Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ζητήματα ἕτερα

Μέγας Αθανάσιος

Η φύση του Θεού και το τριαδικό δόγμα μέσω φυσικών αναλογιών

Εισαγωγή στη θεογνωσία και ερμηνεία του μυστηρίου της Αγίας Τριάδος με τη χρήση παραδειγμάτων από τον φυσικό κόσμο, όπως ο ήλιος και το πυρ, καθώς και από την ανθρώπινη ψυχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΤΕΡΑΙ ΤΙΝΕΣ ΕΡΩΤΗΣΕΙΣ. Ἐρώτησις αʹ. Τί ἐστι Θεός; Ἀπόκρισις. Θεός ἐστιν οὐσία νοερὰ, ἀθεώρητός τε καὶ ἀνερμήνευτος. Θεός ἐστι πνεῦμα ἄϋλον, ὀφθαλμὸς ἀκοίμητος, καὶ νοῦς ἀκίνητος. Θεός ἐστιν οὐσία δημιουργικὴ πάντων τῶν ἀοράτων καὶ ὁρωμένων κτισμάτων.

Ἐρώτ. βʹ. Καὶ διὰ τί λέγεται Θεὸς, ὁ Θεός; Ἀπόκ. Θεὸς λέγεται ἀπὸ τοῦ θεωρεῖν τὰ πάντα, οἱονεὶ θεωρὸς, καὶ Θεὸς, ἤγουν θεατὴς πάντων. Καὶ πάλιν Θεὸς λέγεται ἀπὸ τοῦ θέειν καὶ τρέχειν νοητῶς ἀχρόνως τὰ πάντα. Ὁ γὰρ Θεὸς ἀεὶ πανταχοῦ πάρεστιν.

Ἐρώτ. γʹ. Καὶ πόσοι θεοί εἰσιν; Ἀπόκ. Εἷς Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυριευόντων, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος. Λέγονται δὲ θεοὶ καὶ οἱ ἄνθρωποι κατὰ χάριν· ὡς τό· «Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Ἐρώτ. δʹ. Καὶ ὡς ἔνι εἷς, πῶς λέγομεν αὐτὸν τὸν ἕνα Θεὸν τρισυπόστατον, Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα; Ἰδοὺ γὰρ τρεῖς λέγομεν, καὶ οὐχ ἕνα. Ἀλλὰ δίδαξον ἡμῖν πῶς ἐστιν εἷς Θεός· καὶ πῶς πάλιν τρία πρόσωπα περὶ Θεοῦ λέγομεν. Θαυμαστὸν ἡμῖν δοκεῖ τοῦτο, ὅπως καὶ εἷς ἐστιν ὁ Θεὸς, καὶ τρία τὰ πρόσωπα αὐτοῦ.

Ἀπόκ. Ἄκουε συνετῶς, καὶ νοήσεις τὸ τῆς ἁγίας Τριάδος μυστήριον, καθὼς δύναται νοῦς ἀνθρώπων νοῆσαι. Ὡς ἐμοὶ πλὴν δοκεῖ, πρὸς τὴν κατὰ δύναμιν ἡμῖν τῶν λέξεων λέγεται τοῦτο. Ὁ γὰρ Θεὸς ἀνερμήνευτός ἐστι, καὶ διὰ τοῦτο οὐ δυνάμεθα καταλαβεῖν αὐτοῦ τὴν φύσιν· οὐδὲ ὅμοιος ἡμῶν ἐστι μονοπρόσωπος.

