὸς μέντοι συνηθῶς καθ’ ἑαυτὸν ἀναχωρῶν ἐν τῷ ἑαυτοῦ μοναστηρίῳ, ἐπέτεινε τὴν ἄσκησιν, καθ’ ἡμέραν τε ἐστέναζεν, ἐνθυμούμενος τὰς ἐν οὐρανῷ μονάς, τόν τε πόθον ἔχων εἰς αὐτὰς καὶ σκοπῶν τὸν ἐφήμερον τῶν ἀνθρώπων βίον. 2. Καὶ γὰρ καὶ μέλλων ἐσθίειν καὶ κοιμᾶσθαι καὶ ἐπὶ ταῖς ἄλλαις ἀνάγκαις τοῦ σώματος, ᾐσχύνετο, λογιζόμενος τὸ τῆς ψυχῆς νοερόν. 3. Πολλάκις γοῦν μετὰ πολλῶν ἄλλων μοναχῶν μέλλων ἐσθίειν, ἀναμνησθεὶς τῆς πνευματικῆς τροφῆς, παρῃτήσατο καὶ μακρὰν ἀπ’ αὐτῶν ἀπῆλθεν, νομίζων ἐρυθριᾶν, εἰ βλέποιτο παρ’ ἑτέρων ἐσθίων. 4. Ἤσθιε μέντοι καθ’ ἑαυτὸν διὰ τὴν τοῦ σώματος ἀνάγκην, πολλάκις δὲ καὶ μετὰ τῶν ἀδελφῶν, αἰδούμενος μὲν ἐπὶ τούτοις, παρρησιαζόμενος δὲ ἐπὶ τοῖς ὑπὲρ ὠφελείας λόγοις. 5. Καὶ ἔλεγε χρῆναι τὴν πᾶσαν σχολὴν διδόναι τῇ ψυχῇ μᾶλλον ἢ τῷ σώματι καὶ συγχωρεῖν μὲν διὰ τὴν ἀνάγκην ὀλίγον καιρὸν τῷ σώματι, τὸ δὲ ὅλον σχολάζειν τῇ ψυχῇ καὶ τὴν ταύτης ὠφέλειαν ζητεῖν, 6. ἵνα μὴ αὕτη καθέλκηται ὑπὸ τῶν ἡδονῶν τοῦ σώματος, ἀλλὰ μᾶλλον τὸ σῶμα παρ’ αὐτῆς δουλαγωγῆται. 7. Τοῦτο γὰρ εἶναι τὸ λεγόμενον παρὰ τοῦ Σωτῆρος· «Μὴ μεριμνήσητε τῇ ψυχῇ τί φάγητε, μηδὲ τῷ σώματι τί ἐνδύσησθε.