Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ζητήματα εἰς τὴν θείαν γραφήν

Μέγας Αθανάσιος

Χριστολογική και αλληγορική ερμηνεία ψαλμικών και προφητικών χωρίων

Επεξήγηση ψαλμικών συμβόλων, της καθόδου του Χριστού στον Άδη και της πνευματικής σημασίας διαφόρων εννοιών, όπως το όρος και η κατοικία των δικαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 8

Ἐρώτ. οϛʹ. Τί ἐστιν· «Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;» Ἀπόκ. Ἔθνη λέγει τῶν Ῥωμαίων, ἤγουν τῶν Φράγγων τὸ γένος, τῶν σταυρωσάντων τὸν Χριστόν. Λαὸν δὲ λέγει τῶν Ἰουδαίων τὴν κεφαλήν. Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, ὁ Πιλᾶτός τε καὶ ὁ Ἡρώδης, ἄρχοντες δὲ Ἄννας καὶ Καϊάφας.

Ψαλμὸς ὑπὲρ τῶν ληνῶν. Ἐρώτ. οζʹ. Τίνας λέγει ληνούς; Ἀπόκ. Τὰς ἐκκλησίας, ἐν αἷς ἐκχεῖται ὁ οἶνος, ἤτοι τὸ ἅγιον αἷμα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ θύεται καὶ τὸ ἅγιον σῶμα αὐτοῦ. Ὃ δὲ λέγει ὁ προφήτης Ἡσαΐας, ὅτι «Ληνὸν ἐπάτησα μονώτατος,» τοῦτο ἑρμηνεύει. Ὥσπερ ἡ ληνὸς δοχεῖόν ἐστι, καὶ ἐν ταύτῃ καταπατοῦνται αἱ σταφυλαί· οὕτως κατεπάτησε καὶ ὁ Χριστὸς τοὺς ἐχθροὺς αὐτοῦ, νοητούς τε καὶ αἰσθητούς. Εἴπωμεν δὲ καὶ τοῦτο, ὅτι βότρυς καὶ σταφυλὴ ὁ Χριστὸς, ὅστις ἀποθλίψας ἑαυτὸν ἑκουσίᾳ πληγῇ καὶ θανάτῳ, ἀπέσταξε τὸ θεῖον γλεῦκος, καὶ ἐφοίνιξεν ἑαυτὸν τῷ ἰδίῳ αἵματι. Μονώτατος δέ ἐστιν, ὅτι μόνος αὐτὸς ὁ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν· «Οὔτε γὰρ ἄγγελος, οὔτε πρέσβυς, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς.» Ὁ δὲ Πέτρος ἠρνήσατο ἐν τῷ τοῦ πάθους καιρῷ, καὶ οἱ λοιποὶ ἔφυγον ἀπόστολοι.

Ἐρώτ. οηʹ. Τί ἐστιν· «Οἱ διψῶντες, πορεύεσθε ἐφ᾽ ὕδωρ;» Ἀπόκ. Ὕδωρ τὸ ἅγιον βάπτισμα δηλοῖ, ἢ τὴν τῶν δακρύων πηγὴν, ἤτοι τὴν μετάνοιαν. Τὸ δὲ, «Βαδίσαντες, ἀγοράσατε, καὶ φάγετε καὶ πίετε ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπειδὴ κατακλύζει πάσας τὰς ἁμαρτίας. Ἑρμην. οθʹ. Τί, «Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός;» Ἀπόκ. Τοῦτο δηλοῖ τὴν μέλλουσαν κόλασιν τοῦ πυρός· ἐπειδὴ τῇ τοῦ Χριστοῦ προστάξει μέλλει διαιρεθῆναι.

