Ὁ δὲ ἄνθρωπος, ὡς μὴ ἔχων πεῖραν κακίας τοῦ πονηροῦ, ἤκουσε τῆς συμβουλῆς τοῦ διαβόλου, καὶ παρήκουσε τοῦ Θεοῦ, καὶ ἔκτοτε ἐδέξατο τὸν θάνατον τῆς ἁμαρτίας, ὁμοίως καὶ πάντες οἱ ἐξ ἐκείνου γενόμενοι ἄνθρωποι, ὡς ἐκ προγόνων τὴν ἁμαρτίαν λαβόντες, ἐκράτησαν ταύτην· καὶ ἴσχυσεν ἡ ἁμαρτία κατὰ τῶν ἀνθρώπων. Ἔπεμψε δὲ ὁ Θεὸς προφήτας καὶ διδασκάλους εἰς τὸν κόσμον· ἵνα διδάξωσι τὸν κόσμον, ἤγουν τοὺς ἀνθρώπους, καὶ στραφῶσιν ἀπὸ τῆς ἁμαρτίας· καὶ οὐκ ἠδυνήθησαν οἱ προφῆται τοῦ διορθώσασθαι. Διὰ τοῦτο εἶπεν ὁ Θεὸς ἐν ἑαυτῷ· Καταβήσομαι, καὶ φορέσω σάρκα, καὶ γενήσομαι ἀνθρωπόμορφος, καὶ διδάξω τὸ πλάσμα μου, καὶ στραφήσεται ἀπὸ τῆς τοῦ διαβόλου συμβουλῆς, καὶ ἔσται πᾶς ἄνθρωπος ὡς Θεὸς οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ θέσιν. Καὶ τοῦτο βουληθεὶς ὁ Θεὸς εὐδοκίᾳ τοῦ Πατρὸς, καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος, συγκατέβη ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, καὶ εἰσῆλθεν εἰς καθαρὰν κοιλίαν παρθένου γυναικὸς, καὶ προσλαβόμενος σάρκα ἐξ αὐτῆς, ἐνηνθρώπησε· καὶ πάλιν ἐκ τῆς γυναικὸς ἐξελθὼν, καὶ ἐγκαταλείψας αὐτὴν καθαρὰν καὶ ἐσφραγισμένην παρθένον ἀμόλυντον, καθάπερ τὸ πρότερον, περιεπάτησεν ἐν τῷ κόσμῳ μετὰ τῶν ἀνθρώπων, ὡς ἄνθρωπος, καὶ τότε ὠνομάσθη Χριστὸς, διὰ τὸ χρισθῆναί τε καὶ φορέσαι τὴν σάρκα τοῦ ἀνθρώπου. Καὶ οὗτός ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ὁ σάρκα φορῶν.