Καὶ ὥσπερ ὁ ἡμέτερος λόγος, ὅταν βουληθῶμεν, γεννᾶται ἐκ τῶν χειλέων ἡμῶν, καὶ φανεροῦται ἐν τοῖς ὅλοις ἡμῶν πλησιάζουσιν· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λόγος, ὅταν εὐδόκησεν, ἐγεννήθη ἐκ τῶν χειλέων τῶν προφητῶν, καὶ ἐκ τῆς πανάγνου Μαρίας, καὶ τότε γέγονε φανερὸς ἐν ὅλῳ τῷ κόσμῳ. Ὡς γὰρ φανεροῦται ὁ ἡμέτερος λόγος γεννηθεὶς ἐκ τῶν χειλέων ἡμῶν, οὕτως δὴ καὶ ὁ τοῦ Θεοῦ Λόγος, γεννηθεὶς ἐκ τῆς σαρκὸς τῆς ἀειπαρθένου Μαρίας, ἐφανερώθη πάσῃ τῇ κτίσει, καὶ οἱ πιστεύσαντες αὐτῷ σώζονται. Καὶ ὥσπερ ὁ ἡμέτερος λόγος, γεννηθεὶς ἐκ τῶν χειλέων ἡμῶν, ὅταν ἀπ᾽ αὐτῶν τῶν χειλέων γεννᾶται, οὔτε ἀπὸ τῆς ψυχῆς λείπει, οὔτε ἀπὸ τῶν ἰδίων χειλέων, οὔτε ἀπὸ τῶν ὤτων τῶν ἀκουόντων, ἀλλ᾽ ἔνι καὶ ἐν τῇ ψυχῇ, καὶ ἐν τοῖς χείλεσιν ἡμῶν, καὶ εἰς τὰ ὦτα τῶν ἀκουόντων, καὶ οὐ λείπει ποθὲν, κἂν καὶ χίλιαι χιλιάδες ἀκούσωσι τοῦ λόγου, οὐκ ἐλαττονοῦται ὁ λόγος, ἀλλ᾽ ἀεὶ ἡμῶν πληρέστατος ἦν· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λόγος, κἂν καὶ ἐγεννήθη ἐκ τῆς Παρθένου Μαρίας, καὶ ἐκ τῶν χειλέων τῶν προφητῶν, ἀλλ᾽ οὖν οὔτε ἀπὸ τοῦ Πατρὸς ἔλειπε, οὔτε ἀπὸ τῆς σαρκὸς, οὔτε ἀπὸ πάντων τῶν ἀνθρώπων, οὔτε ἀπὸ ὅλης τῆς κτίσεως, ἀλλὰ πανταχοῦ παρῆν, καὶ οὐκ ἠλαττονήθη, ἀλλὰ πληρέστατος ἦν.