Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ζητήματα εἰς τὴν θείαν γραφήν

Μέγας Αθανάσιος

Ζητήματα επί της Γενέσεως: Δημιουργία, πτώση και πρώτες γενεές

Συλλογή ερμηνειών επί της Εξαημέρου, της πλάσεως και της πτώσεως των πρωτοπλάστων, καθώς και των πρώτων βιβλικών γεγονότων έως τον Λάμεχ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 8

ΕΚ ΤΟΥ ΠΑΛΑΙΟΥ ΔΙΑΦΟΡΟΙ ΕΡΜΗΝΕΙΑΙ. Ἐρώτ. μζʹ. Τί ἐστιν· «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος;» Ἀπόκ. Ὅτι οὐκ ἦν ἀκμὴν κοσμηθεῖσα. Ἐπικειμένου γὰρ τοῦ ὕδατος ἐπάνω αὐτῆς, ἀόρατος ἦν ἤτοι ἀθεώρητος καὶ ἀφανής· ἀκατασκεύαστος δὲ ἤτοι ἀκαλλώπιστος, ἀτελείωτος· ἀκμὴν γὰρ οὐκ εἶχεν οὔτε ἄνθη, οὔτε λειμῶνας, οὔτε φυτὰ, οὔτε βλάστην.

Ἐρώτ. μηʹ. Ποῖον πνεῦμα ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος; Ἀπόκ. Τισὶ μὲν δοκεῖ τὸ πανάγιον Πνεῦμα ζωογονοῦν τὴν τῶν ὑδάτων φύσιν· ἐγὼ δὲ ἁρμοδίως τὸ, «ἐπεφέρετο,» τὴν κινητικὴν τοῦ ἀέρος οὐσίαν φημὶ παραδηλοῦν, καθὰ καὶ Δαβὶδ περὶ τοῦ Θεοῦ τῶν ὅλων φησί «Πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.» Ἐρώτ. μθʹ. Διὰ τί, μίαν τὴν συναγωγὴν τῶν ὑδάτων εἰπὼν, μετὰ ταῦτα πολλὰς προσωνόμασε; «Συνήχθη» γὰρ, φησὶ, «τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν.» Ἀπόκ. Μία ἐστὶ τῶν ὑδάτων ἡ φύσις καὶ συναγωγή· πληθυντικῶς δὲ τὰς συναγωγὰς ὠνόμασεν, ἐπειδὴ ἄλλο μὲν τὸ Ἰνδικὸν πέλαγος, ἄλλο δὲ τὸ Ποντικὸν, καὶ τὸ Ἀτλαντικὸν ἕτερον, καὶ ἄλλο μὲν ἡ Προποντὶς, καὶ Αἰγαῖον ἕτερον, καὶ ἄλλος πάλιν ὁ Ἰώνιος κόλπος.

Ἔξωθεν δὲ πάλιν ἐπίκειται τὸ μέγιστον πέλαγος, ὅ τινες Ὠκεανὸν ὀνομάζουσι. Τούτου χάριν, ὡς μὲν συνηγμένην, συναγωγὴν μίαν ὠνόμασεν· ὡς δὲ διαιρουμένην, συναγωγάς. Ἐρώτ. νʹ. Ποῖον φῶς ἐχώριζε τὴν ἡμέραν καὶ τὴν νύκτα, πρὶν γενέσθαι τὸν ἥλιον; Καὶ γὰρ ὁ ἥλιος καὶ οἱ λοιποὶ φωστῆρες ὕστερον ἐγένοντο. «Καὶ ἐγένετο δὲ ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα,» πῶς γὰρ νοητέον; οὔπω γὰρ ἥλιος.

