Εἰ γὰρ ἦν μονοπρόσωπος, ἐγινώσκομεν ἂν αὐτὸν, ὡς ἐγινώσκομεν ἀλλήλους ἡμᾶς. Ἀλλ᾽ ἔστιν εἷς μὲν ὁ Θεὸς, τὰ δὲ πρόσωπα αὐτοῦ τρία. Καὶ βλέπε ἀπάρτι τὰ λεγόμενα. Ὥσπερ ἥλιος ἔνι εἷς, ὁ δὲ ἥλιος ἔχει ἀκτῖνα καὶ φῶς, καὶ εἰσὶν ἐν τῷ ἡλίῳ τρία πρόσωπα, δίσκος, ἀκτὶς, καὶ φῶς· καὶ δίσκος μὲν καυχίον τοῦ ἡλίου, ἀκτὶς δὲ καταβαινομένη λαμπαδοφανῶς καὶ κρούουσα πρὸς τὴν γῆν· φῶς δὲ τὸ φωτίζον, καὶ εἰς τοὺς ἐπισκιώδεις τόπους χωρὶς ἀκτῖνος. Καὶ ἰδοὺ πρόσωπα μὲν τρία, δίσκος, ἀκτὶς, καὶ φῶς. Οὐ λέγομεν δὲ τρεῖς ἡλίους, ἀλλ᾽ ἕνα ἥλιον, οὐδὲ λέγομεν πρόσωπον ἓν, ἀλλὰ πρόσωπα τρία. Ἐὰν γὰρ ἐρωτηθῇς, ὅτι πόσοι ἥλιοι ἐν τῷ οὐρανῷ, μέλλεις εἰπεῖν, ὅτι ἥλιος εἷς ἐστιν· εἰ δ᾽ ἐρωτηθῇς, ὅτι πρόσωπα τοῦ ἡλίου πόσα ἐστὶ, μέλλεις εἰπεῖν, ὅτι τρία, δίσκος, ἀκτὶς, καὶ φῶς· οὕτω νόει καὶ περὶ τοῦ Θεοῦ. Θεὸς μὲν εἷς, πρόσωπα δὲ τοῦ ἑνὸς Θεοῦ τρία, Πατρὸς, Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Καὶ ἐκ τούτου γίνωσκε, ὅτι, ὥσπερ ὁ ἥλιός ἐστι τριπρόσωπος, οὕτω καὶ εἷς Θεὸς τρισυπόστατος. Τύπος γὰρ τοῦ Πατρός ἐστιν ὁ δίσκος ὁ ἡλιακὸς, τύπος τοῦ Υἱοῦ ἐστιν ἡ ἀκτὶς, τύπος τοῦ ἁγίου Πνεύματός ἐστι τὸ φῶς τοῦ ἡλίου. Καὶ εἰπὲ οὕτως· Ἐπὶ τοῦ ἡλίου δίσκος, ἀκτὶς, καὶ φῶς· οὐ λέγομεν δὲ τρεῖς ἡλίους, ἀλλ᾽ ἕνα καὶ μόνον· ὁμοίως καὶ ἐπὶ Θεοῦ, Πατὴρ, Υἱὸς, καὶ ἅγιον Πνεῦμα εἷς Θεὸς, καὶ οὐ τρεῖς.