Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Ο διωγμός του Μαξιμίνου και η εγκατάσταση στο Έσω Όρος

Η παρουσία του Αντωνίου στην Αλεξάνδρεια προς ενίσχυση των μαρτύρων. Η υποχώρηση στο Έσω Όρος για την αποφυγή της κενοδοξίας, η γεωργική εργασία και η αντιμετώπιση νέων δαιμονικών επιθέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 8

Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε ἢ τί πίητε, καὶ μὴ μετεωρίζεσθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν. Ὑμῶν δὲ ὁ πατὴρ οἶδεν, ὅτι χρῄζετε τούτων ἁπάντων. Πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» 1. Μετὰ ταῦτα κατέλαβε τὴν Ἐκκλησίαν ὁ κατὰ Μαξιμῖνον τὸ τηνικαῦτα γενόμενος διωγμός. Καὶ τῶν ἁγίων μαρτύρων ἀγομένων εἰς τὴν Ἀλεξάνδρειαν, ἠκολούθησε καὶ αὐτός, ἀφεὶς τὸ μοναστήριον, λέγων·

Ἀπέλθωμεν, ἵνα ἀγωνισώμεθα κληθέντες, ἢ θεωρήσωμεν τοὺς ἀγωνιζομένους. 2. Καὶ πόθον μὲν εἶχε μαρτυρῆσαι· παραδοῦναι δὲ μὴ θέλων ἑαυτόν, ὑπηρέτει τοῖς ὁμολογηταῖς ἔν τε τοῖς μετάλλοις καὶ ἐν ταῖς φυλακαῖς.

Πολλή τε ἦν αὐτῷ σπουδὴ ἐν τῷ δικαστηρίῳ, ἀγωνιζομένους μὲν τοὺς καλουμένους ἐπαλείφειν εἰς προθυμίαν, μαρτυροῦντας δὲ αὐτοὺς ἀπολαμβάνειν καὶ προπέμπειν ἕως τελειωθῶσιν. 3. Ὁ γοῦν δικαστής, βλέπων αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ τὸ ἄφοβον τῆς εἰς τοῦτο σπουδῆς, παρήγγειλε μηδένα τῶν μοναχῶν ἐν τῷ δικαστηρίῳ φαίνεσθαι, μηδὲ ὅλως ἐν τῇ πόλει διατρίβειν. 4. Οἱ μὲν οὖν ἄλλοι πάντες ἔδοξαν κρύπτεσθαι τὴν ἡμέραν ἐκείνην· ὁ δὲ Ἀντώνιος τοσοῦτον ἐφρόντισεν, ὥστε καὶ μᾶλλον πλῦναι τὸν ἐπενδύτην καὶ τῇ ἑξῆς ἔμπροσθεν ἐφ’ ὑψηλοῦ στῆναι καὶ φαίνεσθαι τῷ ἡγεμόνι λαμπρῶς. 5. Πάντων οὖν ἐπὶ τούτῳ θαυμαζόντων καὶ τοῦ ἡγεμόνος ὁρῶντος καὶ μετὰ τὴν πρᾶξιν αὐτοῦ διαβαίνοντος, αὐτὸς ἀτρέμας εἱστήκει, δεικνὺς ἡμῶν τῶν χριστιανῶν τὴν προθυμίαν. 6. Ηὔχετο γὰρ καὶ αὐτὸς μαρτυρῆσαι, καθὰ προεῖπον.

Αὐτὸς μὲν οὖν λυπουμένῳ ἐῴκει, ὅτι μὴ μεμαρτύρηκεν· ὁ δὲ Κύριος ἦν αὐτὸν φυλάττων εἰς τὴν ἡμῶν καὶ τὴν ἑτέρων ὠφέλειαν, ἵνα καὶ ἐν τῇ ἀσκήσει, ἣν αὐτὸς ἐκ τῶν γραφῶν μεμάθηκεν, πολλοῖς διδάσκαλος γένηται. 7. Καὶ γὰρ καὶ μόνον βλέποντες αὐτοῦ τὴν ἀγωγήν, πολλοὶ τῆς πολιτείας αὐτοῦ ἐσπούδαζον ζηλωταὶ γενέσθαι.

