Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ζητήματα ἕτερα

Μέγας Αθανάσιος

Το μυστήριο της ενσαρκώσεως και η λύτρωση από τον διάβολο

Ερμηνεία της παρθενικής γεννήσεως του Χριστού, του αειπαρθένου της Θεοτόκου και ανάλυση της νίκης κατά του διαβόλου μέσω της πρόσληψης της ανθρώπινης φύσης, καταλήγοντας σε δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 4

Ἐρώτ. ιθʹ. Καὶ πῶς ἦν δυνατὸν σάρκα παρθένον γεννῆσαι, καὶ πάλιν μένειν παρθένον; καὶ τοῦτο θαυμαστὸν ἡμῖν καὶ πάνυ ἐξαίσιον φαίνεται· δίδαξον ἡμᾶς καὶ περὶ τούτου, δεόμεθα. Ἀπόκ. Εἰ καὶ θαυμαστὸν ἡμῖν δοκεῖ τοῦτο, ἀλλ᾽ οὐκ ἀνθρώπου τὸ ἔργον, Θεοῦ δέ· ὅπου γὰρ βούλεται Θεὸς, νικᾶται φύσεως τάξις· καὶ πάλιν· «Θαυμαστὸς ὁ Θεὸς,» καὶ «Θαυμαστὰ τὰ ἔργα αὐτοῦ.» Πλὴν ἄκουσον περὶ τῆς γεννησάσης Παρθένου ποικίλα καὶ ἐναργέστατα σύμβολα· μνήσθητι, ὅτι παρθένος ὢν ὁ Ἀδὰμ τὴν Εὔαν ἐγέννησε· καὶ πάλιν παρθένος διέμεινε, καθάπερ τὸ πρότερον. Καὶ ὥσπερ ὁ Ἀδὰμ παρθένος ἐγέννησε καὶ παρθένος διέμεινε, οὕτω καὶ ἡ Θεοτόκος Μαρία, παρθένος οὖσα, ἔτεκε τὸν Χριστὸν, καὶ πάλιν παρθένος διέμεινε. Ἀλλὰ καὶ ἄλλο πρὸς τοῦτο μυστήριον ἄκουσον. Ὥσπερ οἶκος περιπεφραγμένος πάντοθεν ἀνατολικὸν ἔχων ὑέλινόν τε καθαρὸν καὶ λεπτότατον παραθυρίδιον, ἀνατείλαντος τοῦ ἡλίου αἱ ἀκτῖνες αὐτοῦ διαπερῶσι τὸν ὑελὸν καὶ εἰσέρχονται πάντα τὸν οἶκον καταφωτίζοντες· καὶ πάλιν παρερχομένου τοῦ ἡλίου καὶ τῶν αὐτοῦ ἀκτίνων ἐξερχομένων, ὁ ὑελὸς οὐ συντρίβεται, ἀλλ᾽ ἀβλαβὴς ἐκ τῶν εἰσερχομένων τε καὶ ἐξερχομένων προσκρούσεων τοῦ ἡλίου διαμένει ἀκτίνων· οὕτω μοι νόει καὶ περὶ τῆς ἀειπαρθένου Μαρίας.

Αὕτη γὰρ ἡ πάναγνος, ὡς οἶκος οὖσα περιπεφραγμένος, ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καθάπερ ἀκτὶς θεϊκὴ ἐκ τοῦ ἡλίου τῆς δικαιοσύνης τοῦ Πατρὸς κατελθὼν, καὶ διὰ τοῦ ὑελίνου παραθυριδίου τῶν ὠτίων αὐτῆς εἰσελθὼν, τὸν πανάγιον οἶκον αὐτῆς κατεφώτισε, καὶ πάλιν ὡς οἶδεν αὐτὸς, ἐξῆλθε, μὴ λυμήνας τὴν παρθενίαν ἐκείνης τὸ σύνολον· ἀλλ᾽ ὡς πρὸ τοῦ τόκου, καὶ ἐν τῷ τόκῳ καὶ μετὰ τὸν τόκον παρθένον ἁγνὴν διεφύλαξε.