Τὸ πῦρ γὰρ ἔχει δύο ἐνεργείας· καὶ τὸ μὲν φωτίζον μέλλει δοῦναι τοῖς δικαίοις, τὸ δὲ καῖον τοῖς ἁμαρτωλοῖς. Ἑρμηνεία πʹ. «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Ἀπόκ. Ὑετοί εἰσιν οἱ ἀπόστολοι. Ἐπλήσθησαν γὰρ παντοίων δωρεῶν καὶ χαρισμάτων. Ἐντεῦθεν καὶ πᾶς ἄνθρωπος καθαρὸς καὶ ἐνάρετος τοιοῦτος ὑπάρχει· καὶ γὰρ τὸ ὕδωρ καὶ ἡ δρόσος ἐν τῇ Γραφῇ, ποτὲ μὲν δηλοῖ τὸ χάρισμα τοῦ Θεοῦ, ποτὲ δὲ τοὺς πειρασμοὺς καὶ τὴν ταραχὴν τῆς ψυχῆς.

Ὅταν δὲ λέγει, ὅτι «Ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ·» καὶ, «Ὡς δρόσος Ἀερμῶν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιὼν,» τὰ χαρίσματα λέγει τοῦ ἁγίου Πνεύματος. Ὄρη δὲ Σιὼν λέγει τοὺς κατὰ Θεὸν ζῶντας πνευματικούς.

Πάλιν ὅταν λέγει· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου·» καὶ, «Ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον,» τοὺς πειρασμοὺς λέγει τῆς ψυχῆς. Ἐρώτ. παʹ. Τί ἐστιν· «Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν;» Ἀπόκ. Τοῦτο λέγει, ὅτι ἀναβὰς ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ, τὸν ᾅδην ἐσκύλευσε, καὶ ᾐχμαλώτευσε. Τοῦτό ἐστι καὶ τὸ λέγον· «Εἶπεν ὁ Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω,» τουτέστιν ἀπὸ τοῦ σταυροῦ ἐπιστρέψω εἰς ᾅδην. Βασὰν γὰρ ἑρμηνεύεται αἰσχύνη. Οἱ γὰρ Ἰουδαῖοι τὸν σταυρὸν ὡς αἰσχύνην εἶχον, καὶ κατάρας ὄργανον τοῦτο ὠνόμαζον. Ἀλλ᾽ ὁ Χριστὸς ἡγίασεν αὐτὸν, ὡς ἐν αὐτῷ τὴν σωτηρίαν τῶν ἀνθρώπων πραγματευσάμενος.

Ἐρώτ. πβʹ. Τί λέγει· «Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν;» Ἀπόκ. Πλουσίους ἐνταῦθα τοὺς Ἰουδαίους καλεῖ· ἐπτώχευσαν δὲ, ἐπειδὴ ἀπέκτειναν τὸν ἄρτον τῆς ζωῆς, καὶ ἦλθεν ἐπ᾽ αὐτοὺς ὁ λιμός. Ἐρώτ. πγʹ. Τί λέγει, «Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν;» Ἀπόκ. Ὃ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ ἡ πρωΐα ἀρχὴ τῆς ἡμέρας ἐστὶν, οὕτω καὶ πάσης ἁμαρτίας ἐστὶν ἀρχὴ ὑποβολὴ τοῦ ἐχθροῦ. Διὸ λέγει· «Εἰς τὰς πρωΐας ἀπέκτεινον,» τουτέστιν εἰς τὰς ἀρχὰς τῶν λογισμῶν ἐσκόπουν, καὶ ἐδίωκον τὰς προσβολὰς αὐτῶν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς, ἤτοι τοὺς δαίμονας, τοὺς ποιοῦντας ἐν ἐμοὶ τὴν ἁμαρτίαν, «ὅπως ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας,» τουτέστιν ἐκ τῆς ψυχῆς. Πόλις γὰρ Κυρίου ἐστὶν ἡ ψυχή. Ἐδίωκον γὰρ, φησὶ, καὶ ἀπέκτεινον τὰς κεφαλὰς αὐτῶν, ἤτοι τὰς ἀρχὰς, ὅπως ἐξολοθρεύσω αὐτοὺς ἐκ τῆς ψυχῆς, τοῦ μὴ ἐργάζεσθαι πᾶσαν ἀνομίαν καὶ ἁμαρτίαν.

