Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὑπόμνημα εἰς τὸν ναὸν τῶν Ἀθηναίων

Μέγας Αθανάσιος

Η θεογνωσία μέσω της δημιουργίας

Εισαγωγικές σκέψεις για την απόδειξη της ύπαρξης και της πρόνοιας του Θεού μέσα από τα φαινόμενα του φυσικού κόσμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 3

Περὶ τοῦ ναοῦ καὶ περὶ τῶν διδασκαλείων καὶ τῶν θεάτρων ἐν Ἀθήναις. Ἀθανασίου τοῦ μεγάλου ἐξηγητικὸν περὶ τοῦ ἐν Ἀθήναις ναοῦ. Τοὺς τὰς θείας γραφὰς μὴ ἐπισταμένους ἐξ αὐτῆς λοιπὸν τῆς τῶν πραγμάτων φύσεως πεῖσαι ὀφείλομεν περὶ θεογνωσίας. ὁρῶμεν γάρ τινας οὐσίας ἐν τῇ κτίσει, οὐ κατὰ φύσιν, ἀλλὰ ὑπὲρ φύσιν μετ᾽ ἀλλήλων ὑπηρετούσας οἷόν τι λέγω, φύσις ἡ τῶν ὑδάτων οὐσία ῥευστὴ καὶ κατωφερὴς ὑπάρχει· πῶς οὖν ὁρῶμεν τοὺς λεγομένους σίφωνας ἐκ τῆς θαλάσσης ὕδωρ πρὸς τὰς νεφελὰς ἀνάγοντας; τὸ δὲ θαυμαστότερον ὅτι τὸ ἁλμυρὸν ἀνερχόμενον γλυκὺ ἐπὶ γῆς διὰ τῶν ὄμβρων κατέρχεται. πῶς δὲ πάλιν ἡ τῶν σωμάτων φύσις βολιστικὴ κατὰ φύσιν ὑπάρχουσα ὁρᾶται ἀβόλιστος καὶ ἄδυτος ἐν τοῖς ὕδασι τῆς Μαρμαρικῆς Πενταπόλεως; οὐ μόνον δέ, ἀλλὰ γὰρ καὶ ὕδατος καὶ πυρὸς ἐναντία ἡ φύσις ὑπάρχουσα ἐν τῷ ἅμα ἦν ποτε ἐν Λυκίας τῷ ὄρει τῷ λεγομένῳ Ὀλύμπῳ, καθὼς μυριάδες ἀνδρῶν ἑωράκασι —καὶ μέχρι τοῦ νῦν ἐκεῖνο βλέπουσι—. καὶ ἄλλα δὲ μυρία παράδοξά ἐστιν ἐν τῇ κτίσει θεωρούμενα καὶ θαυμαζόμενα ἅτινα οὐκ ἂν οὕτως ὑπὲρ φύσιν γενέσθαι ἔμελλον, εἰ μὴ οὐσία τις Θεοῦ ἦν τούτων δεσπόζουσα καὶ τούτοις ἐπιτρέπουσα ἀλλήλοις μὴ ἀντιτάττεσθαι.

ὦ Ἑλλήνων παῖδες, βροντῆς στερρᾶς γινομένης πῶς ἅπασα ἡ τῶν ἀνθρώπων φύσις τρέμει, φρίττει τε καὶ ἐξίσταται, μηνύουσα διὰ τοῦ σχήματος ὅτι ὑπὸ δεσπότου ἐστὶ τοῦ τὰς βροντὰς ἐργαζομένου.