Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὑπόμνημα εἰς τὸν ναὸν τῶν Ἀθηναίων

Μέγας Αθανάσιος

Ο βωμός των Αθηνών και οι προφητείες των Ελλήνων σοφών

Η αφιέρωση του βωμού στον Άγνωστο Θεό, οι προφητείες επτά αρχαίων φιλοσόφων περί του Τριαδικού Θεού και της θείας Οικονομίας, καθώς και ο διάλογος του Ερμή με τον Ασκληπιό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 3

Καὶ ταῦτα μὲν πρὸς τοὺς ἀφελεστέρους τῶν Ἑλλήνων εἰς θεογνωσίαν φέροντα ὑποδείγματα. πρὸς δὲ τοὺς παρ᾽ αὐτοῖς σοφούς, ἐκ φιλοσόφων ἀρχαίων δυνατῶν μαρτυρίας πολλὰς περὶ θεοσεβείας τινὲς Ἑλλήνων σοφοὶ ἔφρασαν, ἀλλὰ καὶ τὴν τοῦ Χριστοῦ οἰκονομίαν ἀμυδρῶς προεμήνυσαν. καὶ γὰρ πρὸ πολλῶν χρόνων τῆς Χριστοῦ ἐπιδημίας, σοφός τις ὀνόματι Ἀπόλλων θεόθεν, ὡς οἶμαι, ἐπικινηθεὶς ἔκτισε τὸν ἐν Ἀθήναις ναόν, γράψας ἐν βωμῷ αὐτοῦ· Ἀγνώστῳ Θεῷ. ἐν αὐτῷ τοίνυν συνήχθησαν οἱ πρῶτοι τῶν Ἑλλήνων φιλόσοφοι ἵνα περὶ τοῦ ναοῦ ἐρωτήσωσιν αὐτὸν καὶ περὶ προφητείας καὶ θεοσεβείας· ὧν τὰ ὀνόματα ἐροῦμεν ταῦτα· πρῶτος Τίτων, δεύτερος Βίας, τρίτος Σόλων, τέταρτος Χείλων, πέμπτος Θουκυδίδης, ἕκτος Μένανδρος, ἕβδομος Πλάτων. οὗτοι οἱ ἑπτὰ φιλόσοφοι ἔφησαν τῷ Ἀπόλλωνι· Προφήτευσον ἡμῖν, προφῆτα, ὦ Ἄπολλον, τίς ἐστιν ὅδε ναὸς τίνος τε εἴη μετὰ σὲ βωμὸς οὗτος; — πρὸς οὓς ὁ Ἀπόλλων ἔφη· Ὅσα μὲν πρὸς ἀρετὴν καὶ κόσμον ὀρώρετε ποιεῖν, ποιεῖτε. ἐγὼ γὰρ ἐφετμεύω τρισένα ὑψιμέδοντα, οὗ λόγος ἄφθεγκτος ἐν ἀδέτῳ κόρῃ ἔγκυμος ἔσται· ὥσπερ πυροφόρον τόξον ἅπαντα κόσμον ζωγρήσας πατρὶ προσάξει δῶρον· Μαρία δὲ τὸ ὄνομα αὐτῆς.

Ἔστι δὲ ἡ λύσις προφητείας αὕτη *** περὶ μὲν οὖν τοῦ ναοῦ ἐστιν ὁ πρῶτος λόγος· ὅσα, φησί, πρὸς κόσμον τοῦ ναοῦ καὶ κάλλος δυνατὸν ὑμῖν ποιῆσαι, τὰ ἀρέσκοντα τῷ θεῷ καὶ ἀνθρώποις 〈ποιεῖτε〉. ἐγὼ γὰρ ὑπολαμβάνω εἶναι ἐν τῷ οὐρανῷ τρισυπόστατον μέγαν ὕψιστον βασιλέα· τούτου ἄναρχος θεὸς καὶ λόγος ἐν ἀγάμῳ κόρῃ σαρκοῦται καὶ ὥσπερ πυροφόρον τόξον—ἢ ὡς δυναμώτερον—〈εἰς〉 ἅπαντα κόσμον φανήσεται, ἁλιεύων τοὺς ἀνθρώπους ὥσπερ ἰχθύα ἐκ τοῦ βυθοῦ τῆς ἀπιστίας καὶ ἀγνωσίας, οὕστινας προσάξει τῷ ἑαυτοῦ πατρὶ δῶρον· Μαρία δὲ τὸ ὄνομα αὐτῆς. καὶ τοῦτο μὲν προφητεύων ὁ Ἀπόλλων εἶπε. 〈Τίτων〉 ἔφη· Ἥξει ἡ νεᾶνις ἔχουσα ἡμῖν γόνον τὸν οὐράνιον, τοῦ θεοῦ καὶ πατρὸς παῖδα· ἡ ἄνανδρος κόρη κύει. 〈Βίας〉 εἶπεν· Οὗτός ἐστιν ἀπὸ οὐρανῶν βεβηκώς, φλογὸς ὑπερβάλλον ἀθάνατον πῦρ· ὃν τρέμει οὐρανὸς γῆ τε 〈καὶ〉 θάλασσα, τάρταροι καὶ βύθιοι δαίμονες· αὐτοπάτωρ, τρισόλβιος.