Σὺν τούτοις δὲ καὶ ἕτερον φωτολαμπὲς καὶ θαυμαστώτατον, κἀκείνων παρόμοιον ἐκτύπωμα ἄκουσον. Ὁ μαργαρίτης ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ γίνεται· γίνεται δὲ οὕτως. Αἱ ἄκραι τῆς Ἐρυθρᾶς θαλάσσης ξηραί εἰσιν, ὀλίγου χύσιν ὕδατος ἔχουσαι.

Εὑρίσκονται δὲ ἐκεῖσε ὀστρακοδέρματά τινα θαλάσσια ἐν πάσῃ τῇ Ἐρυθρᾷ θαλάσσῃ ἐκείνῃ, πίνναι ὀνομαζόμενα. Ἵστανται οὖν αἱ πίνναι ἐκεῖναι ἀεὶ κεχηνυῖαι, καὶ ἐκδεχόμεναι βρώματα εἰς τροφὴν αὐτῶν. Ἐν γοῦν τῷ ἵστασθαι αὐτὰς κεχηνυίας καὶ ἐκδεχομένας τὴν ἑαυτῶν τροφὴν, συχνῶν γενομένων ἐκεῖσε τῶν ἀστραπῶν, κατέρχεται ἡ ἀστραπὴ πρὸς τὴν πίνναν, καὶ εὑρίσκουσα τὰ τῆς πίννης ὄστρακα ἀνεῳγμένα, εἰσέρχεται εἰς αὐτήν· ἡ δὲ πίννα, εὐθὺς συστελλομένη καὶ συσφιγγομένη καθ᾽ ἑαυτὴν, ἐντὸς αὐτῆς ἀποκλείει τὴν ἀστραπήν. Ἡ δὲ ἀστραπὴ, τυλισσομένη εἰς τοὺς φορβείους τῶν ὀφθαλμῶν τῆς πίννης, καταλαμπρύνει αὐτοὺς, καὶ ποιεῖ αὐτοὺς μαργαρίτας. Ἐξερχόμενοι δὲ οἱ μαργαρῖται ἀπὸ τῆς πίννης, πίπτουσι πρὸς τὸν αἰγιαλὸν τῆς θαλάσσης ἐκείνης, καὶ οὕτως εὑρίσκουσιν αὐτοὺς οἱ γυρεύοντες αὐτούς. Οὕτως μοι νόει καὶ περὶ τῆς σαρκώσεως τοῦ Λόγου. Θάλασσα μὲν ὁ κόσμος, καὶ ἡ Παρθένος κογχύλη. Ἵστατο δὲ ἡ Παρθένος καθάπερ πίννα ἐν τῷ ναῷ, ἐκδεχομένη τὸν οὐράνιον ἄρτον Χριστὸν τὸν Θεὸν, ὃς καὶ κατελθὼν καὶ εἰσελθὼν ἐν αὐτῇ, ὡς ἀστραπὴ, καὶ ἐντετυλιχθεὶς ἐν ταῖς λαγόσι τῆς παρθενίας αὐτῆς, λαμπροειδῆ κατεσκεύασε τὴν παναγίαν σάρκα, ἣν προσελάβετο σαρκωθείς· καὶ οὕτως ἐγεννήθη ἐξ αὐτῆς ὡς καθαρὸς καὶ πολυτίμητος μαργαρίτης ὁ Λόγος τοῦ Θεοῦ χωρὶς ἄῤῥενος συνουσιασμοῦ.

