Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Υπομονή στο κοινόβιο, αντιμετώπιση νυκτερινών επιθέσεων και πνευματική νήψη

Νουθεσίες για την παραμονή στο κοινόβιο ως αληθινή ξενιτεία, την αντιμετώπιση των δαιμονικών επιθέσεων κατά τον ύπνο, τη διατήρηση της πνευματικής θέρμης και τη φυλακή των αισθήσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 4 από 22

Ὁ αὐτὸς παρεκάλεσε τὸν αὐτὸν μέγαν Γέροντα λέγων· Εὖξαι ὑπὲρ ἐμοῦ Πάτερ, ὅτι ταλαίπωρός εἰμι ἐν πᾶσι καὶ χρῄζω πολλῆς φιλανθρωπίας. Καὶ λογισμοὶ ἐν ἐμοὶ σπείρονται, λέγοντες ὅτι Ἄπελθε ἐπὶ ξένης κἀκεῖ σῴζῃ.

Καὶ ἵνα ὁ Θεὸς διὰ τῶν εὐχῶν ὑμῶν μὴ ἐάσῃ αὐτοὺς κατακυριεῦσαί μου. Ἀπόκρισις· Ἀδελφέ, ἐπικατάρατός ἐστιν ὁ σπείρας ἐπὶ τὴν καρδίαν σου τοὺς τοιούτους λογισμούς, ἕνεκεν τῆς παραβάσεως τῶν ἐντολῶν τῆς ἀπὸ τοῦ τόπου τούτου, ὅστις ἐστὶν ὁ διάβολος.

Διὰ γὰρ δικαιώματος ἐργάζεταί σοι ταῦτα, ἵνα χλευάσας, ποιήσῃ σε σκάνδαλον πολλῶν, ὥστε βαστάξαι τούτων τὸ κρῖμα. Ταῦτα δὲ πάσχεις ἀπὸ ἀμελείας καὶ κενοδοξίας. Ἰδοὺ λέγεις· Ἐὰν ἐπὶ ξένης ἀπέλθω, βαστάζω ἀτιμίαν.

Καὶ πῶς μόνον ἀκούσαντός σου ὅτι κατὰ σοῦ εἶπεν ὁ ἀδελφός σου λόγον ταράττεται ἡ καρδία σου, καὶ οὐ θέλεις ἵνα τις μάθῃ ὅτι ἐσφάλης; Ἀλλὰ σὺν τῇ ἀμελείᾳ καὶ κενοδοξίαν ἐνεργοῦσιν οἱ δαίμονες πρὸς τὸ ἐξολοθρεῦσαί σου τὴν ψυχήν. Ἀδελφέ, πληροφορήθητι ἐν Κυρίῳ ὅτι, εἰ μὴ ἡ χεὶρ τοῦ Θεοῦ ἦν καὶ αἱ εὐχαὶ τῶν ἐνταῦθα ἁγίων, γνησίων δούλων τοῦ Θεοῦ, ἐπιμεῖναι ἐν τῷ μοναστηρίῳ ἐνιαυτὸν ὁλόκληρον οὐκ ἠδύνω. Ἀλλ’ ὡς τυφλὸς μὴ βλέπων, οὕτως οὐ βλέπεις τὴν εὐεργεσίαν τοῦ Θεοῦ ἣν ἐποίησέ σοι καὶ ποιεῖ δι’ εὐχῶν τῶν ἁγίων καὶ τοῦ μακαρίου Ἀβραμίου, τοῦ εἰπόντος σοι, καὶ τῷ ἀδελφῷ σου, ὅτι ἐὰν ὑπομείνητε ἐν τῷ τόπῳ τούτῳ, ἔχετέ με πρεσβευτήν.

Ἀδελφέ, πρόσεχε σεαυτῷ μετὰ ἀσφαλείας, καὶ πύκτευσον μετὰ τῶν λογισμῶν τοῦ μὴ ἀμελῆσαι, μηδὲ κενοδοξῆσαι, μηδὲ τὸ θέλημά σου στῆσαι ἔν τινι, καὶ τοῦ μὴ δέξασθαι τοὺς σπειρομένους λογισμοὺς διὰ δικαιωμάτων, ἐπεὶ εἰς πτῶσιν πίπτεις μεγάλην. Πληροφορήθητι δέ, ὅτι ἔνθα ἂν ἀπέλθῃς ἀπὸ τῶν περάτων τῆς γῆς μέχρι τῶν περάτων αὐτῆς, οὐ μὴ ὠφεληθῇς ἴσα τῶν ὧδε. Καὶ ὡς ἄγκυρα τῷ πλοίῳ, οὕτως ἐστί σοι ἡ εὐχὴ τῶν ἐνταῦθα Πατέρων.