Σόλων εἶπεν· Ὀψέ ποτε ἐπὶ τὴν πολυσχεδῆ ταύτην ἐλάσειε θεὸς γαῖαν· καὶ δίχα σφάλματος σὰρξ γενήσεται· ἀκαμάτου θεότητος 〈ὅροις〉 ἀνιάτων παθῶν λύσει φθοράν. καὶ τούτῳ πικρὸς γενήσεται φθόνος λαοῦ καὶ πρὸς ὕψος κρεμασθείς, ὡς θανάτου κατάδικος, πάντα πράως πείσεται. 〈Χείλων〉 εἶπεν· Ἀκάματος φύσις θεοῦ γενήσεται· ἐξ αὐτοῦ δὲ ὁ αὐτοῦ οὐσιοῦται λόγος. 〈Θουκυδίδης〉 εἶπε· Θεὸν σέβου καὶ μάνθανε· μὴ ζήτει δὲ τίς ἐστι καὶ πῶς· εἴτε γὰρ ἔστιν εἴτε οὐκ ἔστιν, ὡς ὄντα τοῦτον σέβου καὶ μάνθανε· εὐσεβὴς γὰρ τὸν νοῦν ὁ θέλων μανθάνειν θεόν. 〈Μένανδρος〉 εἶπεν· Ὁ παλαιὸς νέος καὶ ὁ νέος ἀρχαῖος· ὁ πατὴρ γόνος καὶ ὁ γόνος πατήρ· τὸ ἓν τρία καὶ τὰ τρία ἕν· ἄσαρκον σαρκικόν· γῆ τέτοκε τὸν οὐράνιον βασιλέα. 〈Πλάτων〉 εἶπεν· Ἐπειδὴ ὁ θεὸς ἀγαθός, οὐ πάντων ἐστὶν αἴτιος, ὡς οἱ πολλοὶ λέγουσιν· πολλῶν δὲ ἀναίτιος· καὶ τῶν μὲν ἀγαθῶν, οὐδενὸς ἄλλου, φαμὲν αἴτιον εἶναι· μόνον τῶν καλῶν, κακῶν δὲ οὐκέτι.

Αὖ πάλιν ἔφησαν οὗτοι οἱ ἑπτὰ καὶ εἶπον· Εἶεν περὶ τῆς τοῦ Χριστοῦ οἰκονομίας καὶ περὶ τῆς ἁγίας τριάδος. Ἄλλος δέ τις τῶν Ἑλλήνων σοφὸς μεθ᾽ ἑτέρων τινῶν, 〈Ἀσκληπιὸς〉 λεγόμενος, ᾔτησεν τὸν 〈Ἑρμῆν〉 τῶν πάντων φιλοσόφων φιλοσοφώτερον δοῦναι αὐτοῖς λόγον περὶ θεοῦ φύσεως. ὁ δὲ 〈Ἑρμῆς〉 λαβὼν σιφέριον ἔγραψεν οὕτως· Εἰ μὴ πρόνοιά τις τοῦ τῶν πάντων κυρίου, οὐ μὴν τὸν λόγον τοῦτον ἀποκαλύψαι ἠβούλετο οὐδὲ ὑμᾶς τοιούτοις ἔργοις κατεῖχεν ἵνα περὶ τούτων ἐρωτήσητε. οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα παρασχέσθαι μυστήρια, ἀλλὰ τῷ νοὶ ἀκούοντες ἀκούσατε· ἓν μόνον ἦν· φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ· καὶ ἦν αὐτῷ ἕνωσις ἐκ τοῦ νοῦ φωτὶ καὶ πνεύματι· τὰ πάντα ἐξ αὐτοῦ καὶ εἰς αὐτόν· γόνιμος ἐκ γονίμου κατελθὼν ἐπὶ γονίμῳ ὕδατι ἔγκυον τὸ ὕδωρ ἐποίησεν.