Πάλιν οὖν ὑπηρέτει συνηθῶς τοῖς ὁμολογηταῖς, καὶ ὡς συνδεδεμένος αὐτοῖς ἦν κοπιῶν ἐν ταῖς ὑπηρεσίαις. 1. Ἐπειδὴ δὲ λοιπὸν ὁ διωγμὸς ἐπαύσατο, καὶ μεμαρτύρηκεν ὁ μακαρίτης ἐπίσκοπος Πέτρος, ἀπεδήμησε, καὶ πάλιν εἰς τὸ μοναστήριον ἀνεχώρει, καὶ ἦν ἐκεῖ καθ’ ἡμέραν μαρτυρῶν τῇ συνειδήσει καὶ ἀγωνιζόμενος τοῖς τῆς πίστεως ἄθλοις. Καὶ γὰρ καὶ ἀσκήσει πολλῇ καὶ συντονωτέρᾳ ἐκέχρητο. 2. Ἐνήστευε γὰρ ἀεί, τὸ δὲ ἔνδυμα εἶχεν ἔνδον μὲν τρίχινον, ἐπάνω δὲ δερμάτινον. Ὃ καὶ ἕως τελευτῆς τετήρηκεν, μήτε τὸ σῶμα διὰ ῥύπον ὕδατι λοῦσαι μηδ’ ὅλως τοὺς πόδας ἀπονίψασθαι ἢ κἂν ἁπλῶς εἰς ὕδωρ αὐτοὺς χωρὶς ἀνάγκης ἐμβαλεῖν. 3. Ἀλλ’ οὐδὲ γυμνωθέντα τις αὐτὸν ἑώρακεν οὐδὲ ὅλως τὸ σῶμά τις εἶδεν Ἀντωνίου γυμνόν, εἰ μὴ ὅτε τελευτήσας ἐθάπτετο. 1. Ἀναχωροῦντι τοίνυν αὐτῷ καὶ προθεμένῳ ποιῆσαι χρόνον, ὥστε μήτε αὐτὸν προϊέναι μήτε τινὰ δέξασθαι, Μαρτινιανός τις ἄρχων στρατιωτῶν ἐλθὼν ἐγίνετο δι’ ὄχλου τῷ Ἀντωνίῳ. Εἶχε γὰρ ὑπὸ δαίμονος ἐνοχλουμένην τὴν θυγατέρα. 2. Ὡς δὲ ἐπὶ πολὺ διέμενε κόπτων τὴν θύραν καὶ ἀξιῶν ἐξελθεῖν αὐτὸν καὶ εὔξασθαι τῷ θεῷ διὰ τὴν παῖδα, ἀνοῖξαι μὲν οὐκ ἠνέσχετο, παρακύψας δὲ ἄνωθεν, εἶπεν· Ἄνθρωπε, τί μου κατακράζεις;

Ἄνθρωπός εἰμι κἀγὼ ὥσπερ καὶ σύ. Εἰ δὲ πιστεύεις τῷ Χριστῷ, ᾧ λατρεύω, ὕπαγε, καὶ ὡς πιστεύεις εὖξαι τῷ θεῷ, καὶ γίνεται. 3. Εὐθὺς δὲ ἐκεῖνος πιστεύσας καὶ ἐπικαλεσάμενος τὸν Χριστὸν ἀπῆλθεν, ἔχων τὴν θυγατέρα καθαρισθεῖσαν ἀπὸ τοῦ δαίμονος. Πολλά τε καὶ ἄλλα δι’ αὐτοῦ πεποίηκεν ὁ Κύριος, ὁ λέγων· «Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν.» 4. Πλεῖστοι γὰρ τῶν πασχόντων, μὴ ἀνοίγοντος αὐτοῦ τὴν θύραν, μόνον ἐκάθευδον ἔξω τοῦ μοναστηρίου, καὶ πιστεύοντες καὶ εὐχόμενοι γνησίως, ἐκαθαρίζοντο. 1. Ὡς δὲ εἶδεν ἑαυτὸν ὀχλούμενον ὑπὸ πολλῶν καὶ μὴ ἀφιέμενον κατὰ γνώμην ἀναχωρεῖν ὡς βούλεται, εὐλαβηθεὶς μὴ ἐξ ὧν ὁ Κύριος ποιεῖ δι’ αὐτοῦ, ἢ αὐτὸς ἐπαρθῇ ἢ ἄλλος τις ὑπὲρ ὅ ἐστι λογίσηται περὶ αὐτοῦ, ἐσκέψατο καὶ ὥρμησεν ἀνελθεῖν εἰς τὴν ἄνω Θηβαΐδα πρὸς τοὺς ἀγνοοῦντας αὐτόν. Καὶ δὴ παρὰ τῶν ἀδελφῶν δεξάμενος ἄρτους, ἐκάθητο παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ, σκοπῶν εἰ ἄρα παρέλθοι πλοῖον καὶ ἐμβὰς ἀνέλθῃ μετ’ αὐτῶν. 2. Ταῦτα δὲ αὐτοῦ σκεπτομένου, φωνή τις ἄνωθεν γέγονε πρὸς αὐτόν· Ἀντώνιε, ποῦ πορεύει καὶ διὰ τί; 3.