Κτῆσαι στυφότητα καὶ ἐξορίζει ἀπὸ σοῦ τὴν παρρησίαν τὴν φέρουσαν πάντα τὰ κακὰ ἐν τῷ ἀνθρώπῳ. Καὶ ἀμερίμνησον ἀπὸ παντὸς πράγματος, καὶ τότε σχολάζεις τῷ Θεῷ. Καὶ ἀπόθανον ἀπὸ παντὸς ἀνθρώπου καὶ αὕτη ἐστὶν ἡ ξενιτεία. Καὶ κράτει τὸ ἀψήφιστον, καὶ εὑρίσκεις τὸν λογισμόν σου ἀτάραχον. Καὶ μὴ ἔχῃς ἑαυτόν τι ποιήσαντα ἀγαθόν, καὶ φυλάττεταί σοι σῶος ὁ μισθός.

Καὶ ἐπὶ πᾶσι τούτοις, μνήσθητι ὅτι οὐ χρονίζεις ἐν τῷ σώματι, καὶ σπούδασον εἰπεῖν μετὰ παρρησίας ἐν τῇ ὥρᾳ ἐκείνῃ· «Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην.» Ἀδελφέ, ἄνευ κόπου, οὐκ ἔνι ζῆσαι, καὶ ἄνευ ἀγῶνος οὐδεὶς στεφανοῦται. Πύκτευσον σωθῆναι ἀγωνιζόμενος καὶ βοηθεῖ σοι ὁ Θεός, «Ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Αὐτὸς ἐλεήσει σε τέκνον, τοῦ μετὰ μακροθυμίας προσελθεῖν τῇ ἐργασίᾳ αὑτοῦ, ὅτι αὐτοῦ ἐστι τὸ ἔλεος καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Πάτερ, τί ἐστιν ὃ εἶπας, ὅτι οὐκ ἠδύνω ἐνιαυτὸν μεῖναι ἐν τῷ μοναστηρίῳ; Καὶ εὖξαι ὑπὲρ ἐμοῦ διὰ τὸν Κύριον, ὅτι ὡς καθεύδω, ἐπιπίπτει μοι ὁ δαίμων πνίγων με, καὶ χρείαν ἔχω τῆς παρὰ σοῦ φιλανθρωπίας.

Ἀπόκρισις Βαρσανουφίου· Ὅ τι εἶπόν σοι, εἰ μὴ ἦσαν αἱ εὐχαὶ τῶν ἁγίων, οὐκ ἐποίεις ἐν τῷ μοναστηρίῳ ἐνιαυτόν, περὶ μοναχῶν σοι εἶπον. Οὐ γὰρ πάντες οἱ ἐν τοῖς μοναστηρίοις εἰσὶ μοναχοί, ἀλλ’ ὁ ποιῶν τὸ ἔργον τοῦ μοναχοῦ. Φησὶ γάρ· «Οὐ πᾶς ὁ λέγων μοι· Κύριε, Κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Καὶ ταλαιπωρῶν, ἐρωτᾷς καὶ οὐκ ἐμμένεις. Ἀλλὰ καὶ πάλιν ἐρωτῶν, ἄλλοις λέγεις κενοδοξῶν, ἀνθρωπαρεσκῶν, καὶ ἐμποδίζῃ διὰ τάχους προκόψαι. Καὶ διὰ τοῦτο πειράζῃ κοιμώμενος καὶ ἐπιπίπτει ἐπάνω σου πνίγων σε ὁ δαίμων. Καὶ συγχωρεῖ ὁ Θεὸς ἵνα παιδευθῇς ὅπως μέμψῃ ἑαυτὸν ὡς μοναχός, καὶ οὐ συνιεῖς ἀδελφέ.