Ἀπόκ. Τὸ φῶς εἶπεν ὁ Θεὸς, καὶ ἐγένετο. Ἐκεῖνο οὖν ἦν τὸ διαχωρίζον τὴν ἡμέραν καὶ τὴν νύκτα. Καὶ εἶπεν ὁ Θεὸς, ὅτι «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.» Τοῦτο οὐκ ἔστιν ἥλιος· ποῖον δέ ἐστι τοῦτο τὸ φῶς, ἄκουσον. Τοῦτο τὸ φῶς ἐστι τὸ πρωϊνὸν, ὅπερ ἀνατέλλει καὶ φωτίζει τὸν κόσμον ἀπὸ πρωῒ πρὶν ἀνατεῖλαι τὸν ἥλιον. Καὶ μηδεὶς νομίσῃ, ὅτι τοῦ ἡλίου ἐστὶ τὸ φέγγος ἐκεῖνο, ὅπερ αὐγάζει ταχὺ καὶ φωτίζει τὸν κόσμον πρὶν τοῦ ἡλίου· ἀλλ᾽ αὐτό ἐστιν ὅπερ λέγει ἡ Γραφή· «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.» Τοῦτο τὸ φῶς πολὺ καὶ ὑπέρλαμπρον ὑπάρχον, τότε διεῖλεν αὐτὸ ὁ Θεὸς εἰς τοὺς φωστῆρας, τόν τε ἥλιον καὶ τὴν σελήνην καὶ τὰ λοιπά.

Ἐρώτ. ναʹ. Τί λέγει, ὅτι «Ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ ἡμέρας καὶ ἐνιαυτούς;» Ἀπόκ. Σημεῖα καλεῖ τὸ εἰδέναι σπόρου καιρὸν καὶ θέρους, καὶ τρυγητοῦ, τὸ φυτεῦσαι ἐν ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν Ἐρώτ. νβʹ. Διὰ τί τὰ μὲν φυτὰ πρὸ τῶν φωστήρων ἐποίησεν ὁ Θεὸς, τὰ δὲ ζῶα μετὰ ταῦτα;

Ἀπόκ. Διότι τὰ μὲν φυτά εἰσιν ἄψυχα, καὶ οὔτε ὀφθαλμοὺς ἔχουσι, καὶ ἐκτίσθησαν πρὸ τῶν φωστήρων· ἐβάσταζον γὰρ τοῦ φωτὸς τὴν λαμπρότητα· μετὰ δὲ τοὺς φωστῆρας ὕστερον ἐγένοντο τὰ ζῶα· ἐπειδὴ ἐμέρισεν ὁ Θεὸς τὸ φῶς τὸ πρῶτον τὸ μέγα ὃ ἐποίησεν εἰς τοὺς φωστῆρας, καὶ διεσκορπίσθη, καὶ ἐγένετο ἐλαφρότερον· εἰ μὴ γὰρ οὕτως ἐγένετο, οὐκ ἠδύνατο τὰ ζῶα ὑποφέρειν τὴν πολλὴν ἀστραπὴν καὶ τὴν λαμπρότητα ὅλου τοῦ πυρὸς ἐκείνου. Καὶ διὰ τοῦτο ἐγένοντο ὕστερον τὰ ζῶα, ὅπως δύνωνται φέρειν τοῦ πυρὸς τὴν λαμπρότητα.

Ἐρώτ. νγʹ. Διὰ τί ὁ Θεὸς πλάσας τὸν ἄνθρωπον ἐκ τῆς γῆς, οὐκ ἔπλασε καὶ τὴν Εὔαν. ἀλλ᾽ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἔπλασεν αὐτήν; Ἀπόκ. Ἵνα μὴ ἔχωσιν ἀφορμὴν λέγειν, ὅτι ἄλλο τὸ χῶμά ἐστι τοῦ Ἀδὰμ, καὶ ἄλλο τῆς Εὔας· καὶ κρεῖσσον ἦν τὸ χῶμα ὃ ἔπλασε τὸν Ἀδὰμ, καὶ ἐξ ἐκείνου εἰσὶν οἱ καλοὶ καὶ ἐνάρετοι ἄνθρωποι· ἀπὸ δὲ τῆς Εὔας εἰσὶν οἱ κακοὶ καὶ πονηροὶ, καὶ οἱ σκολιοὶ ἄνθρωποι.