Ὁ δὲ μὴ ταραχθείς, ἀλλ’ ὡς εἰωθὼς καλεῖσθαι πολλάκις οὕτως, ἐπακούσας ἀπεκρίνατο λέγων· Ἐπειδὴ οὐκ ἐπιτρέπουσί μοι ἠρεμεῖν οἱ ὄχλοι, διὰ τοῦτο βούλομαι ἀνελθεῖν εἰς τὴν ἄνω Θηβαΐδα, διὰ τὰς πολλὰς τῶν ὧδε γινομένας ὀχλήσεις, καὶ μάλιστα διὰ τὸ ἀπαιτεῖσθαί με παρ’ αὐτῶν τὰ ὑπὲρ τὴν ἐμὴν δύναμιν. 4. Ἡ δὲ πρὸς αὐτὸν ἔφη· Κἂν εἰς τὴν Θηβαΐδα ἀνέλθῃς, κἄν, ὡς ἐνθυμεῖ, κατέλθῃς εἰς τὰ Βουκόλια, πλείονα καὶ διπλασίονα τὸν κάματον ἔχεις ὑπομένειν. Εἰ δὲ θέλεις ὄντως ἠρεμεῖν, ἄπελθε νῦν εἰς τὴν ἐσωτέραν ἔρημον. 5. Τοῦ δὲ Ἀντωνίου λέγοντος· Καὶ τίς δείξει μοι τὴν ὁδόν;

Ἄπειρος γάρ εἰμι ταύτης, εὐθὺς ἔδειξεν αὐτῷ Σαρακηνοὺς μέλλοντας ὁδεύειν τὴν ὁδὸν ἐκείνην. 6. Προσελθὼν τοίνυν καὶ ἐγγίσας αὐτοῖς ὁ Ἀντώνιος, ἠξίου σὺν αὐτοῖς εἰς τὴν ἔρημον ἀπελθεῖν. Οἱ δέ, ὥσπερ ἐξ ἐπιτάγματος τῆς προνοίας, προθύμως αὐτὸν ἐδέξαντο. 7. Καὶ ὁδεύσας τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας μετ’ αὐτῶν, ἦλθεν εἰς ὄρος λίαν ὑψηλόν. Καὶ ὕδωρ μὲν ἦν ὑπὸ τὸ ὄρος διειδέστατον, γλυκὺ καὶ μάλα ψυχρόν. πεδιὰς δὲ ἔξωθεν, καὶ φοίνικες ἀμεληθέντες ὀλίγοι. 1. Ὁ οὖν Ἀντώνιος, ὥσπερ θεόθεν κινούμενος, ἠγάπησε τὸν τόπον· οὗτος γὰρ ἦν ὃν ἐσήμανεν ὁ λαλήσας αὐτῷ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ. 2. Τὴν μὲν οὖν ἀρχὴν δεξάμενος παρὰ τῶν συνοδευσάντων ἄρτους, ἔμεινεν ἐν τῷ ὄρει μόνος, οὐδενὸς ἑτέρου συνόντος. Ὡς γὰρ ἴδιον οἶκον ἐπιγνοὺς εἶχε λοιπὸν τὸν τόπον ἐκεῖνον. 3. Αὐτοί τε οἱ Σαρακηνοί, θεωρήσαντες τὴν Ἀντωνίου προθυμίαν, ἐξεπίτηδες ἐκείνην τὴν ὁδὸν διήρχοντο καὶ χαίροντες ἔφερον ἄρτους αὐτῷ. 4. Εἶχε δὲ καὶ ἀπὸ τῶν φοινίκων ὀλίγην τινὰ τότε καὶ ἀσθενῆ παραμυθίαν. Μετὰ δὲ ταῦτα, μαθόντες οἱ ἀδελφοὶ τὸν τόπον, ὡς τέκνα πατρὸς μνημονεύοντες, ἐφρόντιζον ἀποστέλλειν αὐτῷ. 5.