Ὁ καιρὸς ἡμῶν ἐστι τὸ ἐρευνᾶν τὰ πάθη ἡμῶν, καὶ τὸ κλαῦσαι καὶ πενθῆσαι. Καὶ ὡς κάθῃ εἰς τὸ κελλίον σου ῥεμβόμενος, μέμψαι σεαυτὸν ἀδελφέ, ἐν πᾶσι καὶ ῥίψον τὴν ἀδυναμίαν σου ἐνώπιον τοῦ Θεοῦ, καὶ βοηθεῖ καὶ ἐνδυναμοῖ σε ἵνα προκόψῃς ἐν αὐτῷ. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Διὰ τὸν Κύριον Πάτερ, εὖξαι ὑπὲρ ἐμοῦ, παρακαλῶ, ἵνα λυτρωθῶ ἐκ τῶν παθῶν τῆς ἀτιμίας καὶ κενοδοξίας, ὅτι μολύνει με ἐν ἑκάστῳ πράγματι, ὃ δοκῶ καλὸν ποιεῖν.

Καὶ τοῦτο δὲ παρακαλῶ εἰπεῖν μοι ποίῳ σκοπῷ ὀφείλει τις ποιεῖν τὰ μνημόσυνα τῶν ἁγίων. Καὶ πῶς τις ἐξεμεῖ ἣν ἔχει κακίαν; Ἀπόκρισις Ἰωάννου· Εἰ λυτρωθῆναι θέλεις ἀπὸ τῶν παθῶν τῆς ἀτιμίας, κόψον ἀπὸ σοῦ τὴν παρρησίαν τὴν πρὸς πάντα ἄνθρωπον, μάλιστα πρὸς οὓς βλέπεις τὴν καρδίαν σου κλίνουσαν κατὰ πάθος ἐπιθυμίας, καὶ ἐν τούτῳ ἐλευθεροῦσαι καὶ ἀπὸ κενοδοξίας.

Κενοδοξία γὰρ συμμέτοχός ἐστι τῆς ἀνθρωπαρεσκείας καὶ ἡ ἀνθρωπαρέσκεια συμμέτοχος τῆς παρρησίας. Ἡ δὲ παρρησία μήτηρ ἐστὶ πάντων τῶν παθῶν. Ὁ δὲ τὰ μνημόσυνα ποιῶν τῶν ἁγίων ἄνευ κενοδοξίας, λογιζόμενος ὅτι ἀπὸ τοῦ Θεοῦ ποιεῖ καὶ οὐκ ἐκ τῶν ἰδίων, συμμέτοχος αὐτῶν γίνεται, καὶ τὸν μισθὸν λαμβάνει παρὰ τοῦ Δεσπότου αὐτῶν. Ἡ φροντὶς δὲ τῆς σωτηρίας τῆς ψυχῆς καὶ ἡ ἀγάπη πρὸς τὸν Θεὸν ποιεῖ τινα ἐξεμέσαι ἣν ἔχει κακίαν καὶ εἰλικρινῶς μετανοεῖν. Ἄκουσον τέκνον, καὶ ἐκ τῶν φαινομένων νόησον τὰ μὴ φαινόμενα. Ὅταν πονῇς τι τοῦ σώματος, ἐγκρατεύῃ ἀπὸ τῶν βλαπτόντων σε πραγμάτων.

Καὶ τὴν ψυχήν σου πονῶν, οὐ πυκτεύεις ἐγκρατεύσασθαι; Κόπου καὶ πόνου χρεία πολλή, ὡς ὁ Ἀπόστολος λέγει· «Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ.» Ποίησόν σου τὴν δύναμιν, καὶ ὁ Θεὸς εὐχαῖς τῶν Πατέρων σου συναντιλαμβάνεταί σου. Διψᾷ γὰρ τὴν σωτηρίαν ἡμῶν ἰδεῖν, ὁ εἰς ἑαυτὸν ὀμόσας «μὴ θέλειν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.» Πολλὴ δύναμις ἀνέρχεται ἐκ τοῦ τόπου τούτου, ἀπὸ τῶν εὐχῶν τῶν γνησίων δούλων τοῦ Θεοῦ ὑπὲρ πάντων ἡμῶν. Οὓς πιστεύω ὅτι οὐ καταισχύνει Κύριος. Συνεισένεγκε αὐτῇ τὰ δύο σου λεπτά, καὶ χαροποιεῖς αὐτὸν ὡς ἡ χήρα ἐκείνη. Καὶ δῆσόν σου τὴν ὁλκάδα τῷ πλοίῳ τῶν Πατέρων σου καὶ κυβερνῶσί σε πρὸς τὸν Ἰησοῦν, τὸν δυνάμενόν σοι ταπείνωσιν χαρίσασθαι, δύναμιν, σύνεσιν, «στέφανον ἀγαλλιάσεως.» Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα· Ἐπειδὴ νεώτερός εἰμι καὶ ἄφρων καὶ ἔχω διακονίαν ὑπὲρ ἐμέ, παρακαλῶ σε Πάτερ, ἵνα αἰτήσῃς μοι σύνεσιν παρὰ τοῦ Θεοῦ τοῦ δύνασθαί με διδόναι πρᾶγμα κατὰ χρείαν αὐτοῦ, καὶ λόγον εἰπεῖν ἐν καιρῷ καὶ σιωπῆσαι, καὶ ἐν οἷς ἀμφιβάλλω, ἵνα ἐπικαλῶμαι τὸν Θεὸν καὶ τὰς εὐχάς σου, καὶ παρίστανταί μοι καὶ μὴ πλανῶμαι.