Διὰ τοῦτο ἔπλασεν αὐτοὺς ὁ Θεὸς ἐξ ἑνὸς χώματος. Ἐρώτ. νδʹ. Διὰ τί, ὡς ἔστι κρεῖσσον καὶ παραδοξότερον ποίημα τοῦ Θεοῦ ὁ ἄνθρωπος (βασιλέα γὰρ αὐτὸν πεποίηκεν ἐπὶ τῆς γῆς, καὶ κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν αὐτοῦ ἐποίησεν αὐτὸν), πῶς ἔπλασεν αὐτὸν ὁ Θεὸς ὕστερον πάντων;

Ἀπόκ. Ἐπειδὴ ὥσπερ βασιλεὺς, ὅταν μέλλει ἀπελθεῖν ἐν πόλει τινὶ, πρῶτον εὐτρεπίζουσιν αὐτοῦ τὴν ἑτοιμασίαν, καὶ κατασκευάζοντες αὐτοῦ τὴν δωροφορίαν, καὶ πᾶσαν αὐτοῦ τὴν ὑπηρεσίαν καὶ ἀνάπαυσιν, μετὰ τοῦτο δὲ παραγίνεται ὁ βασιλεὺς, οὕτω γέγονε καὶ ἐπὶ τοῦ ἀνθρώπου. Πρῶτον ἐφρόντισεν ὁ Θεὸς τὰ τῆς ἀναπαύσεως αὐτοῦ, καὶ εἰργάσατο τὴν κατοικίαν αὐτοῦ καὶ πᾶσαν τὴν χρείαν καὶ ἀνάπαυσιν αὐτοῦ, καὶ μετὰ ταῦτα ἔπλασεν αὐτόν.

Ἐρώτ. νεʹ. Τί ἐστι τό· «Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν;» Τί τὸ «κατ᾽ εἰκόνα;» καὶ τί τὸ «καθ᾽ ὁμοίωσιν;» Ἀπόκ. Οὐχ ὥσπερ οἱ ἄνθρωποι, οὕτως καὶ ὁ Θεός ἐστιν ἀνθρωπόμορφος· ἄπαγε! Ἀλλὰ τὸ «κατ᾽ εἰκόνα» τοῦτό ἐστιν· ὥσπερ γὰρ ὁ Θεὸς βασιλεύει ἐν παντὶ κόσμῳ, καὶ ἄρχει, καὶ ἐξουσιάζει πάντων τῶν ἐν οὐρανῷ καὶ τῇ γῇ· οὕτω καὶ ὁ ἄνθρωπος ἄρχων καὶ βασιλεὺς καθέστηκε πάντων τῶν ἐπιγείων πραγμάτων, καὶ αὐτεξουσίως ὃ βούλεται πράττει, καθάπερ καὶ ὁ Θεός· καὶ τοῦτό ἐστι τὸ «κατ᾽ εἰκόνα.» Τὸ δὲ «καθ᾽ ὁμοίωσίν» ἐστι τὸ ἀγαθὸν καὶ ἐνάρετον.

Ὥσπερ γὰρ ὁ Θεὸς ἀγαθός ἐστι καὶ ἐλεήμων, καὶ εὔσπλαγχνος, καὶ δίκαιος, μακρόθυμός τε καὶ πρᾶος, ἀγαπητικός τε καὶ συμπαθὴς, εἰρηνικός τε καὶ ἐπιεικὴς, ἐλεῶν καὶ τρέφων πάντας ἀνθρώπους, καὶ ἐπὶ πᾶσι τὸ ἀγαθὸν ἐνδεικνύμενος· τοιούτῳ τρόπῳ εἰργάσατο καὶ ἔπλασε, καὶ θέλει εἶναι τὸν ἄνθρωπον, ἵνα πάσῃ ἀρετῇ ὑπάρχῃ κατακεκοσμημένος, καὶ ... μιμεῖται Θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ ἐν πάσῃ ἀγαθοεργίᾳ καὶ σεμνότητι.

