Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ζητήματα εἰς τὰ εὐαγγέλια

Μέγας Αθανάσιος

Ερμηνεία χωρίων για την προδοσία, το Πάθος και τη Σταύρωση

Αναλύονται γεγονότα του Πάθους του Κυρίου, όπως η προδοσία, η άρνηση του Πέτρου, το όνειρο της γυναίκας του Πιλάτου και η συσταύρωση με τους ληστές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Ἀπόκ. Ἵνα καὶ Ἰούδας βαστάσῃ. Ἐδύνατο μὲν γὰρ καὶ σβέσαι τῶν ὄχλων τὴν πεῖναν· ἀλλ᾽ οὐκ ἂν ἔγνωσαν οἱ μαθηταὶ τὴν δύναμιν. Ἐρώτ. κʹ. Διὰ τί οὐχ ὁ Πιλᾶτος ὁρᾷ, ἀλλ᾽ ἡ τούτου γυνή; Ἀπόκ. Πρῶτον μὲν ὅτι ἐκείνη ἀξία ἦν, ἢ μᾶλλον ὅτι, εἰ αὐτὸς εἶδεν, οὐκ ἂν ἐπιστεύθη ὁμοίως· ἢ οὐδ᾽ ἂν ἐξεῖπεν· διὰ τοῦτο οἰκονομεῖται τὴν γυναῖκα ἰδεῖν, ὥστε κατάδηλον γενέσθαι πᾶσιν.

Ἐρώτ. καʹ. «Καὶ συσταυροῦσιν αὐτῷ δύο λῃστὰς, ἕνα ἐκ δεξιῶν, καὶ ἕνα ἐξ εὐωνύμων.» Διὰ τί μέσον αὐτὸν ἐσταύρωσαν τῶν λῃστῶν, καὶ διὰ τί κράξας ἀφῆκε τὸ πνεῦμα; Ἀπόκ. Ἵνα τῇ δόξῃ τῇ ἐκείνων κοινωνήσῃ, ἢ ἵνα πληρωθῇ τὸ ῥηθέν· ὅτι καὶ «Μετὰ ἀνόμων ἐλογίσθη·» καὶ ἵνα δειχθῇ, ὅτι κατ᾽ ἐξουσίαν τὸ πρᾶγμα γίνεται· καθὼς καὶ ἔλεγεν, ὅτι «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.» Ἐρώτ. κβʹ. «Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» Πῶς ὁ μὲν Ματθαῖος, ὅτι εἶπεν ὁ Χριστὸς τῷ Πέτρῳ· «Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με·» ὁ δὲ Μάρκος λέγει, ὅτι, ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρυών· ὅτε δὲ τρίτον, τότε δεύτερον; Πῶς οὖν εὑρεθήσονται ἀληθῆ ἀμφότερα;

Ἀπόκ. Ἐπειδὴ καθ᾽ ἑκάστην ἀγωγὴν καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ἀλεκτρυὼν, δηλῶν ὁ Μάρκος, ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε, καὶ εἰς μνήμην ἤγαγε, τοῦτό φησιν. Ὥστε ἀμφότερα ἀληθῆ εἰσι. Πρινὴ γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλεκτρυόνα, τρίτον ἠρνήσατο. Οὕτω δὲ περιδεὴς ἦν καὶ σφόδρα ἀποτεθνηκὼς τῷ δέει, ὅτι οὐ μόνον ἠρνήσατο, ἀλλ᾽ οὐδὲ ἀνεμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος, ἕως οὗ τὸ βλέμμα τοῦ διδασκάλου γέγονεν αὐτῷ ἀντὶ φωνῆς. Καὶ τοῦτο ὁ Λουκᾶς δηλῶν φησιν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὁ Χριστός.

Ἐρώτ. κγʹ. «Καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.» Διὰ τί ἐξελθὼν ἔξω ἔκλαυσεν; Ἀπόκ. Ἐπειδὴ οὐκ ἐτόλμα φανερῶς ἔμπροσθεν πάντων, ἵνα μὴ κατηγορηθῇ διὰ τῶν δακρύων, καὶ γνωσθῇ μαθητὴς αὐτοῦ εἶναι. Ἐρώτ. κδʹ. «Ἐσθιόντων δὲ εἶπεν αὐτοῖς ὁ Χριστὸς, ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει με.» Διὰ τί, ἐσθιόντων αὐτῶν, περὶ τῆς προδοσίας αὐτοῖς διαλέγεται;

Ἀπόκ. Ἵνα καὶ ἀπὸ τοῦ καιροῦ καὶ τῆς τραπέζης δείξῃ τὴν πονηρίαν τοῦ προδότου. Καὶ γὰρ καὶ αὐτὸς ἐκεῖ παρῆν. Ἐρώτ. κεʹ. «Εἷς ἐξ ὑμῶν παραδώσει με.» Διὰ τί οὐκ εἶπεν· Ὁ δεῖνά με παραδώσει· ἀλλ᾽ «Εἷς ἐξ ὑμῶν παραδώσει με,» φειδόμενος καὶ ἐν τούτῳ;

Ἀπόκ. Φειδόμενος καὶ ἐν τούτῳ τοῦ προδότου· ὥστε πάλιν δοῦναι αὐτῷ μετανοίας ἐξουσίαν τοῦ λαθεῖν. Καὶ αἱρεῖται φοβῆσαι ἅπαντας ὑπὲρ τοῦ διασῶσαι τοῦτον. Ἐρώτ. κϛʹ. «Ἦσαν δὲ καὶ αἱ γυναῖκες συνακολουθήσασαι ἀπὸ τῆς Γαλιλαίας.» Διὰ τί μέμνηται τῶν γυναικῶν τῶν συνακολουθησασῶν αὐτῷ;