Ὥσπερ γὰρ ὁ ἁλιεὺς, βουλόμενος κυνηγῆσαι ἰχθὺν, οὐ γυμνὸν τὸ ἄγκιστρον βάλλει εἰς τὴν θάλασσαν, ἀλλ᾽ ἐνδύει ἔξωθεν σκώληκα δόλῳ τὸ ἄγκιστρον, καὶ οὕτως ῥίπτει αὐτὸ εἰς τὴν θάλασσαν ἐνδεδυμένον τὸν σκώληκα· ὁ δὲ ἰχθὺς, θεωρῶν τὸν σκώληκα μόνον, καὶ μὴ γινώσκων, ὅτι σκώληξ μέσον ἐκείνου ἔχει τὸ ἄγκιστρον, ἀλλὰ νομίζων δίχα ἀγκίστρου τὸν σκώληκα εἶναι μονώτατον, πλανώμενος ὑπὸ τοῦ ἀγκίστρου κρατεῖται· οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Βουληθεὶς γὰρ κυνηγῆσαι τὸν ἐν τοῖς ἀπείροις ὕδασι τῆς ἀβύσσου ἐμφωλευόμενον ἰοβόλον ἰχθὺν, ἢ μᾶλλον μέγαν δράκοντα τὸν διάβολον, οὐ γυμνῇ τῇ θεότητι αὐτοῦ τῷ διαβόλῳ προσέφερε, ἀλλὰ δόλῳ τὸν σκώληκα τὴν παναγίαν αὐτοῦ σάρκα, ἣν ἐκ τῆς Ἀειπαρθένου Μαρίας, τῆς παναγιωτάτης γῆς, δίχα φυρμοῦ ἐνεδύσατο, κατὰ τὸν φάσκοντα θεῖον Δαβίδ· «Ἐγώ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος,» ἐκάλυψε τὸ ἱερώτατον ἄγκιστρον τὸν κοσμοσωτήριον αὐτοῦ σταυρὸν, ἐν αὐτῷ προσπαγεὶς, καὶ δι᾽ αὐτοῦ λαθεῖν βουληθεὶς τὴν ἑαυτοῦ θεότητα, ὑφ᾽ οὗ πλανηθεὶς καὶ κρατηθεὶς ὁ ἰοβόλος καὶ ὀφιοδήκτης οὗτος ἰχθὺς, ὁ μέγας δράκων διάβολος, ὁ τοῦ παραδείσου ἐξώσας καὶ θανατώσας τὸν ἄνθρωπον, νικηθεὶς ἀπώλετο. Ὥστε ἡ μὲν θεότης εἰς τύπον τοῦ ἀγκίστρου ἐστὶν, ἡ δὲ ἀνθρωπότης εἰς τύπον τοῦ σκώληκος.