Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Αδιάλειπτη προσευχή, τήρηση των εντολών και αληθινή ταπεινοφροσύνη

Καθοδήγηση σχετικά με την αποφυγή της απελπισίας μετά από πτώσεις, τη σημασία της πνευματικής διαθήκης και τα γνωρίσματα της γνήσιας ταπεινώσεως και συντριβής έναντι της εξωτερικής ταπεινολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 5 από 22

Συνεχῶς λέγε· Ἰησοῦ, βοήθει μοι, καὶ βοηθεῖ. Ὁ Θεὸς ἐλευθερώσει σου τὴν ψυχὴν ἀπὸ τῶν παθῶν τῆς ἀτιμίας, τέκνον. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Προσκυνῶ σε, Πάτερ εὔσπλαγχνε καὶ ἰατρὲ τῆς ἀσθενούσης μου ψυχῆς. Οὐαί μοι, τί ὑπέδειξάς μοι καὶ εἰς τί εἵλκυσάς με; Καὶ ποῦ εἰμι, ὡς δεδεμένος διὰ τὴν κακὴν συνήθειαν; καὶ εἰ ἀπολυθῶ μικρόν, πάλιν ἀνακάμπτω διὰ τὸ δοῦναι καὶ λαβεῖν. Καὶ εἰ μὴ ὅτι αἰσχύνομαι τὴν ἀγαθότητα τοῦ Θεοῦ καὶ τὰ σὰ σπλάγχνα ὅτι οἶδα ἀπὸ ποίων κόπων ἤγαγέ με ὑπὸ τοὺς πόδας ὑμῶν, εἰς ἀπόγνωσιν εἶχον ἐλθεῖν. Ὅτε γὰρ σκεπάζομαι διὰ τῶν εὐχῶν ὑμῶν, παρέρχομαι μετ’ εἰρήνης. Ὅτε δὲ ἀπογυμνωθῶ μικρόν, ἵνα δειχθῇ ἡ προαίρεσίς μου, εὐθέως ἡττῶμαι. Ὡς κάθημαι εἰς τὸ κελλίον ἀπὸ πρωΐ, φθάνει λοιπὸν ἀπόκρισις καὶ ἐξέρχομαι. Καὶ μετὰ τὸ ποιῆσαι αὐτήν, οὐκέτι εὑρίσκω ἀνακάμψαι πάλιν, ἀλλὰ συρράπτει μοι ἀπὸ προφάσεως προφάσεις, δυναμένας καὶ χωρὶς ἐμοῦ γενέσθαι, ἕως οὗ τραυματίσῃ με καὶ οὕτως ἔρχομαι ὀψὲ εἰς τὸ κελλίον μου μετὰ ἀηδίας πολλῆς, καὶ σκοτώσεως καὶ ἀκηδίας, μὴ εἰδὼς τί ποιήσω. Διὰ τοῦτο, Πάτερ ἅγιε, ἰδοὺ ἐνώπιον τῆς καρδίας σού εἰμι τῆς πάντα βλεπούσης, ποίησον μετ’ ἐμοῦ κατὰ τὰ σπλάγχνα σου, ὡς θέλεις καὶ ὡς οἶδας.

Ἐγὼ γὰρ περὶ σοῦ οὐκ οἶδα τί εἴπω, ἀλλὰ συγχώρησόν μοι διὰ τὸν Θεόν. Ἀπόκρισις· Ἀδελφέ, οὐκ ἔνι ἀπὸ τούτων ἀπογνῶναι ἑαυτοῦ, οὐδὲ γὰρ ὁ κυβερνήτης κρουομένου τοῦ πλοίου ὑπὸ τῶν κυμάτων ἀπογινώσκει τῆς ἑαυτοῦ καὶ τῶν μετ’ αὐτοῦ σωτηρίας, ἀλλὰ μᾶλλον κυβερνᾷ, ἕως ἂν ἐνέγκῃ τὸ πλοῖον ἐπὶ τὸν λιμένα. Οὕτως καὶ σὺ εὑρίσκων ὅτι ᾐχμαλωτίσθης καὶ ἐρεμβάσθης ἐν πράγματι, ἀνακάλεσαι ἑαυτὸν εἰς τὴν ἀρχὴν τῆς ὁδοῦ, λέγων μετὰ τοῦ Προφήτου· «Καὶ εἶπα· Νῦν ἠρξάμην» καὶ τὰ ἑξῆς. Δοκίμασον τὰ πράγματα εἰ διὰ τῶν ἀδελφῶν δύνανται γενέσθαι ἢ διὰ σοῦ, καὶ φύλαξον συνετῶς τὸν νοῦν σου. Καὶ ἰδοὺ οὐκ ἀπέστης τῆς ὁδοῦ.