Ἀλλ’ ὁρῶν ὁ Ἀντώνιος, ὅτι προφάσει τοῦ ἄρτου σκύλλονταί τινες καὶ κάματον ὑπομένουσιν, φειδόμενος καὶ ἐν τούτῳ τῶν μοναχῶν, ἐβουλεύσατο καθ’ ἑαυτόν, καὶ τῶν εἰσερχομένων τινὰς ἠξίωσε κομίσαι αὐτῷ δίκελλαν καὶ πέλεκυν καὶ σῖτον ὀλίγον. 6. Ὡς δὲ ἐκομίσθη ταῦτα, διοδεύσας τὴν περὶ τὸ ὄρος γῆν, βραχύτατόν τινα τόπον εὑρὼν ἐπιτήδειον, ἐγεώργησεν· καὶ τὸν ἐκ τοῦ ὕδατος ποτισμὸν ἀφθόνως ἔχων, ἔσπειρεν. Καὶ κατ’ ἐνιαυτὸν τοῦτο ποιῶν εἶχεν ἐκεῖθεν τὸν ἄρτον, χαίρων ὅτι μηδενὶ διὰ τοῦτο γενήσεται ὀχληρὸς καὶ ὅτι ἐν πᾶσιν ἑαυτὸν ἀβαρῆ φυλάττει. 7. Ἀλλὰ μετὰ ταῦτα βλέπων πάλιν τινὰς εἰσερχομένους, ἐγεώργησε καὶ ὀλιγοστὰ λάχανα, ἵνα ὁ εἰσερχόμενος ἔχῃ τινὰ παραμυθίαν ὀλίγην τοῦ καμάτου τῆς χαλεπῆς ἐκείνης ὁδοῦ. 8. Τὴν μὲν οὖν ἀρχὴν τὰ ἐν τῇ ἐρήμῳ θηρία, προφάσει τοῦ ὕδατος ἐρχόμενα, πολλάκις ἔβλαπτον αὐτοῦ τὸν σπόρον καὶ τὴν γεωργίαν. 9. Αὐτὸς δὲ χαριέντως κρατήσας ἓν τῶν θηρίων ἔλεγε τοῖς πᾶσιν· Διὰ τί με βλάπτετε, μηδὲν ἐμοῦ βλάπτοντος ὑμᾶς; Ἀπέλθετε καὶ ἐν τῷ ὀνόματι τοῦ Κυρίου μηκέτι ἐγγίσητε τοῖς ὧδε. Καὶ ἐξ ἐκείνου λοιπόν, ὥσπερ φοβηθέντα τὴν παραγγελίαν, οὐκέτι τῷ τόπῳ ἤγγισαν. 1.

Αὐτὸς μὲν οὖν μόνος ἦν εἰς τὸ ἔσω ὄρος, ταῖς εὐχαῖς καὶ τῇ ἀσκήσει σχολάζων· οἱ δὲ ἀδελφοὶ οἱ εἰσερχόμενοι ἠξίωσαν αὐτόν, καὶ διὰ μηνῶν διακονοῦντες ἐκόμιζον αὐτῷ ἐλαίας καὶ ὄσπριον καὶ ἔλαιον· γέρων γὰρ λοιπὸν ἦν. 2. Ἐκεῖ τοίνυν ἀναστρεφόμενος, ὅσας ὑπέμεινε πάλας, κατὰ τὸ γεγραμμένον, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τοὺς ἀντικειμένους δαίμονας, ἐκ τῶν εἰσερχομένων πρὸς αὐτὸν ἔγνωμεν. 3. Καὶ γὰρ κἀκεῖ θορύβων καὶ φωνῶν πολλῶν καὶ κτύπων ὅπλων ἤκουον, τό τε ὄρος νυκτὸς πλῆρες σπινθήρων γινόμενον ἔβλεπον.