Ἐρώτ. πδʹ. Τί λέγει· «Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται;» Ἀπόκ. Σκύμνους λέγει τοὺς προφήτας. Ὠρύοντο δὲ κράζοντες καὶ λέγοντες, καὶ προφητεύοντες τὴν σάρκωσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἀνέτειλεν δὲ ὁ ἥλιος, τουτέστιν, ἦλθεν ὁ Χριστὸς, καὶ ἐσιώπησαν. Οἱ προφῆται ἕως Ἰωάννου προεφήτευσαν. Τοῦτό ἐστι καὶ ὃ λέγει ἡ Γραφὴ ἀλλαχοῦ· «Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων· Ἀπὸ τῆς τηλαυγήσεως αὐτοῦ αἱ νεφέλαι διῆλθον.» Σκοτεινὸν ὕδωρ λέγει τὴν θείαν Γραφὴν, ἐπειδὴ ἐν γνόφῳ ἐδέξατο ὁ Μωσῆς τὸν νόμον ἐν τῷ Σινᾶ παρὰ Θεοῦ. Ἔτι δὲ καὶ οἱ προφῆται ἀμυδρῶς πως καὶ σκοτεινῶς καὶ λεπτῶς πως τὴν παρουσίαν τοῦ Χριστοῦ ἔβλεπον, καὶ ἐδήλουν. Νεφέλας γὰρ τοὺς προφήτας λέγει, ἐπειδὴ ἐκήρυξαν, καὶ ὡς ὕδωρ ἐξέχεον, πνεύσαντες ὡς ἀέρες τὸν θεῖον λόγον καὶ νόμον ἐπὶ τῆς γῆς, ὅπερ ἐστὶ τὸ σκοτεινὸν ὕδωρ. Ἀπὸ δὲ τῆς τηλαυγήσεως αὐτοῦ ἐνώπιον αὐτοῦ, ἢ ὡς ἀπὸ τῆς διὰ σαρκὸς ἐπιδημίας αὐτοῦ ἔμπροσθεν αὐτοῦ αἱ νεφέλαι, ἤγουν οἱ προφῆται, ἔπαυσαν καὶ ὑπεχώρησαν.

Ἐρώτ. πεʹ. Τί ἐστιν· «Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερουσαλὴμ, ἐν ᾧ κατῴκησεν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστὸς σαρκωθεὶς ἐπὶ τῆς γῆς. Ὄρος πάλιν δὲ κυρίως ὀνομάζει τὴν ὑπεραγίαν Θεοτόκον, ὡς ὅταν λέγει· «Τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος·» καὶ ἀλλαχοῦ· «Ὁ Θεὸς ἀπὸ Θεμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου καὶ δασέως.» Ὄρος δὲ λέγεται ἡ ἁγία Θεοτόκος. Ἐπεὶ ὥσπερ οἱ ἐν τῷ κάμπῳ περιπατοῦντες, καὶ φλεγόμενοι ὑπὸ τοῦ καύματος, προσεγγίζοντες ἐν τῷ ὄρει, δροσίζονται ὑπὸ τὴν σκιὰν τῶν δένδρων τοῦ ὄρους, ἢ καὶ διὰ τοῦ ὕδατος παραμυθοῦνται τὸν καύσωνα τῆς φλογός· τοιούτῳ τρόπῳ γέγονε καὶ τοῖς ἀνθρώποις ἡ ἁγνὴ Παρθένος, τῷ δροσισμῷ τῆς κυοφορίας αὐτῆς τὰς ψυχὰς τῶν ἀνθρώπων καταφλεγομένας ὑπὸ τῆς ἁμαρτίας ἀνεζώωσε, καὶ τῇ σκιᾷ τῶν πτερύγων τοῦ Υἱοῦ αὐτῆς περιέθαλψεν. Ὄρος δὲ λέγονται καὶ οἱ δαίμονες διὰ τὸν ὄγκον τῆς ὑπερηφανίας. «Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται·» τουτέστιν ὁ προσεγγίζων τοῖς δαίμοσι, καὶ ὡς καπνὸς διαλύονται καὶ ἀφανίζονται.