Ἀπόκρισις Βαρσανουφίου· Χαρά ἐστι μεγάλη τὸ αἰτεῖν τινα πρᾶγμα κατὰ φόβον Θεοῦ, ὁ τοιοῦτος θαρρήσει ὅτι γενήσεται αὐτοῦ ἡ αἴτησις. Ἀλλ’ ἄκουσον ἀδελφέ, εἰ σπέρμα αἰτεῖς τῷ ἀγρῷ σου, φιλοκάλησον αὐτὸν πρὸς τὴν ὑποδοχὴν τοῦ σπέρματος.

Περὶ γὰρ τῆς καλλίστης καὶ φιλοκαλημένης γῆς εἴρηται ὅτι ἐποίησεν ἀνὰ ἑκατόν. Τὸ μὴ κωλῦσαι τὴν δύναμίν μου ποιῆσαι καθὼς δύναμαι, οὐ κωλύσω διὰ τὴν τοῦ Θεοῦ ἐντολήν. Ἀλλ’ ὁμολογῶ τὴν ἀσθένειάν μου, ὅτι οὐ δύναμαί σοι χαρίσασθαι τοῦτο, ἀνάξιος γάρ εἰμι. Ἀλλ’ ἐὰν σὺ πιστεύῃς, κατὰ τὴν πίστιν σου λαμβάνεις οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ὅσων χρῄζεις. Οἶδε γὰρ ὁ Θεὸς ὧν χρείαν ἔχεις πρὸ τοῦ αἰτῆσαί σε αὐτόν. Μὴ διστάσῃς οὖν καὶ πιστεύω ὅτι ποιεῖ ὁ Θεὸς οὐ δι’ ἐμέ, ἀλλὰ διὰ τὴν σὴν πίστιν.

Πρὸ πάντων ταπεινώθητι ἐνώπιον τοῦ Θεοῦ, «ταπεινοῖς γὰρ δίδωσι χάριν.» Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὁ αὐτὸς ἠρώτα τὸν ἄλλον Γέροντα ὅτι Πῶς χρήσομαι Πάτερ, τῇ δυνάμει τῆς ἀποκρίσεως ταύτης τοῦ Γέροντος.

Ἀπόκρισις Ἰωάννου· Ἐὰν πῶς σε δεῖ χρήσασθαι τῇ δυνάμει τῆς ἀποκρίσεως τοῦ Γέροντος θέλῃς μαθεῖν, οὕτως ἐστίν· Ὅταν θέλῃς λαλῆσαι ἢ πρᾶγμα ποιῆσαι, μνῄσκου τὸ ὄνομα τοῦ Γέροντος καὶ ὁ Θεὸς σπείρει ἐν τῇ καρδίᾳ σου τί ποιῆσαι χρὴ ἢ πῶς λαλῆσαι, ἀλλὰ μετὰ ταπεινώσεως, ἵνα μὴ ἀπολέσῃς τὴν χάριν ταύτην.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα· Ἐπειδὴ ἐποίησας ἔλεος Πάτερ, μετὰ τῆς ἀσθενείας μου καὶ ἔδωκάς μοι ἵνα ἐν οἷς ἂν λέγω καὶ πράττω ἐπικαλῶμαι τὸ ὄνομα τοῦ Θεοῦ καὶ τὰς εὐχάς σου, καὶ κατευοδῶμαι καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖν ἐπείγομαι ἢ λέγειν. Καὶ συμβαίνει δὲ ὅτε ἐκ τῆς ἀμελείας μου ἐπιλανθάνομαι. Παρακαλῶ ἵνα αἰτήσῃς μοι παρὰ τοῦ Θεοῦ νῆψιν, καὶ μὴ ἐάσῃς με πλανᾶσθαι κατὰ τὸ θέλημά μου. Ἔτι δὲ παρακαλῶ, ἐὰν ἐπικαλεσάμενος εἰς πρᾶγμα τὸν Θεὸν καὶ τὰς εὐχάς σου, ἔτι μείνω ἀμφιβάλλων τοῦ ποιῆσαι ἢ μὴ ποιῆσαι, ἵνα εἴπῃς μοι πῶς ὀφείλω τελεῖν. Καὶ πάλιν ἐὰν συμβῇ ἐρωτηθῆναί με πρᾶγμα καὶ πρὶν ἢ ἐπικαλέσωμαι τὸν Θεὸν ἢ πρὶν ἐνθυμηθῶ τί εἴπω, ὁ ἐρωτήσας εὐθέως ζητεῖ τὴν ἀπόκρισιν, οὕτως αἰφνιδιαζόμενος, τί ποιήσω; Καὶ περὶ τῶν ὀφθαλμῶν παρακαλῶ εὔξασθαι ἐξουσιάσαι με αὐτῶν, ὅτι πολλὰ ῥέμβονται.