Ἐθεώρουν δὲ καὶ αὐτὸν ὡς πρὸς βλεπομένους μαχόμενον καὶ εὐχόμενον κατ’ αὐτῶν. 4. Καὶ τοὺς μὲν εἰσελθόντας πρὸς αὐτὸν παρεθάρρυνεν, αὐτὸς δὲ ἠγωνίζετο κάμπτων τὰ γόνατα καὶ προσευχόμενος τῷ θεῷ. 5. Καὶ ἦν ἀληθῶς θαύματος ἄξιον ὅτι, μόνος ἐν τοιαύτῃ ἐρημίᾳ ὤν, οὔτε δαιμόνων ἐφισταμένων ἐπτοεῖτο, οὔτε τοσούτων ὄντων ἐκεῖ θηρίων, τετραπόδων καὶ ἑρπετῶν, ἐφοβεῖτο τούτων τὴν ἀγριότητα. Ἀλλ’ ἀληθῶς, κατὰ τὸ γεγραμμένον, πεποιθὼς ἦν ἐπὶ Κύριον ὡς ὄρος Σιών, ἀσάλευτον ἔχων καὶ ἀκύμαντον τὸν νοῦν· ὥστε μᾶλλον τοὺς δαίμονας φεύγειν καὶ τὰ θηρία τὰ ἄγρια, ὡς γέγραπται, εἰρηνεύειν πρὸς αὐτόν. 1. Ὁ μὲν οὖν διάβολος, ὡς ψάλλει Δαβίδ, παρετηρεῖτο τὸν Ἀντώνιον καὶ ἔτριζε κατ’ αὐτοῦ τοὺς ὀδόντας.

Ὁ δὲ Ἀντώνιος παρεκαλεῖτο παρὰ τοῦ Σωτῆρος, ἀβλαβὴς διαμένων ἀπὸ τῆς ἐκείνου πανουργίας καὶ τῆς ποικίλης μεθοδείας. 2. Ἀγρυπνοῦντι γοῦν αὐτῷ νυκτὸς ἐπαφῆκε θηρία· καὶ σχεδὸν ἐν ἐκείνῃ τῇ ἐρήμῳ πᾶσαι αἱ ὕαιναι, ἐξελθοῦσαι τῶν φωλεῶν, περιεκύκλωσαν αὐτὸν καὶ μέσος ἦν αὐτός. 3. Χαινούσης δὲ καὶ δάκνειν ἑκάστης ἀπειλούσης, συνιεὶς τὴν τοῦ ἐχθροῦ τέχνην, εἶπε πάσαις αὐταῖς· Εἰ μὲν ἐξουσίαν ἐλάβετε κατ’ ἐμοῦ, ἕτοιμός εἰμι βρωθῆναι παρ’ ὑμῶν· εἰ δὲ παρὰ δαιμόνων ὑπεβλήθητε, μὴ μέλλετε, ἀλλ’ ἀναχωρεῖτε· Χριστοῦ γὰρ δοῦλός εἰμι. Ταῦτα τοῦ Ἀντωνίου λέγοντος ἔφυγον ἐκεῖναι, ὡς ὑπὸ μάστιγος τοῦ λόγου διωκόμεναι. 1. Εἶτα μετ’ ὀλίγας ἡμέρας, ὡς εἰργάζετο (ἔμελε γὰρ αὐτῷ καὶ κοπιᾶν), ἐπιστάς τις τῇ θύρᾳ, εἷλκε τὴν σειρὰν τοῦ ἔργου. Σπυρίδας γὰρ ἔρραπτε καὶ ταύτας τοῖς εἰσερχομένοις ἀντὶ τῶν κομιζομένων αὐτῷ ἐδίδου. 2. Ἀναστὰς δέ, εἶδε θηρίον, ἀνθρώπῳ μὲν ἐοικὸς ἕως τῶν μηρῶν, τὰ δὲ σκέλη καὶ τοὺς πόδας ὁμοίους ἔχον ὄνῳ.

Καὶ ὁ μὲν Ἀντώνιος μόνον ἑαυτὸν ἐσφράγισε καὶ εἶπεν· Χριστοῦ δοῦλός εἰμι· εἰ ἀπεστάλης κατ’ ἐμοῦ, ἰδοὺ πάρειμι. 3. Τὸ δὲ θηρίον σὺν τοῖς ἑαυτοῦ δαίμοσιν οὕτως ἔφυγεν, ὡς ὑπὸ τῆς ὀξύτητος πεσεῖν καὶ ἀποθανεῖν.