Καὶ ὥσπερ ὁ μαργαρίτης οὐράνιός ἐστι καὶ ἐπίγειος, οὐράνιος μὲν κατὰ τὴν ἀστραπὴν, ἐπίγειος δὲ κατὰ τὴν συμπλοκὴν τῶν ὀφθαλμῶν τῆς πίννης· οὕτω καὶ ὁ Χριστὸς οὐράνιός ἐστι καὶ ἐπίγειος· οὐράνιος μὲν κατὰ τὴν θεότητα, ἐπίγειος δὲ κατὰ ἀνθρωπότητα. Καὶ ὥσπερ ὁ μαργαρίτης κατασκευάζεται ἄνευ συνουσίας ἄῤῥενος καὶ θήλεος ἐξ ἀστραπῆς καὶ τῆς πίννης, οὕτως καὶ ὁ Χριστὸς ἐγεννήθη ἄνευ συνουσιασμοῦ ἄῤῥενος καὶ θήλεος ἐκ τῆς θεότητος, καὶ τῆς σαρκὸς τῆς Παρθένου. Καὶ ὥσπερ ὁ μαργαρίτης συντριβόμενος, πολλάκις ἡ μὲν ὕλη τῶν ὀφθαλμῶν τῆς πίννης συντρίβεται καὶ διαλύεται, οὐχὶ δὲ καὶ ἡ λαμπρότης τῆς ἀστραπῆς πάσχει, ἀλλ᾽ ἡ μὲν λαμπρότης τῆς ἀστραπῆς ἀπαθὴς διαμένει, ἡ δὲ ὕλη τῶν ὀφθαλμῶν τῆς πίννης μόνη συντρίβεται καὶ πάσχει· οὕτως καὶ ἐπὶ τοῦ Χριστοῦ δεῖ σε νοεῖν. Μαστιζομένου γὰρ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν, καὶ πάσχοντος ὑπὸ τῶν ἀπίστων Ἰουδαίων ἐν τῷ σταυρῷ, ἡ μὲν ὕλη τῆς σαρκὸς, ἤγουν ἡ ἀνθρωπότης, μόνη ἔπασχε, ἡ δὲ θεότης ἀπαθὴς διέμεινε. Καὶ ταῦτα λέγων, ἀντιστομίζεις Θεοπασχίτας, καὶ τὴν ἔνσαρκον διδάσκεις οἰκονομίαν. Ἐντεῦθέν σοι τὸ ἀμφίβολον, ἀγαπητὲ, χάριτι Χριστοῦ διαλύεται.

Ἐρώτ. κʹ. Ἰδοὺ ταῦτα πάντα, θεοείκελε Πάτερ, ἁρμοζόντως ἡμῖν ἐδίδαξας. Ἀξιοῦμέν σε δὲ, ἵνα καὶ τοῦτο ἡμῖν ἑρμηνεύσῃς τὸ ἀπορούμενον, διὰ τί οὐκ ἐδίδαξεν ἡ θεότης μόνον τὸν ἄνθρωπον, καὶ ἔσωσεν αὐτὸν ἄνευ σαρκός; τί γὰρ ἤθελε τοῦ φορέσαι τὴν σάρκα;

Ἀπόκ. Καὶ περὶ τούτου καλῶς ἐρωτᾷς· ὅθεν ἄκουσον καὶ καλῶς τὴν ἀπόκρισιν. Κατ᾽ ἀρχὰς, ὅταν ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ ἐπλανήθη ὑπὸ τοῦ διαβόλου ὁ ἄνθρωπος, οὐκ ἐνίκησεν ὁ διάβολος τὴν θεότητα, ἀλλὰ τὴν ἀνθρωπότητα. Διὸ καὶ ἔπρεπε πάλιν αὐτὴ ἡ νικηθεῖσα ἀνθρωπότης ἵνα καὶ πάλιν αὐτὴ νικήσῃ τὸν ἐχθρὸν αὐτῆς τὸν διάβολον, καὶ πάλιν παραλάβοι τὸν δι᾽ ἐκείνου πρὶν ἀπολέσαντα θεῖον παράδεισον. Εἰ γὰρ γυμνὴ ἡ θεότης προσήρχετο, καὶ ἐνίκα τὸν διάβολον, ἔμελλε καυχησθῆναι ὁ διάβολος, ὅτι οὐ θαυμαστὸν, εἰ καὶ ἐνικήθη· ὑπὸ τῆς θεότητος γὰρ προσβαλὼν ἐνικήθη. Καὶ διὰ τοῦτο οὐ κατεδέξατο ὁ Θεὸς, ἵνα γυμνὴ ἡ θεότης αὐτοῦ προσπαλαίσῃ τὸν διάβολον, ἀλλ᾽ ἠβουλήθη, ἵνα ἡ ἀνθρωπότης ἡ νικηθεῖσα ὑπὸ τοῦ διαβόλου, αὕτη καὶ μόνη νικήσῃ τὸν νικήσαντα ταύτην διάβολον.