Ἐρώτ. νϛʹ. Τίνι ὁ Θεὸς εἴρηκε· «Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν;» Ἀπόκ. Τινὲς τῶν δυσωνύμων αἱρετικῶν πρὸς τοὺς ἀγγέλους αὐτὸ εἰρηκέναι καὶ τοὺς πονηροὺς δαίμονας ἔφθασαν· οὐ συνιέντες οἱ ἐμβρόντητοι, ὅτι οὐ κατ᾽ εἰκόνας ἡμετέρας ἔφη, ἀλλὰ κατ᾽ εἰκόνα ἡμετέραν.

Θεοῦ δὲ καὶ ἀγγέλων καὶ δαιμόνων οὔτε οὐσία οὔτε εἰκὼν ἡ αὐτή. Ἐγὼ δέ φημι, ὅτι, προθεωρῶν τὴν τοῦ Μονογενοῦς σάρκωσίν τε καὶ ἐνανθρώπησιν, καὶ ὡς ταύτην τὴν φύσιν ἐκ Παρθένου λήψεται, καὶ οὕτως ἑαυτῷ ἓν μὲν πρόσωπον Θεοῦ καὶ ἀνθρώπου νοήσας, καὶ μίαν αὐτῷ προσκύνησιν παρὰ τῆς κτίσεως ἁπάσης προσφέρεσθαι, πρὸς αὐτὸν τὸν μονογενῆ Υἱὸν ποιεῖται τὸν λόγον.

Ἐρώτ. νζʹ. Ποία ἐστὶν ἀρχὴ καὶ προτερεύει, ἡ νὺξ ἢ ἡ ἡμέρα; Ἀπόκ. Ἀπὸ μὲν τῆς ἀρχῆθεν κοσμοποιίας, ἤτοι τῆς πλάσεως τοῦ Ἀδὰμ, ἕως τῆς Χριστοῦ παρουσίας πρώτη ὑπῆρχεν ἡ ἡμέρα, καθὼς λέγει καὶ ἡ θεία Γραφή· καὶ ὅτι εἶπεν ὁ Θεός· «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχε πρώτη ἡμέρα.

Ἐπειδὴ ἀπὸ τοῦ φωτὸς ἠρξάμεθα, καὶ εἰς σκοτασμὸν κατηνέχθημεν ὕστερον. Πλανηθέντες γὰρ ἀπὸ τῆς εὐθείας ὁδοῦ εἰς εἴδωλα καὶ σκοτασμὸν ἀπάτης ἐνεπέσαμεν. Ἀπὸ δὲ τῆς Χριστοῦ παρουσίας ἄρχεται πάλιν καὶ πρωτεύει ἡ νὺξ τῆς ἡμέρας. Διὰ τοῦτο καὶ ἀφ᾽ ἑσπέρας ἀρχόμεθα ἑορτάζοντες τὰς ἐπαύριον ἡμέρας.