Καὶ γὰρ ἡ κατὰ Θεὸν φροντὶς ἐργασία ἐστὶ πνευματική, τελουμένη καὶ ἀπαρτιζομένη εἰς σωτηρίαν ψυχῆς. Καὶ ποίησον τὴν δύναμίν σου, ἵνα μὴ τὰ εὐτελῆ πράγματα ἐκβάλῃ σε ἀκαίρως ἀπὸ τοῦ κελλίου σου, ἔστι γὰρ δαιμόνων τέχνη. Πρόσεχε ἑαυτῷ συνετῶς καὶ βοηθεῖ σοι ὁ Θεός, εὐχαῖς ἁγίων. Ἀμήν.

Τοῦ αὐτοῦ αἴτησις πρὸς τὸν αὐτὸν μέγαν Γέροντα βαστάξαι τὰς ἁμαρτίας αὑτοῦ. Ἀπόκρισις· Ἀδελφέ, εἰ καὶ ὑπὲρ ἐμὲ αἰτεῖς με πρᾶγμα, ἀλλὰ δεικνύω σοι τὰ μέτρα τῆς ἀγάπης, ὅτι ἀναγκάζει ἑαυτὴν καὶ εἰς τὰ ὑπέρμετρα. Ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἀναδέχομαι καὶ βαστάζω, ἀλλ’ ἐπὶ τῷ ὅρῳ τούτῳ ἵνα καὶ σὺ βαστάζῃς τὸ φυλάξασθαί μου τοὺς λόγους καὶ τὰς ἐντολάς. Εἰσὶ γὰρ σωτηριώδεις καὶ ζήσῃς ἀνεπαισχύντως.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα περὶ ὧν εἶπεν ἐντολῶν καὶ αἴτησις τοῦ δυναμωθῆναι φυλάξαι αὐτάς. Ἀπόκρισις· Ὁ ἐνδυναμώσας τοὺς Πατέρας ἡμῶν, ἐνδυναμώσει τὴν σὴν ἀγάπην, ἀδελφέ, καὶ δώῃ σοι σύνεσιν πνευματικὴν τοῦ συνιέναι ἐν πᾶσι τοῖς ἔργοις σου. Σὺ οὖν φύλαξον ἀπὸ ἀργολογίας τὴν γλῶτταν, καὶ ἀπὸ ἡδονῆς τὴν κοιλίαν, καὶ παροξυσμῶν τοῦ πλησίον, τὸ ἀπαρρησίαστον, τὸ ἀψήφιστον, τὴν μετὰ πάντων ἀγάπην καὶ τὸ πάντοτε ἔχειν τὸν Θεὸν ἐν τῷ νῷ, μνημονεύων· Πότε ὀφθήσῃ τῷ προσώπῳ τοῦ Θεοῦ. Ταῦτα ἔχε ἐν ἑαυτῷ, καὶ ποιεῖ ἡ γῆ σου ἀνὰ ἑκατὸν καρποὺς τῷ Θεῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Τί ἐστι Πάτερ τὸ ἀψήφιστον; Ἀπόκρισις· Ἀδελφέ, τὸ ἀψήφιστόν ἐστι τὸ μὴ ἰσῶσαι ἑαυτόν τινι καὶ τὸ μὴ εἰπεῖν περὶ καλοῦ ἔργου, ὅτι Κἀγὼ τοῦτο ἐποίησα.

Αἴτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα ἐπὶ ταῖς παραβάσεσι τῶν θείων τεθεισῶν αὐτῷ ἐντολῶν, συνεργίας τε εἰς μετάνοιαν, καὶ πῶς δεῖ μετανοεῖν καὶ εἰ συμβῇ παράβασις, εἰ ἀκυροῦται ἡ διαθήκη. Ἀπόκρισις·

Ἐν ὀνόματι Κυρίου περὶ τῆς αἰτήσεώς σου ἔσται σοι ὡς ᾔτησας. Λοιπὸν φύλαξον τοῦ μὴ ὑψηλοφρονῆσαι, ἵνα μὴ ἀπολέσῃς ὅλα. Καὶ ὅταν παραβῇς ἐντολήν, δράμε εἰς τὴν μετάνοιαν. Καὶ μὴ ὡς ἔχων μάλαγμα τῷ τραύματι καταφρονήσῃς, ἵνα μὴ πάλιν εἰς χείρω ἔλθῃς. Ἔχοντός σου τὴν χεῖρα μετ’ ἐμοῦ, στήκει βεβαίως ἡ πρὸς σὲ ἀπ’ ἐμοῦ διαθήκη. Εἰ δὲ μήγε, πῶς ὁ Θεὸς ἐλεήσει σε τοῦ ἀκοῦσαι καὶ φυλάξαι ἐν Χριστῷ. Ἀμήν.

Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα αἴτησις εὐχῆς τοῦ μὴ ἀποχωρισθῆναι τῆς σκέπης αὐτοῦ, μηδὲ ἐν τῷ μέλλοντι αἰῶνι. Ἀπόκρισις· Εἰ ἐνόεις τέκνον τὰς πρὸς σὲ παρ’ ἐμοῦ τηρήσεις, μαθεῖν εἶχες ὅτι ἀραβῶνά σοι δέδωκα εἰς σωτηρίαν τῆς ψυχῆς σου. Καὶ μὴ εἴη μοι παραλογίσασθαι μήτε χωρίσαι σε τῶν σῳζομένων γνησίων μου τέκνων καὶ τῆς τοῦ Θεοῦ σκέπης. Ἀλλὰ καὶ σὺ σπούδασον μὴ ἀποχωρισθῆναι τῆς τοιαύτης ζωῆς. Ὁ γὰρ Ἀπόστολος οὐκ ἀπεχώρισέ τινα, ἀλλ’ εἶπεν· «Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω.» Μὴ γένοιτο δὲ ἵνα καὶ εἰς σὲ πληρωθῇ τοῦτο. Ἀλλ’ ἐρρέθη σοι πρὸς ἀσφάλειαν τοῦ προσέχειν ἑαυτῷ σπουδάζοντι τοῦ μὴ ἐκπεσεῖν ἐκ τῆς προσδοκίας ταύτης καὶ ἐλπίδος.

Ἐνδυναμώθητι οὖν ἐν Κυρίῳ, τῷ εἰπόντι τοῖς ἑαυτοῦ μαθηταῖς λαβεῖν δύναμιν ἐξ ὕψους. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Ἐάν τις λογίζηται ἑαυτὸν ὑποκάτω πάσης κτίσεως, μὴ συμφωνῇ δὲ καὶ ἡ πρᾶξις, ἆρα τί ἐστι;

Ἀπόκρισις Ἰωάννου· Ὅσον οὐχ εὑρίσκεις τὴν πρᾶξιν ἰσολογοῦσαν τῷ συνειδότι, οὐδὲ ἐκείνη ἀληθινή ἐστιν, ἀλλὰ χλεύασμα δαιμόνων. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Οὐχ ὅτι Πάτερ, ἔχω ἐμαυτὸν ὅτι εἰμὶ ὑποκάτω πάσης κτίσεως, ἀλλ’ ὅταν ἐρευνῶ τὴν συνείδησιν, εὑρίσκω ἑαυτὸν ὑπεύθυνον τοῦ ὀφείλειν εἶναι ὑποκάτω πάσης κτίσεως. Ἆρα οὖν καὶ τοῦτο χλεύη δαιμόνων ἐστίν;