Εἰ γὰρ ἦν μονοπρόσωπος, ἐγινώσκομεν ἂν αὐτὸν, ὡς ἐγινώσκομεν ἀλλήλους ἡμᾶς. Ἀλλ᾽ ἔστιν εἷς μὲν ὁ Θεὸς, τὰ δὲ πρόσωπα αὐτοῦ τρία. Καὶ βλέπε ἀπάρτι τὰ λεγόμενα. Ὥσπερ ἥλιος ἔνι εἷς, ὁ δὲ ἥλιος ἔχει ἀκτῖνα καὶ φῶς, καὶ εἰσὶν ἐν τῷ ἡλίῳ τρία πρόσωπα, δίσκος, ἀκτὶς, καὶ φῶς· καὶ δίσκος μὲν καυχίον τοῦ ἡλίου, ἀκτὶς δὲ καταβαινομένη λαμπαδοφανῶς καὶ κρούουσα πρὸς τὴν γῆν· φῶς δὲ τὸ φωτίζον, καὶ εἰς τοὺς ἐπισκιώδεις τόπους χωρὶς ἀκτῖνος. Καὶ ἰδοὺ πρόσωπα μὲν τρία, δίσκος, ἀκτὶς, καὶ φῶς. Οὐ λέγομεν δὲ τρεῖς ἡλίους, ἀλλ᾽ ἕνα ἥλιον, οὐδὲ λέγομεν πρόσωπον ἓν, ἀλλὰ πρόσωπα τρία. Ἐὰν γὰρ ἐρωτηθῇς, ὅτι πόσοι ἥλιοι ἐν τῷ οὐρανῷ, μέλλεις εἰπεῖν, ὅτι ἥλιος εἷς ἐστιν· εἰ δ᾽ ἐρωτηθῇς, ὅτι πρόσωπα τοῦ ἡλίου πόσα ἐστὶ, μέλλεις εἰπεῖν, ὅτι τρία, δίσκος, ἀκτὶς, καὶ φῶς· οὕτω νόει καὶ περὶ τοῦ Θεοῦ. Θεὸς μὲν εἷς, πρόσωπα δὲ τοῦ ἑνὸς Θεοῦ τρία, Πατρὸς, Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Καὶ ἐκ τούτου γίνωσκε, ὅτι, ὥσπερ ὁ ἥλιός ἐστι τριπρόσωπος, οὕτω καὶ εἷς Θεὸς τρισυπόστατος. Τύπος γὰρ τοῦ Πατρός ἐστιν ὁ δίσκος ὁ ἡλιακὸς, τύπος τοῦ Υἱοῦ ἐστιν ἡ ἀκτὶς, τύπος τοῦ ἁγίου Πνεύματός ἐστι τὸ φῶς τοῦ ἡλίου. Καὶ εἰπὲ οὕτως· Ἐπὶ τοῦ ἡλίου δίσκος, ἀκτὶς, καὶ φῶς· οὐ λέγομεν δὲ τρεῖς ἡλίους, ἀλλ᾽ ἕνα καὶ μόνον· ὁμοίως καὶ ἐπὶ Θεοῦ, Πατὴρ, Υἱὸς, καὶ ἅγιον Πνεῦμα εἷς Θεὸς, καὶ οὐ τρεῖς.

Καὶ πάλιν εἰπὲ οὕτως· Ἐπὶ τοῦ ἡλίου ἀχώριστος ὁ δίσκος, καὶ ἡ ἀκτὶς, καὶ τὸ φῶς· οὐ γὰρ χωρίζονται ἀπ᾽ ἀλλήλων, διὰ τοῦτο λέγεται καὶ εἷς Θεὸς, καὶ οὐ τρεῖς· διότι οὐ χωρίζονται τὰ τρία πρόσωπα, τοῦ τε Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, τοῦ ἑνὸς Θεοῦ ἀπ᾽ ἀλλήλων.