Ἀπόκρισις Βαρσανουφίου· Ἐὰν λάβῃ τις ἐντολὴν ἢ γνώμην ἢ ἀπόκρισιν τῶν Πατέρων περὶ πράγματος, καὶ ἀπὸ λήθης ἢ ἀμελείας ληθαργήσῃ, εἰδὼς ὅτι ἐσφάλη, μετανοησάτω τῷ Θεῷ καὶ συγχωρεῖ αὐτῷ. Τί δὲ ἔγραψας, ἀδελφέ, περὶ τῆς νήψεως μόνης; Ἐγὼ περὶ παντὸς δωρήματος ἀγαθοῦ δέομαι, ἵνα χαρίσηταί σοι ὁ Θεός, καὶ ἵνα μείνῃ μετὰ σοῦ εἰς τὸν αἰῶνα. Ἐὰν συμβῇ σε πρᾶγμα ποιεῖν ἐπικαλεσάμενον τὸν Θεὸν καὶ τὰς εὐχὰς τῶν ἁγίων, καὶ ἀμφιβάλλῃς ἀκμήν, ποίησον αὐτό, θέλημα γὰρ Θεοῦ ἐστι, διότι προεπεκαλέσω αὐτόν. Περὶ δὲ τοῦ αἰφνιδιασθῆναι ἀποκρίνεσθαι ἐρωτώμενον, οὐδὲν ὀξύτερον τοῦ νοῦ, πέμψον αὐτὸν πρὸς τὸν Θεὸν καὶ δίδωσί σοι τί ἀποκρίνεσθαι ἀταράχως. Ἡ ταπείνωσις φυλάττει ἀπὸ ῥεμβασμοῦ τοὺς ὀφθαλμοὺς καὶ ὅλον τὸν ἄνθρωπον ἀπὸ παντὸς κακοῦ, καὶ ἔστι τῶν μεγάλων δωρημάτων, ὧν εἶπόν σοι, αἰτῶ σε, ἐὰν μέντοι καὶ σὺ ποιῇς τὴν δύναμίν σου. Πρόσεχε σεαυτῷ καὶ οὐ μόνον οἱ ἅγιοι, ἀλλὰ καὶ αὐτὸς ὁ Θεὸς δώσει σοι τὴν χεῖρα καὶ ποιεῖ τὸ ἔλεος αὑτοῦ μετὰ σοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Δέομαί σου, Πάτερ εὔσπλαγχνε, ὅτι βλέπεις τὴν τυφλότητα τῆς ψυχῆς μου. Πάλιν παρακαλῶ σε αἴτησαί μοι φωτισμὸν ἐν τῇ καρδίᾳ μου, τοῦ δύνασθαι διακρίνειν τὸν ὀρθὸν λογισμὸν ἀπὸ τοῦ κεκρυμμένου σκολιοῦ, ὅτι φοβοῦμαι πιστεῦσαι αὐτῷ. Οἶδα γὰρ πολλάκις ὅτι οὐ βλέπω τὸ πρᾶγμα κατὰ πάθος τινὶ δοῦναι, καὶ ἐδοκίμαζον τὸν λογισμόν, εἰ ἡδέως ἔχει δοθῆναι τὸ πρᾶγμα δι’ ἄλλου, καὶ μὴ γνωσθῆναι, ὅτι ἐγὼ ἔδωκα αὐτό, καὶ οὐχ ἡδέως εἶχε. Συμβαίνει δὲ πάλιν ὅτε κατὰ μὲν πάθος οὐ δοκῶ ἄρξασθαι τόδε ποιεῖν ἢ λέγειν, ἐν δὲ τῷ μεταξὺ ὡς δίδωμι ἢ λέγω, συνηδύνεται ὁ λογισμός μου. Τί οὖν ποιήσω ὁ ταλαίπωρος; Καὶ ἄλλῳ δὲ τρόπῳ θλίβει με ἡ ἐνέργεια αὕτη, μᾶλλον δὲ ἡ καρδία μου ἡ φιλόδοξος. Συμβαίνει γὰρ ὅτε λαλοῦσί μέ τινες περὶ πράγματος, καὶ πρὶν αὐτὸ πληρώσουσι, συντίθεται αὐτοῖς καὶ συνήδεται ὁ λογισμός μου, ὡς νοήμων. Δέομαί σου Πάτερ, εὖξαι δοθῆναί μοι δύναμιν τοῦ σιωπᾶν. Θαυμάζω γὰρ πῶς οἶδεν ἡ καρδία μου ὅτι οὐδέν εἰσι ταῦτα, ἀλλὰ καὶ κενοποιοῦσι τὸν ἄνθρωπον ἀπὸ παντὸς ἀγαθοῦ, καὶ συνήδεται αὐτοῖς.