Ἀπόκρισις· Ἄρτι ἀδελφέ, μικρὸν ἔβαλες ὀρθοποδεῖν, αὕτη γάρ ἐστιν ἡ ἀλήθεια. Ὁ Θεὸς δὲ ἐνέγκῃ σε εἰς τὸ μέτρον ἐκεῖνο τὸ ἔχειν ἑαυτὸν ὑποκάτω πάσης κτίσεως. Ἔρρωσο ἐν Κυρίῳ. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ποία ὁδὸς σῴζει, ἡ διὰ τῶν κόπων ἢ ἡ διὰ τῆς ταπεινώσεως; Καὶ περὶ λήθης;

Ἀπόκρισις Ἰωάννου· Ὁ κόπος ὁ ἀληθινός, ἀδελφέ, οὐκ ἔστιν ἄνευ ταπεινώσεως. Ὁ γὰρ καθ’ ἑαυτὸν κόπος εἰς μάτην ἐστίν. Φησὶ γάρ· «Ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.» Ὁ οὖν ἔχων ταῦτα, διὰ τάχους φθάνει. Καὶ ὁ ἔχων ταπείνωσιν μετ’ ἐξουδενώσεως, καὶ αὐτὸς τὸ ὅμοιον ἔχει, ἡ ἐξουδένωσις γὰρ τὸν τόπον ἐπέχει τοῦ κόπου. Ὁ δὲ ἔχων τὴν ταπείνωσιν καθ’ ἑαυτὴν μόνην, εἰσέρχεται μέν, βραδυτέρως δέ. Εἴ τις δὲ θελήσει κρατῆσαι τὴν ἀληθινὴν ταπείνωσιν, μὴ ψηφίσῃ ἑαυτὸν ἔν τινι πράγματι, αὕτη γάρ ἐστι ἡ ἀληθινὴ ταπείνωσις.

Ὁ δεχόμενος τὸ πῦρ ὃ ἦλθε βαλεῖν ὁ Κύριος ἐπὶ τὴν γῆν, λήθην καὶ αἰχμαλωσίαν οὐκ οἶδεν, ἔχων πάντοτε τὴν αἴσθησιν τοῦ πυρός. Ἀπὸ δὲ τοῦ αἰσθητοῦ πυρὸς λαβὲ τὸ ὑπόδειγμα· Ἐὰν γὰρ ῥέγχῃ ἄνθρωπος εἰς τὸ ἀποθανεῖν καὶ προσεγγίσῃ αὐτῷ πῦρ, εὐθέως αἰσθάνεται ἀπὸ τοῦ πόνου. Καὶ εἰς οἱονδήποτε πρᾶγμα ἐὰν αἰχμαλωτισθῇ ἄνθρωπος, πέσῃ δὲ ἐπ’ αὐτὸν ἄνθραξ πυρός, οὐδὲ θίξιν μένει ἐν τῇ αἰχμαλωσίᾳ. Τὸ πῦρ ἀδελφέ, οὐ σβέννυται ἐπεὶ οὐδὲ πῦρ ἐστι. Λοιπὸν εἰ ἀπαλλαγῆναι θέλεις τῆς λήθης καὶ τῆς αἰχμαλωσίας, ἄλλως οὐ δύνασαι ἐὰν μὴ κτήσῃ ἑαυτῷ τὸ πνευματικὸν πῦρ. Ἀπὸ γὰρ τῆς τούτου θερμότητος, ἐκεῖνα ἀναλίσκονται. Κτᾶται δέ τις τοῦτο τὸ πῦρ τῷ κατὰ Θεὸν πόθῳ. Ἀδελφέ, ἐὰν μὴ εἰς πάντα πονέσῃ ἡ καρδία σου ζητῆσαι τὸν Κύριον, προκόψαι οὐ δύνασαι. Ἐὰν γὰρ σχολάσῃς ἐν τούτοις, ἔρχῃ εἰς ταῦτα.