Ὄρος δὲ λέγεται, καὶ ἡ ἀρετὴ, καθὼς ὁ ἐν ἁγίοις Γρηγόριός φησιν· ἐπεὶ καὶ ἐν τῷ ὄρει τούτῳ Θεὸς ἀνθρώποις φαντάζεται, τὸ μέντοι καταβαίνων ἀπὸ τῆς οἰκείας περιωπῆς, τὸ δὲ ἡμᾶς ἀνάγων ἐκ τῆς κάτωθεν ταπεινώσεως.

Ἐρώτ. πϛʹ. Διὰ τί λέγεται ὄρος ἡ ἀρετή; Ἀπόκ. Ἐπειδὴ ὥσπερ τὸ ὄρος ὑψηλὸν τῆς γῆς, χαμηλότερον δὲ τοῦ οὐρανοῦ, οὕτως ἐστὶ καὶ ὁ ἐργαζόμενος τὴν ἀρετήν· ὑψηλότερος μὲν ἔστι τῆς γῆς, διότι ἀνώτερος ὑπάρχει τῶν βιωτικῶν φροντίδων, καὶ τῶν τοῦ κόσμου ὑλῶν· χαμηλότερος δὲ ὑπάρχει τοῦ οὐρανοῦ, ἐπειδὴ ἀκμὴν ἐν τῷ βίῳ τούτῳ ἐστὶ, καὶ οὐκ ἀπέθανε, ἵνα ἐλευθερωθῇ παντελῶς τοῦ κόσμου τούτου· καὶ ἐν τούτῳ ἵσταται μέσον οὐρανοῦ καὶ γῆς, καθάπερ τι ὄρος, ὡς εἴρηται· ἐπειδὴ καὶ, «Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις,» ὅταν λέγει, τὰς ὑψηλὰς ἀρετὰς ὀνομάζει· ἐλάφους δὲ τὰς ψυχὰς τῶν ἁγίων· ἐπειδὴ ἐν ταῖς ὑψηλαῖς τῶν ἀρετῶν ἐργασίαις, ὥσπερ ἔλαφοι ἐν τῷ ὄρει, τριβοβατοῦσιν αἱ ψυχαὶ τῶν ἁγίων. Πέτρα δὲ καταφυγὴ τοῖς λαγωοῖς ἐστιν ὁ Χριστός. Ὑπάρχει δὲ καταφυγὴ τῶν ἐν ἐρήμῳ καθεζομένων.

Ἐρώτ. πζʹ. Τί λέγει τοῦ ἐρωδιοῦ ἡ κατοικία; Ἀπόκ. Ὁ ἐρωδιὸς ὄρνεόν ἐστιν, ὡς λέγουσί τινες· τὸ δὲ ὄρνεον φωλεύει ἐν ἐρήμῳ τόπῳ ἐν κορυφῇ τινος δένδρου. Ἔρχονται δὲ τὰ μικρὰ στρουθία, καὶ φωλεύουσιν ὑποκάτω αὐτοῦ γύρωθεν ἐν τῷ δένδρῳ.

Ἡγεῖται δὲ αὑτῶν καὶ ἐπικαθέζεται ἡ κατοικία τοῦ ἐρωδιοῦ, φυλάττει δὲ ταῦτα ἀπὸ τῶν φθοροποιῶν ἑρπετῶν, τῶν θελόντων κακῶσαι αὐτά. Ἐρώτ. πηʹ. Τί λέγει ὁ Προφήτης, ὅταν λέγει· «Εἰς τὸ τέλος μὴ διαφθείρῃς τῷ Δαβίδ;» Ἀπόκ. Τέλος λέγει ὁ Προφήτης τῆς ἑαυτοῦ ζωῆς.