Ἀπόκρισις Βαρσανουφίου· Ἄνευ κόπου καρδίας οὐκ ἔρχεταί τινι διακρῖναι τοὺς λογισμούς. Ἐγὼ οὖν δέομαι τοῦ Θεοῦ τοῦ δοῦναί σοι τοῦτο. Πονέσει καὶ ἡ καρδία σου μικρόν, καὶ δώσει ὁ Θεός. Καὶ περὶ ὅλων τούτων, τὸ ὅμοιόν ἐστι. Ὅταν χαρίσηταί σοι ὁ Θεὸς τὸ χάρισμα τοῦτο, ἀεὶ διακρίνεις διὰ τοῦ Πνεύματος αὐτοῦ, εὐχαῖς ἁγίων καὶ πόνῳ τῆς καρδίας σου, τοὺς λογισμοὺς ἀπ’ ἀλλήλων. Ὅταν δὲ βλέπῃς πρᾶγμα φέρον σοι νόημα, σιώπα, καθὼς καὶ παρὰ τοῦ κατὰ Θεὸν Υἱοῦ μου γνησίου ἤκουσας, οὗ ὀφείλεις ἀκοῦσαι περὶ παντὸς λογισμοῦ σου. Οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλεῖ σοι, ἀλλ’ εἴ τι χαρίζεται αὐτῷ ὁ Θεὸς πρὸς ὠφέλειαν ἑκάστου. Ὁ δὲ Θεὸς σκεπάσει σε, καὶ δώῃ σοι δύναμιν τοῦ σιωπᾶν ἐν γνώσει καὶ χάριν τοῦ εἰδέναι τὸ πότε χρεία σοί ἐστι λαλῆσαι ἄνευ πάθους. Οὐ γὰρ τελείως οἶδεν ἡ καρδία σου ὅτι κενοῦσι τὸν ἄνθρωπον, ἐπεὶ οὐκ εἶχεν ἐᾶσαι ἡδυνθῆναί σε τούτοις.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Τὰ σπλάγχνα τῶν οἰκτιρμῶν ὧν ἔχεις ἐπ’ ἐμοὶ τῷ ἁμαρτωλῷ, ποιοῦσί με πάλιν ἀναιδεύεσθαι καὶ ὀχλεῖν σε. Φώτισόν με οὖν πῶς κοπιάσει ἡ καρδία μου, περὶ τοῦ ἐλθεῖν ἐν αὐτῇ τὴν διάκρισιν. Καὶ περὶ τῆς ἀδιαλείπτου μνήμης, ἐὰν ἀξιοῦται ταύτης τῆς ἀδολεσχίας, σήμανόν μοι τοῦτο κύριέ μου, καὶ ἐνδυνάμωσόν με ἐν αὐτῇ. Ὅτι δειλαίνει μου ὁ λογισμὸς ὡς ὅτι οὐ δύναμαι τοῦτο κρατῆσαι.