Φησὶ γάρ· «Σχολάσατε» καὶ τὰ ἑξῆς. Δώῃ σοι Κύριος τοῦ συνιέναι ταῦτα καὶ πονεῖν ἐν αὐτοῖς. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Τί ἐστι Πάτερ, ταπείνωσις; Καὶ τί ἐστιν ἐξουδένωσις; Καὶ τί ἐστι συντριβὴ καρδίας; Καὶ εἰ κτᾶταί τις ταπείνωσιν αὐτὸς ἑαυτὸν ἐξουδενῶν ἐν τῇ καρδίᾳ; Ἢ χρεία καὶ τῶν ἔξωθεν ἀπὸ τῶν ἀνθρώπων ὀνειδισμῶν καὶ ὕβρεων; Καὶ εἰ δεῖ τὸν ταπεινόφρονα ταπεινολογεῖν καὶ πράγματα ἐπιτηδεύειν ταπεινά;

Ἀπόκρισις· Ταπείνωσίς ἐστι τὸ ἀψήφιστον ἐν παντὶ πράγματι καὶ τὸ κόψαι ἐν πᾶσι τὸ ἴδιον θέλημα καὶ τὸ φέρειν ἀταράχως τὰ ἔξωθεν ἐπερχόμενα. Αὕτη ἐστὶν ἡ ἀληθινὴ ταπείνωσις, εἰς ἣν οὐχ εὑρίσκει χώραν ἡ κενοδοξία. Οὐ χρὴ τὸν ταπεινόφρονα ἐπιτηδεύειν τὸ ταπεινολογεῖν, ἀλλ’ ἀρκεῖ λέγειν· Συγχώρησόν μοι καὶ εὖξαι ὑπὲρ ἐμοῦ. Οὐδὲ προστρέχειν πράγμασι ταπεινοῖς ἀφ’ ἑαυτοῦ. Ἀμφότερα γὰρ κενοδοξίαν ποιεῖ καὶ οὐκ ἐᾷ προκόψαι τινά. Ἀλλὰ τὸ κελευσθῆναι καὶ μὴ ἀντιλέξαι, τοῦτο φέρει εἰς προκοπήν.

Ἐξουδενώσεις δέ εἰσι κατὰ δύο τρόπους, μία μὲν ἀπὸ τῆς καρδίας, ἑτέρα δὲ ἀπὸ τῶν ἔξωθεν ἐπιφερομένων ὀνειδισμῶν. Δύο, μείζων ἐστὶν ἡ ἀπὸ τῶν ἔξωθεν ἐπιφερομένη, οὐ γὰρ πάνυ ἔχει κόπον ἡ ἀπὸ τῆς καρδίας ὡς ἡ ἀπὸ τῶν ἀνθρώπων, ἐπειδὴ πόνον μείζονα ποιεῖ ἐν τῇ καρδίᾳ. Τὸ δὲ τηρῆσαι τὴν ἑαυτοῦ καρδίαν, συντριβὴ καρδίας ἐστίν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐάν τις ἐπαινῆται παρά τινος, οὐκ ὀφείλει ἀποκρίνεσθαι ὡς μετριοφρονῶν; Ἀπόκρισις· Τὸ σιωπᾶν μᾶλλον ὠφελεῖ. Ἐὰν γὰρ ἀποκρίνηται, ὡς καταδεχόμενος τὸν ἔπαινον εὑρίσκεται, καὶ τοῦτο κενοδοξία ἐστίν. Ὁμοίως κἀκεῖνο ὅπερ δοκεῖ μετριάζειν ἐν τῇ ἀποκρίσει, κενοδοξία ἐστίν. Ταῦτα γὰρ ἅπερ αὐτὸς δοκεῖ λέγειν περὶ ἑαυτοῦ, ἐὰν παρ’ ἄλλου ἀκούσῃ, οὐ δύναται βαστάξαι.