Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὑπόμνημα εἰς τὸν ναὸν τῶν Ἀθηνῶν

Μέγας Αθανάσιος

Εισαγωγή και προφητείες στον ναό των Αθηνών

Εισαγωγή στην παράδοση περί θεογνωσίας των Ελλήνων φιλοσόφων και αναφορά στις προφητείες που δόθηκαν στον ναό του Αγνώστου Θεού στην Αθήνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

Καὶ ταῦτα μὲν πρὸς τοὺς ἀφρονεστέρους τῶν Ἑλλήνων ἐπιφέρωμεν εἰς θεογνωσίαν ὑποδείγματα. Πρὸς δὲ τοὺς παρ᾽ αὐτοῖς σοφοὺς ἐκ φιλοσόφων ἀρχαίων καὶ δυνατῶν μαρτυρίας πολλὰς περὶ θεοσεβείας τινὲς Ἑλλήνων σοφοὶ εἶπον καὶ τὴν τοῦ Χριστοῦ οἰκονομίαν ἀμυδρῶς προεμήνυσαν. καὶ γὰρ πρὸ πολλῶν χρόνων τῆς Χριστοῦ ἐπιδημίας σοφός τις ὀνόματι Ἀπόλλων θέοθεν, ὡς οἶμαι, κινηθεὶς ἔκτισε τὸν ἐν Ἀθήναις ναόν, γράψας ἐν αὐτῷ βωμῷ Ἀγνώστῳ Θεῷ. ἐν τούτῳ τοίνυν συνήχθησαν οἱ πρῶτοι τῶν Ἑλλήνων φιλόσοφοι ἐρωτήσοντες αὐτὸν περὶ τοῦ ναοῦ· ὧν καὶ τὰ ὀνόματά εἰσιν αὐτά· Τιτᾶν, Βίας, Σόλων, Χίλων, Θουκυδίδης, Μένανδρος καὶ Πλάτων. συναχθέντες δὲ οἱ σοφοὶ εἶπον τῷ Ἀπόλλωνι· προφήτευσον ἡμᾶς (sic) λέξας, ὦ Ἄπολλον, τίνος μετὰ σὲ ὁ δόμος οὗτος ἔσται; 〈Ἀπόλλων〉 ἀποκρινάμενος τούτοις ἔφη· Ὅσα μὲν πρὸς ἀρετὴν καὶ κόσμον ὄρωρε ποιεῖν, ποιεῖτε, ἐγὼ δὲ ἐφετμεύω τρεῖς ἕνα μοῦνον ὑψιμέδοντα θεόν, οὗ λόγος ἄφ〈θεγκτος〉, ἐν ἀδαεῖ κόρῃ ἔγκυμος γενόμενος, ἐν ἅπαντι κόσμῳ ὥσπερ πυρφόρον τόξον διαδραμὼν ἁλιεύσει τοὺς ἀνθρώπους ὥσπερ ἰχθύας βυθοῦ ἐκ τῆς ἀπιστίας, οὓς καὶ ζωγρήσας πατρὶ προσάξει δῶρον· Μαρία δὲ τοὔνομα αὐτῆς. καὶ ταῦτα προφητεύσας Ἀπόλλων εἶπε. 〈Τιτᾶν〉 οὕτως· εἶπε· Ἥξει ἀνίσχουσα ἐν ἡμῖν κόρη ἡ ἄνανδρος, ἡ μέλλουσα τὸν οὐράνιον τοῦ θεοῦ καὶ πατρὸς παῖδα φύειν.