Διὰ τοῦτο παρακαλῶ, εἰ ὅλως συμφέρει μοι τὸ πρᾶγμα τοῦτο, δήλωσόν μοι δέσποτα. Πιστεύω γὰρ ὅτι, ὡς ἐξέρχεται ὁ λόγος ἐκ τοῦ στόματός σου, ποιεῖ ἐν τῇ καρδίᾳ μου δύναμιν. Ἀπόκρισις Βαρσανουφίου· Τὸ κοπιάσαι τὴν καρδίαν σού ἐστι τὸ δέεσθαι τοῦ Θεοῦ μὴ ἐᾶσαί σε πλανηθῆναι ἢ πορευθῆναι τοῖς ἰδίοις σου θελήμασι, καὶ ἐκ τούτου ἔρχῃ εἰς τὸ διακρῖναι. Περὶ δὲ τῆς ἀδιαλείπτου μνήμης ἤτοι ἀδολεσχίας, βάλε ἀρχὴν καὶ μὴ φοβηθῇς. Καὶ ἐνισχύει καὶ ἐνδυναμοῖ σε ὁ Κύριος, ἀλλ’ ἐπ’ ἐλπίδι σπεῖρον, ἵνα θερίσῃς μὴ ἐκλυόμενος. Εὐλογητὸς ὁ εὐλογῶν σε Θεὸς βαλεῖν ἀρχήν, ὃς καὶ τὴν δύναμιν ἐπιχορήγῃ σοι τοῦ κρατῆσαι κατὰ τὸ μέτρον σου.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἐπειδὴ καὶ ἄλλοτέ μοι πολλάκις ἤρχετο μικρὰ θέρμη ἐπὶ ὀλίγας ἡμέρας, καὶ πάλιν ἀπήρχετο, καὶ ἄρτι δὲ ὡς μίαν ὥραν φυλάττω μετὰ προθυμίας τὴν μνήμην, καὶ μίαν μετὰ βίας, φοβεῖ με ὁ λογισμὸς μὴ ὥσπερ καὶ τὸ πρὶν ἐπὶ ὀλίγας ἡμέρας καὶ πάλιν ἐγκαταλείπῃ με ἡ μικρὰ θέρμη, καὶ τελείως ἀπολέσω μου τὴν ψυχήν. Διὸ δέομαι, Πάτερ ἀγαθέ, μή με ἐγκαταλείπῃς, ἀλλὰ δήλωσόν μοι τί ἐστι τὸ φυγαδεῦον τὴν μνήμην ταύτην καὶ τὴν θέρμην. Αἴτησαι δέ μοι καὶ φυλακὴν τῶν αἰσθήσεων, ὅτι πολλὰ δι’ αὐτῶν αἰχμαλωτίζομαι, καὶ μάλιστα ὅτε ἡ καρδία μου ἀφορμὴν θέλει. Αὕτη γὰρ ἀφ’ ἑαυτῆς ἀπὸ τοῦ σκοποῦ βρύει μνήμας ἐμπαθεῖς ἢ μωρὰς ἢ λογισμοὺς οὐκ ἐν καιρῷ αὐτῶν. Διὰ τοῦτο δέομαί σου, δυνατὲ ἐν Κυρίῳ Πάτερ, χάρισαί μοι τῷ δούλῳ σου νῆψιν, ἵνα κατανοῶ τοὺς εἰσερχομένους ἐν αὐτῇ, καὶ πῶς ὀφείλω ποιεῖν μετ’ αὐτῶν, ἵνα μὴ ἀποστήσωσί με ἀπὸ τῆς σῆς εὐλογίας. Ἔτι δὲ καὶ τοῦτο δήλωσόν μοι· Ἐὰν ποιήσω πρᾶγμα ἢ εἴπω, καὶ σκεπασθῶ διὰ τοῦ Θεοῦ ἐν αὐτῷ ἀπὸ ἁμαρτίας—φαινομένης μοι λέγω—, ἆρα ὀφείλω μετὰ τὴν ἔκβασιν εὐχαριστεῖν τῷ Θεῷ; Καὶ εἰ φέρει τὸ τοιοῦτον εἰς ἀγάπην Θεοῦ, ἢ οὐ δεῖ οὐδ’ ὅλως δέχεσθαι ὅτι ἐξέφυγον ἁμαρτίαν, ἀλλὰ μᾶλλον ἐρευνῆσαι σφάλμα ἐν τῷ γενομένῳ ἢ ἐν τοῖς λόγοις, καὶ οὕτως αἰτεῖν συγχώρησιν περὶ τούτου;