Ἐπεύξεται τοίνυν ὁ Προφήτης, ἵνα μὴ γένηται τὸ τέλος τῆς ζωῆς καὶ περιπέσῃ εἰς βλάβην τινά. Πᾶσα γὰρ ἡ ζωὴ τοῦ ἀνθρώπου, ἐὰν δαπανηθῇ κακῶς, καὶ τὸ τέλος αὐτοῦ γένηται χρηστὸν, χάρις καὶ δόξα ἐστίν. Ἐὰν δὲ τὸ τέλος καταστραφῇ, τοῦτο ἀθλιότης.

Διὰ τοῦτο ἐπεύχεται ὁ Προφήτης γενέσθαι τὸ τέλος τῆς ζωῆς αὐτοῦ καλόν· ἐπὶ τοῦτο καὶ γὰρ ψαλμὸν συνεγράψατο. Ἐρώτ. πθʹ. Τί λέγει· «Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν;» Ἀπόκ. Ὁσίους λέγει τοὺς πνευματικοὺς καὶ ἁγίους ἀνθρώπους, οἵτινες καυχῶνται μετὰ θάνατον ἐπὶ ταῖς κοίταις αὐτῶν. Κοῖται δέ εἰσιν αἱ μοναὶ τῶν ἁγίων, ἃς εὑρίσκουσι μετὰ θάνατον, καὶ ἀγάλλονται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Τὴν ἐν Θεῷ τελείωσιν διδάσκουσα ἡ θεία Γραφὴ, καὶ δηλοῦσα, ὠνόμασεν αὐτὴν ὕπνον, καὶ κοίτην, καὶ κλίνην, καὶ θάνατον. Ὕπνον μὲν, ὡς ὅταν λέγει ὁ Δαβίδ· «Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω·» ἤτοι ἐπὶ τὸ αὐτὸ καταντήσω· σχολάσω εἰς αὐτὸ τὸ ζῇν ἐν Θεῷ, κατὰ τὸν εἰπόντα ἅγιον Ἀπόστολον· «Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός·» κοίτην δὲ, ὡς ὅταν λέγει· «Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἀναπέπαυται ἐν Θεῷ, ὥσπερ κοίτην ἡγούμενος τὴν ἐν Θεῷ τελείωσιν. Πόδας καὶ τῆς κοίτης τὰς ἀρετὰς λέγει· κλίνην δὲ, ὡς ὅταν φησὶ Σολομών· «Ἑξήκοντα δυνατοὶ κυκλοῦσιν αὐτήν.» Ὅταν γὰρ εἰς τὸ τέλειον ἔλθῃ ὁ ἐνάρετος, περικυκλοῦσι καὶ περιστοιχοῦσιν αὐτὸν οἱ δυνατοὶ, ἤτοι οἱ ἄγγελοι, κατὰ τὸν εἰπόντα· «Προεωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ.» Φίλον δὲ τῇ θείᾳ Γραφῇ καλεῖν καὶ τὸν ἄγγελον Κύριον, ὡς ἐπὶ τοῦ Μανωὲ, «Θεὸν ἑωράκαμεν,» ἐν φαντασίᾳ Θεοῦ γενομένου.