Καὶ ὥσπερ ὁ δίσκος ὁ ἡλιακὸς γεννᾷ τὴν ἀκτῖνα, καὶ ἐκπορεύει τὸ φῶς· οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ γεννᾷ τὸν Υἱὸν καὶ ἐκπορεύει καὶ τὸ Πνεῦμα ἅγιον. Βλέπε συνετῶς· Ὥσπερ ἡ ἀκτὶς τοῦ ἡλίου καταβαίνει ἐξ οὐρανοῦ πρὸς τὴν γῆν, καὶ οὔτε τοῦ ἡλιακοῦ δίσκου χωρίζεται, οὔτε ἐκ τοῦ οὐρανοῦ λείπει, οὔτε ἀπὸ τῆς γῆς, ἀλλ᾽ ἔστι καὶ ἐν τῷ ἡλιακῷ δίσκῳ, καὶ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, καὶ πανταχοῦ, καὶ οὔτε τῶν ἄνω λείπει, οὔτε τῶν κάτω· οὕτω καὶ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ κατῆλθε πρὸς τὴν γῆν, καὶ οὔτε ἐκ τοῦ Πατρὸς ἔλειπε, οὔτε ἐκ τῶν οὐρανῶν, οὔτε ἐκ τῆς γῆς· ἀλλ᾽ ἦν καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀχώριστος, καὶ ἄνω καὶ κάτω, καὶ πανταχοῦ· καὶ οὐδ᾽ ἔκ τινος ἔλειπε. Καὶ ὥσπερ τὸ ἡλιακὸν φῶς ἐστι καὶ ἐν τῷ δίσκῳ τῷ ἡλιακῷ καὶ ἐν τῇ ἀκτῖνι, καὶ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, καὶ εἰσέρχεται ἐν ταῖς οἰκίαις καὶ πανταχοῦ, καὶ φωτίζει· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ μετὰ τοῦ Πατρός ἐστι, καὶ μετὰ τοῦ Υἱοῦ, καὶ ἄνω καὶ κάτω, καὶ πάντα ἄνθρωπον φωτίζει, καὶ οὐ λείπει ποτέ. «Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον,» φησὶν ὁ ἀπόστολος Παῦλος, «πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ.» Ἰδοὺ λοιπὸν, ὥσπερ ὃν οὐκ οἴδαμέν ποτε, οὐδὲ γινώσκειν δυνάμεθα, ποταπὸς ἦν· ὅταν δὲ ἴδωμεν τὴν εἰκόνα αὐτοῦ, τότε μικρὸν κατανοοῦμεν τὸν χαρακτῆρα τοῦ προσώπου αὐτοῦ· οὕτω μοι νόει καὶ περὶ τοῦ Θεοῦ. «Τὸν γὰρ Θεὸν οὐδεὶς ἑώρακε πώποτε.»

Πῶς οὖν αὐτὸν καταλαβέσθαι τινὰ δύναται; ἀλλ᾽ ἐπειδὴ φῶς ἐστι καὶ ὀνομάζεται ὁ Θεὸς, ἐκ τοῦ αἰσθητοῦ τούτου φωτὸς ἐξεικονίζομεν αὐτὸν, ὥστε λοιπὸν, ὡς προείπομεν, εἰς τύπον τοῦ ἡλίου χαρακτηρίζομεν τὴν ἁγίαν Τριάδα, λέγοντες εἶναι τὸν μὲν Πατέρα δίσκον, τὸν δὲ Υἱὸν ἀκτῖνα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον φῶς ἐκ φωτός. Καὶ ὥσπερ ὁ δίσκος, καὶ ἡ ἀκτὶς, καὶ τὸ φῶς ἕν εἰσι καὶ τρία, ἀμερίστως μεριζόμενα, οὕτω καὶ ὁ Θεὸς ἡ Τριὰς, ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἕν ἐστι καὶ τρία, μεριζόμενα μὲν τοῖς προσώποις κατὰ τὸν ἥλιον, ἀμέριστα δὲ τῇ φύσει διαμένοντα. Καὶ ὥσπερ ὁ δίσκος τοῦ ἡλίου μόνος ἐστὶν αἴτιος καὶ ἀγένητος, ἡ δὲ ἀκτὶς αἰτιατὴ καὶ γενητὴ ἐκ τοῦ δίσκου, τὸ δὲ φῶς ἐκπορευτὸν ἐκ μόνου τοῦ δίσκου, διὰ τὸ τῆς ἀκτῖνος πεμπόμενον, καὶ καταλάμπον τὰ περίγεια· οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ αὐτὸς μόνος ἐστὶν αἴτιος τοῖς δυσὶ καὶ ἀγένητος· ὁ δὲ Υἱὸς ἐκ μόνου τοῦ Πατρὸς αἰτιατὸς καὶ γεννητός· καὶ αὐτὸ τὸ Πνεῦμα ἐκ μόνου τοῦ Πατρὸς αἰτιατὸν καὶ ἐκπορευτὸν, διὰ δὲ τοῦ Υἱοῦ ἐν τῷ κόσμῳ ἀποστελλόμενον.

