Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὑπόθεσις εἰς τοὺς Ψαλμούς

Μέγας Αθανάσιος

Πατρότητα, επιγραφές και απόδοση του Ψαλτηρίου στον Δαβίδ

Εξέταση των συγγραφέων των ψαλμών βάσει των επιγραφών τους και θεολογική αιτιολόγηση της απόδοσης ολόκληρου του έργου στον Δαβίδ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 3

Τοὺς δὲ μετὰ τὸν πρῶτον καὶ δωδέκατον ἀνεπιγράφους ψαλμοὺς, καὶ τοὺς ἐπιγραφὴν ἔχοντας, οὐ δηλοῦντας τίνος εἰσὶν, ἐκείνων εἶναι παῖδες Ἑβραίων φασὶ, ὧν τοὔνομα φέρεται ἐν ταῖς τῶν ἀνεπιγράφων προτεταγμέναις. Τὸν δὲ πρῶτον καὶ δεύτερον, ἕνα ὄντας ἄμφω, τοῦ Δαυῒδ ὑπάρχειν ἡγοῦμαι, διὰ τὸ πάντας τοὺς ἐν τῷ πρώτῳ μέρει τῶν Ψαλμῶν ἐφεξῆς αὐτοῦ εἶναι. Ἀπὸ γοῦν τοῦ τρίτου μέχρι τοῦ μʹ τοῦ Δαυῒδ ἐπιγράφονται οἱ πάντες· διό μοι δοκοῦσιν ὑπάρχειν τοῦ αὐτοῦ ὅ τε πρῶτος καὶ ὁ δεύτερος. Πιστοῦται δὲ λόγον ἡ τῶν Πράξεων τῶν ἀποστόλων βίβλος, ἐν ᾗ εἴρηται· Δέσποτα, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ τοῦ πατρὸς ἡμῶν διὰ Πνεύματος ἁγίου στόματος παιδός σου Δαυῒδ εἰπών· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Σαφῶς γὰρ διὰ τούτων τὸν βʹ ψαλμὸν τοῦ Δαυῒδ ἔφησεν εἶναι. Ἀποσεσιωπῆσθαι δὲ εἰκὸς ἐπ᾽ αὐτὸν τὴν τοῦ Δαυῒδ προγραφὴν, διὰ τὸ γυμνὴν ἔχειν περὶ τοῦ Κυρίου προφητείαν, ἐν ᾗ εἴρηται· Κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Οἷς ἀκολούθως ἐπιλέγει ἐξ αὐτοῦ τοῦ προσώπου τοῦ Χριστοῦ τό· Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σύ. Φέρονται τοίνυν ψαλμοὶ οἱ πάντες ρνʹ. Τινὲς δὲ νομίζουσι τοὺς πάντας εἶναι τοῦ μακαρίου Δαυΐδ· οὐ σημαίνεται δὲ τοῦτο.

Οἱ μὲν γὰρ πάντες ἀναφέρονται τοῦ Δαυΐδ· ἐν δὲ ταῖς ἐπιγραφαῖς δείκνυται τίς τίνος ψαλμὸς γεγένηται. Τέσσαρες γὰρ ἄρχοντες ᾠδῶν ἐξελέγησαν, σπηʹ ἀκόλουθοι. Τῶν οὖν τεσσάρων ἀρχόντων παράκεινται ψαλμοὶ, ὡς καὶ αἱ ἐπιγραφαὶ διδάσκουσιν. Ὁπόταν γὰρ λέγῃ· Ψαλμὸς τοῖς υἱοῖς Κορὲ, Αἰθὰν, Ἀσὰφ, καὶ Αἰμάν· αὐτοὶ ψάλλουσιν οἱ υἱοὶ Κορὲ, Αἰθὰν, Ἀσὰφ, καὶ Αἰμάν. Ὅταν εἴπῃ, Ψαλμὸς τοῦ Ἀσὰφ, αὐτὸς εἶπεν ὁ Ἀσάφ· ὅταν εἴπῃ, Ψαλμὸς τοῦ Ἰδιθοὺμ, αὐτὸς ψάλλει Ἰδιθούμ· ὁπόταν εἴπῃ, τοῦ Δαυῒδ, αὐτὸς λέγων ἦν Δαυΐδ· ἐπὰν δὲ λέγῃ, τῷ Δαυῒδ, ὑφ᾽ ἑτέρων λέγεται εἰς τὸν Δαυΐδ. Εἰσὶ μὲν οἱ πάντες ρνʹ, ὧν οβʹ εἰσὶ τοῦ Δαυῒδ, θʹ δὲ τῷ Δαυῒδ, ιβʹ τοῦ Ἀσὰφ, ιβʹ τοῖς υἱοῖς Κορὲ, εἷς τοῦ Ἰδιθοὺμ, εἷς τοῦ Αἰθὰμ, εἷς τοῦ Αἰμὰν, εἷς τοῦ Σαλομὼν, δύο Ἀγγαίου καὶ Ζαχαρίου, ἀνεπίγραφοι λθʹ καὶ εἷς Μωσέως· πάντες ρνʹ.

Δεῖ τοίνυν θεωρῆσαι τὸ μυστήριον τίνι λόγῳ, διαφόρων ᾠδῶν ὑπαρχόντων, καὶ μὴ πάντων τῶν ψαλμῶν ὄντων Δαυῒδ, ἀναφέρεται εἰς τὸν Δαυΐδ· καὶ τοῦτο οὐ παραδραμούμεθα. Τούτου γὰρ χάριν ἐπεγράφη, ἐπεὶ αὐτὸς αἴτιος γεγένηται τοῦ εἶναι ταῦτα· αὐτὸς γὰρ ἐξέλεξε τοὺς ᾠδούς. Αὐτὸς τοίνυν αἴτιος γενόμενος ἠξιώθη τῆς τιμῆς ταύτης, ἵνα πάντες ὅσα εἶπαν οἱ ᾠδοὶ εἰς τὸν Δαυῒδ καταλογισθῇ.