Εἰ τοίνυν καὶ πάσης τῆς γῆς κύριοι ἐτυγχάνομεν καὶ ἀπετασσόμεθα τῇ γῇ πάσῃ, οὐδὲν ἄξιον ἦν πάλιν πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὡς γὰρ εἴ τις καταφρονήσειε μιᾶς χαλκῆς δραχμῆς, ἵνα κερδήσῃ χρυσᾶς δραχμὰς ἑκατόν, οὕτως ὁ πάσης τῆς γῆς κύριος ὢν καὶ ἀποτασσόμενος αὐτῇ, ὀλίγον ἀφίησι καὶ ἑκατονταπλασίονα λαμβάνει. 4. Εἰ δὲ οὐδὲ πᾶσα ἡ γῆ ἀξία τῶν οὐρανῶν ἐστιν, ὁ ἄρα ἀφεὶς ὀλίγας ἀρούρας, ὡς οὐδὲν καταλιμπάνων, κἂν οἰκίαν ἢ χρυσίον ἱκανὸν ἀφῇ, οὐκ ὀφείλει καυχᾶσθαι ἢ ἀκηδιᾶν. 5. Ἄλλως τε ὀφείλομεν λογίζεσθαι ὅτι, κἂν μὴ ἀφῶμεν δι’ ἀρετήν, ἀλλ’ ὕστερον ἀποθνῄσκοντες καταλιμπάνομεν αὐτὰ πολλάκις καὶ οἷς οὐ θέλομεν, ὡς ἐμνημόνευσεν ὁ Ἐκκλησιαστής. 6. Διὰ τί οὖν μὴ δι’ ἀρετὴν ἡμεῖς καταλιμπάνομεν, ἵνα καὶ βασιλείαν κληρονομήσωμεν; Διὰ τοῦτο μηδὲ τοῦ κτᾶσθαί τις ἡμῶν ἐπιθυμίαν λαμβανέτω. Τί γὰρ κέρδος ταῦτα κτᾶσθαι, ἃ μηδὲ αἴρομεν μεθ’ ἑαυτῶν; 7. Ἢ διὰ τί οὐ μᾶλλον ἐκεῖνα κτώμεθα, ἃ καὶ μεθ’ ἑαυτῶν ἆραι δυνάμεθα, ἅτινά ἐστι φρόνησις, σωφροσύνη, δικαιοσύνη, ἀνδρεία, σύνεσις, ἀγάπη, φιλοπτωχία, πίστις ἡ εἰς Χριστόν, ἀοργησία, φιλοξενία; Ταῦτα κτώμενοι, εὑρήσομεν αὐτὰ πρὸ ἑαυτῶν ἐκεῖ ποιοῦντα ξενίαν ἡμῖν ἐν τῇ γῇ τῶν πραέων. 1. Ὥστε καὶ ἐκ τούτων πειθέτω τις ἑαυτὸν μὴ ὀλιγωρεῖν· καὶ μάλιστα, ἐὰν λογίσηται δοῦλον ἑαυτὸν εἶναι τοῦ Κυρίου καὶ ὀφείλοντα τῷ δεσπότῃ δουλεύειν. 2.