Προγινώσκων οὖν πάλιν ὁ σοφὸς Θεὸς, ὅτι οὐκ ἠδύνατο μόνη ἡ ἀνθρωπότης νικῆσαι χωρὶς τῆς θεότητος, ἐκρύβη ἐν αὐτῇ τῇ σαρκὶ ἡ θεότης, ὅπως ὁ διάβολος, θεωρῶν τὴν σάρκα, καὶ μὴ γινώσκων, ὅτι ἐν αὐτῇ τῇ σαρκὶ ἡ θεότης ἐστὶ κεκρυμμένη, προσέλθῃ καὶ προσπαλαίσῃ τῷ Χριστῷ, καὶ οὕτως νικηθῇ ὑπὸ τῆς κεκρυμμένης θεότητος. Ὅπερ καὶ γέγονεν.

Ὥσπερ γὰρ ὁ ἁλιεὺς, βουλόμενος κυνηγῆσαι ἰχθὺν, οὐ γυμνὸν τὸ ἄγκιστρον βάλλει εἰς τὴν θάλασσαν, ἀλλ᾽ ἐνδύει ἔξωθεν σκώληκα δόλῳ τὸ ἄγκιστρον, καὶ οὕτως ῥίπτει αὐτὸ εἰς τὴν θάλασσαν ἐνδεδυμένον τὸν σκώληκα· ὁ δὲ ἰχθὺς, θεωρῶν τὸν σκώληκα μόνον, καὶ μὴ γινώσκων, ὅτι σκώληξ μέσον ἐκείνου ἔχει τὸ ἄγκιστρον, ἀλλὰ νομίζων δίχα ἀγκίστρου τὸν σκώληκα εἶναι μονώτατον, πλανώμενος ὑπὸ τοῦ ἀγκίστρου κρατεῖται· οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Βουληθεὶς γὰρ κυνηγῆσαι τὸν ἐν τοῖς ἀπείροις ὕδασι τῆς ἀβύσσου ἐμφωλευόμενον ἰοβόλον ἰχθὺν, ἢ μᾶλλον μέγαν δράκοντα τὸν διάβολον, οὐ γυμνῇ τῇ θεότητι αὐτοῦ τῷ διαβόλῳ προσέφερε, ἀλλὰ δόλῳ τὸν σκώληκα τὴν παναγίαν αὐτοῦ σάρκα, ἣν ἐκ τῆς Ἀειπαρθένου Μαρίας, τῆς παναγιωτάτης γῆς, δίχα φυρμοῦ ἐνεδύσατο, κατὰ τὸν φάσκοντα θεῖον Δαβίδ· «Ἐγώ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος,» ἐκάλυψε τὸ ἱερώτατον ἄγκιστρον τὸν κοσμοσωτήριον αὐτοῦ σταυρὸν, ἐν αὐτῷ προσπαγεὶς, καὶ δι᾽ αὐτοῦ λαθεῖν βουληθεὶς τὴν ἑαυτοῦ θεότητα, ὑφ᾽ οὗ πλανηθεὶς καὶ κρατηθεὶς ὁ ἰοβόλος καὶ ὀφιοδήκτης οὗτος ἰχθὺς, ὁ μέγας δράκων διάβολος, ὁ τοῦ παραδείσου ἐξώσας καὶ θανατώσας τὸν ἄνθρωπον, νικηθεὶς ἀπώλετο. Ὥστε ἡ μὲν θεότης εἰς τύπον τοῦ ἀγκίστρου ἐστὶν, ἡ δὲ ἀνθρωπότης εἰς τύπον τοῦ σκώληκος.