Καὶ οὕτως ἔχε, καὶ νόει, καὶ πίστευε περὶ Θεοῦ. Εἰ δ᾽ οὐκ ἀρκεῖ σοι τὸ τοῦ ἡλίου παράδειγμα εἰς ἐπίγνωσιν τῆς τρισυποστάτου θεότητος, βλέπε καὶ ἄλλην εἰκόνα Θεοῦ· ἔστι δὲ ἡ ψυχὴ τοῦ ἀνθρώπου. Ὅτε γὰρ ἔμελλεν ὁ Θεὸς πλάσσειν τὸν ἄνθρωπον, εἶπε· «Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν.» Ἰδοὺ λοιπὸν, ὁ ἅνθρωπος εἰκών ἐστι τοῦ Θεοῦ, ἤγουν ἡ ψυχὴ τοῦ ἀνθρώπου. Ἔνι δὲ ἡ ψυχὴ τοῦ ἀνθρώπου μία μὲν, τρισυπόστατος δέ· τρία πρόσωπα ἔχει ἡ ψυχή· καὶ πῶς; ἄκουσον. Ἔστιν ἡ ψυχὴ ἓν πρόσωπον· ἡ δὲ ψυχὴ γεννᾷ τὸν λόγον, καὶ ἰδοὺ ὁ λόγος ἄλλο πρόσωπον. Ἡ ψυχὴ ἐκπορεύει καὶ τὴν πνοὴν, καὶ ἰδοὺ ἡ πνοὴ ἄλλο πρόσωπον.

Ἰδοὺ πρόσωπα τρία, ψυχὴ, λόγος, καὶ πνοή. Καὶ γὰρ ὁ λόγος καὶ ἡ πνοὴ τῆς ψυχῆς εἰσιν, οὐ τοῦ σώματος, ἐπειδὴ, τῆς ψυχῆς ἐξελθούσης ἐκ τοῦ σώματος, οὔτε λόγος ἐναπομένει τῷ σώματι, οὔτε πνοὴ, ἀλλὰ κεῖται τὸ σῶμα καὶ ἄπνουν καὶ ἄλογον. Ὁ δὲ λόγος καὶ ἡ πνοή εἰσι μετὰ τῆς ψυχῆς· καὶ ἐκ τούτου δῆλόν ἐστιν, ὡς, ὅτι καὶ ὁ λόγος καὶ ἡ πνοὴ ἀπὸ τῆς ψυχῆς εἰσι, καὶ τῆς ψυχῆς εἰσι πρόσωπα· καὶ ἰδοὺ λοιπὸν ἡ ψυχὴ πρόσωπον ἓν, καὶ ὁ λόγος ἄλλο πρόσωπον, καὶ ἡ πνοὴ ἕτερον πρόσωπον. Ἰδοὺ τρία πρόσωπα τῆς ψυχῆς, ἀλλὰ ψυχὴ μία, καὶ οὐ τρεῖς.

Εἰ γὰρ ἐρωτηθῇς, πόσας ψυχὰς ἔχει ὁ ἄνθρωπος; μέλλεις εἰπεῖν, ὅτι μίαν. Ἐὰν δὲ ἐρωτηθῇς καὶ πόσα πρόσωπά εἰσι τῆς ψυχῆς; ἁρμόζει ἵν᾽ εἴποις, ὅτι τρία· ἐπειδὴ ψυχὴ, λόγος καὶ πνοὴ, μία ψυχὴ, καὶ πρόσωπα τρία. Καὶ ἔστι μὲν ἡ ψυχὴ εἰς τύπον τοῦ Πατρός· ὁ δὲ λόγος τῆς ψυχῆς εἰς τύπον τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ· ἡ δὲ πνοὴ τῆς ψυχῆς εἰς τύπον τοῦ ἁγίου Πνεύματος. Ὡς γὰρ ἡ ψυχὴ ἀγέννητος, οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ ἀγέννητος· καὶ ὥσπερ ὁ λόγος γεννητὸς ἀπὸ τῆς ψυχῆς, οὕτω καὶ ὁ Λόγος τοῦ Θεοῦ γεννητὸς ἀπὸ τοῦ Πατρός· καὶ καθάπερ ἡ πνοὴ ἐκπορευτὴ ἀπὸ τῆς ψυχῆς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἀπὸ τοῦ Πατρός. Καὶ εἶπον οὕτω· Ψυχὴ, λόγος καὶ πνοὴ, μία ψυχὴ, καὶ οὐ τρεῖς· ἀχώριστος γὰρ ὁ λόγος καὶ ἡ πνοὴ ἀπὸ τῆς ψυχῆς. Ὁμοίως Πατὴρ, καὶ Υἱὸς, ἤτοι Λόγος, καὶ Πνεῦμα, εἷς Θεὸς, καὶ οὐ τρεῖς· ἀχώριστος γὰρ ὁ Λόγος καὶ τὸ Πνεῦμα τὸ θεῖον ἐκ τοῦ Πατρός. Καὶ καθάπερ ἀόρατος ἡ ψυχὴ, οὕτως ἀόρατος καὶ ὁ Θεός.