Ποίῳ δὲ τρόπῳ γέγονεν οὕτως, ἄκουσον. Ἐπειδὴ τὸ πρῶτον ἀπὸ τοῦ φωτὸς πρὸς τὸ σκότος ἐνεπέσαμεν, διὰ τοῦτο καὶ τὸ φῶς ἔχει τὴν ἀρχὴν, τὸ δὲ σκότος ὕστερον. Ἀφ᾽ οὗ δὲ ὁ ἥλιος τῆς δικαιοσύνης Χριστὸς ὁ Θεὸς ἡμῶν τῷ κόσμῳ ἀνέτειλε, καὶ ἀπὸ τοῦ σκότους τῆς πλάνης πρὸς τὸ φῶς τῆς θεογνωσίας ἡμᾶς ἐπανήγαγε, διὰ τοῦτο καὶ ἡμεῖς ἀπὸ τοῦ σκότους ἀρχόμεθα, καὶ πρὸς τὸ φῶς καταλήγομεν. Ἐν τούτῳ κἂν ἡ νὺξ πρωτεύει, ἀρχὴν διδοῦσα ἡμᾶς, καὶ παραπέμπουσα πρὸς τὸ φῶς. Καὶ γὰρ ὁ βίος οὗτος σκότος παρὰ τῇ Γραφῇ ὀνομάζεται, καθὼς ὁ θεσπέσιος Παῦλος οὕτω φησίν· «Ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός·» τουτέστι τοῦ μέλλοντος αἰῶνος. Φῶς γὰρ ὁ μέλλων ἐστί. Τὰ δὲ ὅπλα τοῦ φωτὸς ἐκείνου εἰσὶν αἱ ἀρεταί. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.» Φῶς δὲ τὰς ἀρετὰς ἐκάλεσεν, ἃς δύναται ἔχειν ὁ ἄνθρωπος ἕως οὗ ζῇ· μετὰ θάνατον γὰρ οὐ δύναται ταῦτα εὑρεῖν. Σκότος δὲ ὁ αἰὼν οὗτος διὰ τὰς σκοτεινὰς αὐτοῦ πράξεις καὶ ἀθεμίτους· ὡς πάλιν εἴρηκεν ὁ Χριστός· «Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτείᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.» Καὶ γὰρ τὸ ἀκολουθεῖν τῷ Χριστῷ τοῦτό ἐστι τὸ ποιεῖν τὰ εὐάρεστα αὐτοῦ, καὶ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ.

Ὁ τοιοῦτος γὰρ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτείᾳ, τουτέστιν ἐν ταῖς ματαίαις ὁδοῖς τοῦ βίου τούτου, ἀλλὰ κατασκηνώσει καὶ ... λαβεῖ τὸ αἰώνιον φῶς τῆς ζωῆς τοῦ μέλλοντος αἰῶνος, καὶ τὴν ἐκεῖ ἀπέραντον εὐφροσύνην καὶ ἀγαλλίασιν.

Ἐρώτ. νηʹ. Ὅτι μετὰ τὴν βρῶσιν ἔγνωσαν, ὅτι γυμνοὶ ἦσαν ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, ἢ καὶ πρὸ τῆς βρώσεως εἶχον ταύτην τὴν αἴσθησιν, Ἀπόκ. Ὥσπερ τὰ κομιδῆ νήπια ἐρυθριᾷν οὐ πέφυκε τῆς ἐσθῆτος γυμνούμενα, ἀλλὰ κατὰ μικρὸν τοῦ σώματος αὐξανομένου, καὶ τὴν ἐντροπὴν προσλαμβάνουσιν οὕτω δὴ καὶ περὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας.

Εὐθὺς μὲν πλασθέντες, οἷα δὴ νήπιοι καὶ εὐθυγενεῖς, καὶ τῆς ἁμαρτίας ἀμέτοχοι, οὐκ ᾐσχύνοντο δίχα περιβολαίου· μετὰ δὲ τὴν πεῖραν τῆς ἁμαρτίας φύλλοις συνεκάλυψαν τὰ ἑαυτῶν μόρια. Ἐρώτ. νθʹ. Τί ἐστιν, ὅτι «Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν;» Ἀπόκ. Ἐλεγκτικῶς τὴν εἴκασιν τοῦ Ἀδὰμ μεμφόμενος λέγει ὁ Θεός· Μὴ ὃ ἐνόμισας γενέσθαι ἐγένετο;

Μὴ Θεὸς ἐγένου, καθὼς ὁ πονηρὸς εἶπέ σοι, καὶ ἐπλάνησέ σε; Ἐπιθυμήσας γὰρ ὑψηλότερος γενέσθαι, εἰς τὸ ἧττον ἐξέπεσεν. Ἐρώτ. ξʹ. Τί ἐστι τὸ, «Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις;» Ἀπόκ. Τοῦ προσενεχθέντος δώρου εἶπεν ὁ Θεὸς τῷ Κάϊν, ὅτι, Αὐτοῦ τοῦ δώρου οὗ προσήγαγες, προσγένηταί σοι ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἐξουσιάσεις αὐτοῦ. Ὡς θέλεις ποίησον. Ἐγὼ γὰρ αὐτὸ οὐ προσεδεξάμην.