Θεωρήσας οὖν ὁ διάβολος ἔξωθεν τὸ ἀνθρώπινον καὶ μὴ νοήσας τὴν ἐν αὐτῷ ἔσωθεν ἐγκεκρυμμένην θεότητα, ἐπλανήθη, καὶ προσελθὼν τῇ ἀνθρωπότητι, ἐκρατήθη ὑπὸ τοῦ ἀνεικάστου καὶ ἀκατανικήτου ἀγκίστρου τῆς θεότητος· καὶ οὕτως ἐνικήθη ὁ μέγας δράκων διάβολος.

Διὰ τοῦτο οὐκ ἦλθεν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ γυμνῇ τῇ αὐτοῦ θεότητι κυνηγῆσαι τὸν διάβολον, ἀλλ᾽ ἐφόρεσε τὴν σάρκα, καὶ οὕτως εἰσῆλθε. Καὶ αὕτη ἐστὶν ἡ αἰτία τοῦ γενέσθαι τὴν σάρκωσιν. Καὶ ὥσπερ αὐτὸς ὁ διάβολος, βουληθείς ποτε πλανῆσαι τὸν ἄνθρωπον, καὶ τοῦ παραδείσου ἐκβαλεῖν, οὐ προσῆλθε τῇ Εὔᾳ γυμνῇ τῇ ἑαυτοῦ διαβολότητι, ἀλλ᾽ ἐφόρεσε σάρκα τὸν ὄφιν, καὶ οὕτως προσῆλθε, καὶ ἐπλάνησεν αὐτήν· ᾔδει γὰρ ὁ δόλιος, ὅτι, εἰ προσέλθῃ αὐτῇ γυμνῇ τῇ διαβολότητι αὐτοῦ, οὐκ ἂν αὐτὴν πλανῆσαι δυνήσεται· καὶ διὰ τοῦτο ἐνεδύθη ὥσπερ σάρκα τὸν ὄφιν, καὶ διὰ τοῦ σαρκοφόρου ὄφεως τὴν Εὔαν ἐπλάνησε. Καὶ ὁ μὲν ὄφις ἐφαίνετο, ὁ δὲ διάβολος οὐκ ἐφαίνετο. Καὶ διὰ τοῦ φαινομένου ὄφεως ἐνήργει ὁ ἀθεώρητος ὄφις διάβολος. Δύο γὰρ φύσεις ἐν ἑνὶ προσώπῳ ἀπῆγον τότε ἐπὶ τῶν προπατόρων τὴν ἔκπτωσιν.

Καὶ ὥσπερ τότε διαβολότης καὶ ὀφιότης δύο φύσεις ἐν ἑνὶ προσώπῳ ἡνώθησαν, καὶ ἡ μὲν μία φύσις, ἤγουν ἡ ὀφιότης ἐφαίνετο, ἡ δὲ ἑτέρα, ἤτοι ἡ διαβολότης, οὐκ ἐφαίνετο, καὶ ἐξέβαλε τὸν ἄνθρωπον ἐκ τοῦ παραδείσου· οὕτως καὶ ἐπὶ τοῦ Χριστοῦ δύο φύσεις εἰς ἒν πρόσωπον θεότης καὶ ἀνθρωπότης ἡνώθησαν· καὶ ἡ μὲν ἀνθρωπότης ἐφαίνετο, ἡ δὲ θεότης οὐκ ἐφαίνετο, καὶ διὰ τῆς φαινομένης ἀνθρωπότητος ἡ θεότης ἐνήργει ἡ ἀθεώρητος, καὶ τὸν ἐκ τοῦ παραδείσου πάλαι ἐξορισθέντα ἄνθρωπον, αἱ καλαὶ δύο φύσεις αὗται, ἡ θεότης φημὶ καὶ ἀνθρωπότης, εἰς αὐτὸν πάλιν καὶ νῦν ἐνέβαλον. Καὶ αὕτη ἐστὶν ἡ αἰτία, δι᾽ ἧς ὁ Θεὸς ἐσαρκώθη καὶ ἐγένετο ἄνθρωπος· ὅτι αὐτῷ πρέπει δόξα εἰς ἀπεράντους αἰῶνας. Ἀμήν.