Καὶ οὕτως ὅταν διστάζεις ἐν τῷ νοΐ σου, καὶ λέγεις, πῶς ἔνι ὁ Θεὸς εἷς, καὶ ἔνι καὶ τρισυπόστατος; ἐνθυμοῦ τῆς ψυχῆς σου, καὶ λέγε· Ὥσπερ ἡ ψυχή μου μία ἐστὶν, ἀλλὰ καὶ τρισυπόστατος, ψυχὴ, λόγος, καὶ πνοή· οὕτω καὶ ὁ Θεὸς εἷς ἐστιν, ἀλλ᾽ ἔστι καὶ τρισυπόστατος, Πατὴρ, Λόγος, καὶ Πνεῦμα ἅγιον. Καὶ λέγε ἐν τῷ νοΐ σου, ὅτι, ἐὰν ἡ ψυχὴ, τὸ ποίημα τοῦ Θεοῦ, ὁμοίως καὶ ὁ ἥλιος, ἐστὶ τρισυπόστατος, ἡ δὲ φύσις αὐτῶν μία· πόσῳ μᾶλλον ὁ Θεὸς ὁ ποιητὴς τούτων! Οὐκ ἐνδέχεται τὸ εἶναι οὕτως, ὥστε εἶναι αὐτὸν ἕνα τῇ φύσει, καὶ τρισυπόστατον τοῖς προσώποις; καὶ ἀληθῶς ἐνδέχεται. Ὡς γὰρ ψυχὴ, λόγος καὶ πνοὴ τρία πρόσωπα, καὶ μία φύσις ψυχῆς, καὶ οὐ τρεῖς ψυχαί· οὕτω Πατὴρ, Λόγος καὶ Πνεῦμα ἅγιον, τρία πρόσωπα, καὶ εἷς τῇ φύσει Θεὸς, καὶ οὐ τρεῖς θεοί. Οὕτως ἐὰν συλλογίζῃ πάντοτε, οὐ μὴ βλασφημήσῃς ἐπὶ τῆς ἁγίας Τριάδος.

Ἀλλὰ ἀκμὴν καὶ ἄλλην εἰκόνα Θεοῦ ἄκουσον, ἀγαπητέ. Ἰδοὺ τὸ πῦρ ἕν ἐστι, ἄλλως καὶ τρισυπόστατον. Αὐτὸ γὰρ ἕν ἐστι τὸ ὑποκείμενον πῦρ, τὸ δὲ καυστικὸν αὐτοῦ ἕτερον πρόσωπον, καὶ τὸ φωτιστικὸν αὐτοῦ ἄλλο πρόσωπον. Ἰδοὺ λοιπὸν τρία πρόσωπα τοῦ ἑνὸς πυρὸς, ἤγουν τὸ ὑποκείμενον πῦρ, καὶ τὸ καυστικὸν, καὶ τὸ φωτιστικόν· μία δὲ φύσις τοῦ πυρὸς, καὶ οὐ τρεῖς. Ὁμοίως καὶ ἐπὶ τοῦ Θεοῦ· ὁ γὰρ Πατὴρ ἔνι τὸ πῦρ, ὁ Υἱὸς τὸ καυστικὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἔνι τὸ φωτιστικόν. Καὶ ὥσπερ ἐπὶ τοῦ πυρὸς, τὸ πῦρ, τὸ καυστικὸν, καὶ τὸ φωτιστικὸν, καὶ αὐτὸ τὸ ὑποκείμενον πῦρ, ἓν λέγομεν, καὶ οὐ τρία· οὕτω λέγομεν καὶ ἐπὶ τοῦ Θεοῦ τὰ τρία πρόσωπα, τόν τε Πατέρα, καὶ Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, Θεὸν ἕνα λέγομεν, καὶ οὐ τρεῖς. Καὶ περὶ μὲν τῆς ἐπιγνώσεως τῆς ἁγίας Τριάδος ἀρκείτω ταῦτα τῷ πιστεύοντι.