Ἀπόκρισις Βαρσανουφίου· Κοπίασον ἐν πόνῳ καρδίας κτήσασθαι, καὶ ὁ Θεὸς δίδωσί σοι αὐτὰς διηνεκῶς, τὴν θέρμην λέγω καὶ τὴν εὐχήν. Ἡ γὰρ λήθη φυγαδεύει αὐτάς, αὕτη δὲ ἀπὸ ἀμελείας γεννᾶται. Περὶ δὲ φυλακῆς τῶν αἰσθήσεων, πᾶν χάρισμα μετὰ πόνου καρδίας δίδοται. Τὸ δὲ χάρισμα τῆς νήψεως οὐκ ἀφεῖ ἵνα εἰσέλθωσιν οἱ λογισμοί, ἐὰν δὲ καὶ εἰσέλθωσιν, οὐκ ἀφεῖ αὐτοὺς ἵνα βλάψωσιν. Ὁ Θεὸς δώῃ σοι τὸ νήφειν καὶ τὸ γρηγορεῖν. Ἐντολὴ γάρ ἐστι τὸ «ἐν παντὶ εὐχαριστεῖτε», μάλιστα δὲ ἐν τούτῳ ᾧ ἐδήλωσάς μοι. Τὸ δὲ ἐρευνᾶν σφάλματα καὶ αἰτεῖν συγχώρησιν, πάνυ σε ὠφελεῖ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Δέομαί σου, Πάτερ ἅγιε, αἴτησαί μοι δύναμιν παρὰ τοῦ Θεοῦ, ὅτι ὃ παραγγέλλω ἐμαυτῷ κατ’ ἰδίαν, ἐρχόμενος μετὰ τῶν ἀδελφῶν ἀπόλλω αὐτό, καὶ φοβοῦμαι μήπως συνεθισθῶ ἁμαρτάνων, καὶ μεταμελούμενος μόνον καὶ οὐ διορθούμενος, καὶ οὕτως ἐναπομείνω ταῖς ἁμαρτίαις μου καὶ ἀποθάνω.

Οἶδα γὰρ ὅτι συμφέρουσί μοι αἱ θλίψεις τῶν παθῶν, ὅτι τάχα συντρίβουσι τὴν σκληρότητα τῆς ψυχῆς μου. Καὶ μὴ γένοιτό μοι τῷ ἄφρονι θελῆσαι ἄρτι ἄνεσιν ἀπ’ αὐτῶν! Ἀλλὰ τοῦτο Πάτερ, παρακαλῶ διὰ τῶν πρεσβειῶν ὑμῶν, εἰ συμφέρει μοι ἵνα μὴ συνεχῶς ἡττῶμαι καὶ ἵνα μὴ θλῖψιν ἔχῃ ἡ καρδία μου περὶ τούτου·

Ἀπόκρισις· Οὐδεὶς λέγει τινί· Βαστάζω σου τὴν μέριμναν, καὶ ἀμεριμνεῖ, ἐπεὶ παραβάτης εὑρίσκεται. Ἀλλ’ ὀφείλει καὶ ὁ βασταζόμενος συνεισενεγκεῖν μικρὰν σπουδὴν καὶ ποιεῖν τὴν δύναμιν αὑτοῦ νηφόντως φυλάξαι τὰς ἐντολὰς τῶν Πατέρων αὑτοῦ. Κἂν πέσῃ ἅπαξ, ἐγερθῇ πάλιν. Καὶ πιστεύω τῷ Θεῷ ὅτι, κἂν συναρπαγῇ ἅπαξ, σπουδάσῃ πάλιν, οὔτε συνήθεια αὐτῷ γίνεται, οὔτε ἀμέλεια, ἀλλ’ ὁ Θεὸς διὰ τάχους φέρει αὐτὸν εἰς τάξιν τῶν σπουδαίων, καὶ οὐ λαμβάνει αὐτοῦ τὴν ψυχήν, ἕως οὗ ἐνέγκῃ αὐτὸν εἰς μέτρον ὑψηλόν, εἰς ἄνδρα τέλειον. Μὴ οὖν χαυνωθῇς, ἀλλ’ ὡς πρόκειταί σοι ὁ καιρός, ἔργασαι, ταπεινώθητι, ὑπάκουσον, ὑποτάγηθι καὶ συνέρχεταί σοι ὁ Θεός, ὁ τοῖς ταπεινοῖς διδοὺς χάριν, ὑπερηφάνοις δὲ ἀντιτασσόμενος.