Ἐρώτ. ξαʹ. Διὰ τί, ἁμαρτήσαντος τοῦ Ἀδὰμ, Ἄβελ ὁ δίκαιος ἐτελεύτησεν; Ἀπόκ. Ἐπειδὴ οὐκ ἠθέλησεν ὁ Θεὸς γενέσθαι τοῦ θανάτου τὸ θεμέλιον ἰσχυρόν· εἰ γὰρ ὁ Ἀδὰμ πρῶτος ἐτελεύτησεν, ἰσχυρὰν ἐκεῖνος ἂν τὴν κρηπῖδα ἔσχεν, ὡς πρῶτον νεκρὸν τὸν ἡμαρτηκότα δεξάμενος. Ἐπειδὴ δὲ τὸν ἀδίκως ἀνῃρημένον πρῶτον ἐδέξατο, σφαλερὸν ἔχει καὶ σαθρὸν αὐτοῦ τὸ θεμέλιον.

Ἐρώτ. ξβʹ. Τί λέγει, ὅτι «Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει;» Ἀπόκ. Τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ· δεύτερον δόλος, μεθ᾽ οὗ διηλέχθη τῷ ἀδελφῷ εἰπών· «Διέλθωμεν εἰς τὸ πεδίον·» τρίτον φόνος, προσθήκη τοῦ κακοῦ· τέταρτον, ὅτι τοῦ ἀδελφοῦ μείζων ἡ ἐπίτασις· πέμπτον, ὅτι γονεῦσι πένθος ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ οὖν ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν.

Ἑπτὰ ἐκδικούμενά εἰσι ταῦτα· πρῶτον, ὅτι τὸν Θεὸν παρώργισε· δεύτερον, ὅτι τὸν πατέρα ἐλύπησε· τρίτον, μητέρα ἄτεκνον ἀπέδειξε· τέταρτον, ἀδελφὸν ἀπέκτεινε· πέμπτον, αἷμα ἐξέχεεν· ἔκτον, φόνον εἰργάσατο· ἕβδομον, ᾅδην ἐνεκαίνισεν.

Ἐρώτ. ξγʹ. Τί ἐστι· «Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί μοι ζῇν, καὶ μὴ ἀποθανεῖν;» Ἀπόκ. «Μείζων ἐγένετο ἡ καταδίκη μου·» καὶ γὰρ τοιοῦτος γέγονεν ὁ Κάϊν ἐκ τῆς κατάρας τοῦ Θεοῦ, ὅτι ὁ τρόμος καὶ ὁ κλόνος τῶν μελῶν αὐτοῦ, οὗ εἶχεν, οὐδὲ βρῶμα βαλεῖν ἐν τῷ στόματι αὐτοῦ ἠδύνατο.

Ἐρώτ. ξδʹ. Τί λέγει Λάμεχ, ὅτι «Ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί;» Ἀπόκ. Οὐ δύο λέγει, καθώς τινες ὑπειλήφασιν, οὐδὲ τὸν Κάϊν, ὡς ἕτεροι μεμυθολογήκασιν, ἀλλ᾽ ἕνα, καὶ τοῦτον νέον· «ἄνδρα» γὰρ «εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί·» τουτέστιν, ἄνδρα νέον ἔχοντα τὴν ἡλικίαν. Διέφυγε δὲ τὴν τιμωρίαν διὰ τὴν ὁμολογίαν τῆς ἁμαρτίας, καὶ καθ᾽ ἑαυτοῦ τὴν ψῆφον ἐπενεγκὼν, τὴν θείαν ἐκώλυσε ψῆφον.