Ὁ δὲ τοῦ θηρίου θάνατος πτῶμα τῶν δαιμόνων ἦν. Πάντα γὰρ ἐσπούδαζον ποιεῖν, ἵνα καταγάγωσιν αὐτὸν ἐκ τῆς ἐρήμου καὶ οὐκ ἴσχυσαν. 1. Ἀξιωθεὶς δέ ποτε παρὰ τῶν μοναχῶν κατελθεῖν πρὸς αὐτοὺς καὶ ἐπισκέψασθαι διὰ χρόνου αὐτούς τε καὶ τοὺς τόπους, ὥδευσε σὺν τοῖς μοναχοῖς τοῖς ἀπαντήσασιν.

Κάμηλος δὲ ἐβάσταζεν αὐτοῖς τοὺς ἄρτους καὶ τὸ ὕδωρ. 2. Ἄνυδρος γὰρ ἡ ἔρημός ἐστιν ἐκείνη πᾶσα καὶ οὐκ ἔστιν ὕδωρ πότιμον ὅλως, εἰ μὴ ἐν ἐκείνῳ τῷ ὄρει μόνῳ, ὅθεν καὶ ὑδρεύσαντο, ἐν ᾧ καὶ τὸ ἀσκητήριόν ἐστιν αὐτοῦ. Λείψαντος τοίνυν τοῦ ὕδατος ἐν τῇ ὁδῷ καὶ καύματος ὄντος σφοδροτάτου, πάντες ἔμελλον κινδυνεύειν. 3. Περιελθόντες γὰρ τοὺς τόπους καὶ μὴ εὑρόντες ὕδωρ, οὐδὲ περιπατεῖν ἐδύναντο λοιπόν, ἀλλὰ κατέκειντο χαμαί, τήν τε κάμηλον ἀπογνόντες ἀφῆκαν ἀπελθεῖν ἑαυτῇ. 4. Ὁ δὲ γέρων, ὁρῶν πάντας κινδυνεύοντας, πάνυ λυπηθεὶς καὶ στενάξας, ὀλίγον ἀπ’ αὐτῶν ἀπελθὼν καὶ κλίνας τὰ γόνατα καὶ τὰς χεῖρας ἐκτείνας, προσηύχετο. Καὶ εὐθὺς ἐποίησεν ὁ Κύριος ὕδωρ, ἔνθα προσευχόμενος εἱστήκει. 5. Καὶ οὕτω πιόντες οἱ πάντες ἀνέπνευσαν, καὶ τοὺς ἀσκοὺς πληρώσαντες ἐζήτησαν τὴν κάμηλον καὶ εὗρον. Συνέβη γὰρ τὸ σχοινίον εἴς τινα λίθον περιειλιγῆναι καὶ οὕτω κατασχεθῆναι. Ἀγαγόντες τοίνυν καὶ ποτίσαντες, ἐπέθηκαν ἐπ’ αὐτὴν τοὺς ἀσκοὺς καὶ ὥδευσαν ἀβλαβεῖς. 6. Ὡς δὲ ἦλθεν εἰς τὰ ἔξω μοναστήρια, πάντες ὡς πατέρα βλέποντες κατησπάζοντο. Καὶ αὐτὸς δέ, ὥσπερ ἐφόδια φέρων ἀπὸ τοῦ ὄρους, ἐξένιζεν αὐτοὺς τοῖς λόγοις, καὶ μετεδίδου τῆς ὠφελείας. 7. Πάλιν τε ἦν χαρὰ ἐν τοῖς ὄρεσι καὶ ζῆλος προκοπῆς καὶ παράκλησις διὰ τῆς ἐν ἀλλήλοις πίστεως. 8.

Ἔχαιρεν δὲ καὶ αὐτός, βλέπων τήν τε τῶν μοναχῶν προθυμίαν καὶ τὴν ἀδελφὴν γηράσασαν ἐν παρθενίᾳ, καθηγουμένην τε καὶ αὐτὴν ἄλλων παρθένων. 1. Μεθ’ ἡμέρας τοίνυν εἰσῆλθε πάλιν εἰς τὸ ὄρος.