Θάνατον δὲ πάλιν εἴρηκεν αὐτὴν ὁ Δαβὶδ εἰπών· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Εἶδες πῶς καὶ ὕπνον, καὶ κοίτην, καὶ κλίνην, καὶ θάνατον αὐτὴν ἔδειξεν ἡ θεία Γραφή. Θάνατον δὲ ταύτην εἴρηκεν, ὅτι ὁ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Ὥσπερ γὰρ τὸν τεθνεῶτα οὐκ ἔστιν ἐπιστρέψαι ἐν βίῳ καὶ ἁμαρτῆσαι οὐκ ἔτι· οὕτως οὐδὲ τὸν οὕτω καταξιωθέντα οὐκ ἔστιν εἰς τὰ ὀπίσω στραφῆναι, ἀλλὰ λέγει μετὰ τοῦ Δαβίδ· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;» μετὰ δὲ τοῦ Παύλου· «Ἐάν τε γὰρ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν·» καὶ πάλιν· «Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ.» Εἰς τοῦτο τελειωθέντες οἱ ἅγιοι, κατεφρόνησαν τὸν κόσμον, καὶ οὐχ ἡδονὴν ἡγοῦντο τὴν ἡδονὴν τοῦ κόσμου τούτου. Οἱ δὲ μάρτυρες τὰς βασάνους κατεφρόνησαν.

Κείμενον ϟʹ. «Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.» Ἑρμην. Ὑψώσεις τοῦ Θεοῦ εἰσιν αἱ διδασκαλίαι τοῦ νόμου καὶ αἱ πνευματικαὶ διατάξεις· ὥσπερ γὰρ ἔχουσιν οἱ πνευματικοὶ διδάσκαλοι ἐκ τοῦ ἁγίου Πνεύματος χαρίσματα δωρεῶν ἐν τῷ λάρυγγι αὐτῶν, ἤτοι τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ, καὶ διδάσκουσι τὸν λαόν· ῥομφαῖαι δίστομοί εἰσιν αἱ δύο Διαθῆκαι, ὁ παλαιὸς νόμος καὶ ὁ νέος· ὥσπερ γὰρ ὁ στρατιώτης, βαστάζων ξίφος δίστομον, τοὺς ἐχθροὺς κατασφάττει καὶ τὸν λαὸν διασώζει· οὕτως καὶ οἱ πνευματικοὶ διδάσκαλοι ῥομφαίας διστόμους ἔχουσι, τὰ διδάγματα τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης, δι᾽ ὧν ποιοῦσιν ἐκδίκησιν ἐν τοῖς ἔθνεσι, καὶ εἰς τιμωρίαν ἐμβάλλουσιν αὐτοὺς, ἀποστέλλοντες αὐτοῖς ὀργὴν ἀπὸ τοῦ Θεοῦ, διὰ τῆς ἱκετηρίας τῆς πρὸς τὸν Θεόν.

Ὡσαύτως καὶ τὸν κοινὸν λαὸν τῶν πιστῶν ἐλέγχουσι καὶ διδάσκουσιν εἰς τὸ ἀγαθόν. Ὅταν δὲ μὴ ἀκούσωσιν αὐτῶν, ἀλλ᾽ ἐναντιοῦνται τὸ ἀγαθὸν, καὶ καταφρονοῦσιν αὐτῶν, τότε καὶ αὐτοῖς ἀποστέλλουσι διὰ προσευχῆς τιμωρίαν πρὸς σωφρονισμὸν, ὅπως παιδευθέντες σωφρονισθῶσιν, μὴ παρακούειν Θεοῦ, μήτε τῶν θεραπόντων αὐτοῦ· ὅτι ὁ ἀκούων πνευματικῶν ἀνδρῶν ἀκούει Θεοῦ, καθὼς εἴρηκεν ὁ Χριστός. Οὐ γὰρ πρὸς βλάβην, ἀλλὰ πρὸς ὠφέλειαν ἐπάγουσι τὴν παιδείαν οἱ πνευματικοὶ, καὶ πρὸς διόρθωσιν ἀγαθοῦ, εἰς δόξαν Θεοῦ, ὡς ζηλωταὶ καὶ ἐκδικηταὶ τοῦ Θεοῦ, καὶ μισηταὶ τοῦ κακοῦ.