Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Συγκέντρωση στην προσευχή, διακονία στο νοσοκομείο και όρια της πνευματικής αγάπης

Αποκρίσεις σχετικά με την προσοχή του νου κατά τις συνάξεις, τη χρήση ιατρικών βιβλίων, τον πνευματικό έλεγχο των αδελφών και την αποφυγή της ανάρμοστης οικειότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 8 από 22

Ἐρώτησις· Ὅτε κλείω τοὺς ὀφθαλμούς μου ἐν ταῖς συνάξεσι, συνάγονται οἱ λογισμοί, ἆρα καλόν ἐστιν; Ἢ μή τι δοκῶ ξένον ποιεῖν παρὰ τοὺς συμπαρισταμένους ἀδελφοὺς καὶ σκανδαλίζονται; Ἀπόκρισις Ἰωάννου· Ἐὰν ὅλως ἐν τῷ κλείειν τοὺς ὀφθαλμούς σου ἐν ταῖς συνάξεσι συνάγωνται οἱ λογισμοί σου διὰ τὸν Θεόν, μὴ ψηφίσῃς τινάς, κἂν ὡς εἶπας δόξῃς ποιεῖν τι ξένον παρὰ τοὺς συμπαρισταμένους σοι ἀδελφούς.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐπειδὴ βιβλία ἔχω ἰδικά, καὶ ὁ λογισμὸς λέγει μοι δοῦναι αὐτὰ τῷ κοινοβίῳ καὶ ἀμεριμνῆσαι, ὁπότε κοινά ἐστι τὰ τοῦ κοινοβίου καὶ ἑκάστῳ δίδοται ἐν αὐτοῖς ἀναγινώσκειν.

Ὁμοίως δὲ καὶ περὶ τῶν ἱματίων τὸ αὐτὸ λογίζομαι. Εἰπέ μοι Πάτερ εἰ οὕτως δεῖ ποιῆσαι καὶ τίνα ὀφείλω κρατῆσαι ἱμάτια διὰ τὴν τοῦ σώματος ἀσθένειαν. Ἀπόκρισις Ἰωάννου· Εἰ ἀποκτήσασθαι αὐτὰ θέλεις, καλόν ἐστιν οὕτω ποιῆσαι ὡς εἶπας δοῦναι αὐτὰ ἐν τῷ κοινοβίῳ. Ὅλα γὰρ τὰ τοῦ κοινοβίου τοῦ Θεοῦ ἐστιν. Περὶ δὲ ὧν χρῄζεις ἱματίων, ἔχε εἰς λόγον τοῦ χειμῶνος δύο κολόβια στερεὰ καὶ ἓν λεβητωνάριον, καὶ εἰς τὸ θέρος δύο κολόβια ἐλαφρὰ καὶ ἓν λεβητωνάριον. Καὶ πάλιν τῷ χειμῶνι θωράκιον ὅταν γίνηται πάνυ ψύχρα, ἐὰν δὲ οὐ γίνηται, τὸ κουκούλλιον καὶ μανδύα δύο, ἓν χειμερινὸν καὶ ἓν θερινόν, καὶ δύο σκεπάσματα ὁμοίως, ἓν βαρὺ καὶ ἓν ἐλαφρόν. Ἔχε καὶ τὸ τρίχινον καὶ τὸ προσκεφαλάδιον, χρῄζεις γὰρ αὐτῶν.

Περὶ δὲ τοῦ λανάτου, ἐὰν δέῃ αὐτοῦ, κράτει αὐτό. Καὶ ἐὰν ἔλθῃ σοι ἱμάτιον καὶ βλέπῃς ὅτι χρῄζεις αὐτοῦ, κράτει αὐτὸ καὶ δὸς ἀντ’ αὐτοῦ τὸ παλαιὸν τῷ ἀββᾷ. Ἐὰν δὲ οὐ χρῄζῃς τοῦ ἐρχομένου, ὡσαύτως δὸς αὐτὸ τῷ ἀββᾷ.

Ὁ Κύριος ἐνδυναμώσει σε τοῦ ἀκοῦσαι καὶ ποιῆσαι. Αὕτη ἐστὶν ἡ κατὰ Θεὸν προκοπὴ καὶ διόρθωσις. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα· Ἐπειδὴ εἰς τὴν διακονίαν ταύτην τοῦ νοσοκομείου ἐδοκιμάσατέ με εἶναι, δήλωσόν μοι Πάτερ, εἰ ὀφείλω ἀναγινώσκειν ἰατρικά τινα καὶ ἐπιτηδεύειν αὐτὰ δι’ ἐμαυτοῦ ἢ μᾶλλον ἀμεριμνήσω ἀπὸ τῶν τοιούτων, ὡς περισπώντων τὸν νοῦν καὶ ἐκφύγω αὐτά, μήπως καὶ ὡς μὴ νήφοντί μοι κενοδοξίαν γεννήσωσιν.

Ἀρκούμενος οἷς οἶδα λόγοις καὶ ποιῶν ὅσα δι’ ἐλαίου καὶ πυρίων καὶ ἐπιχρισμάτων καὶ τῶν τοιούτων ἁπλῶς εἰς ἃ καὶ οἱ μὴ ἀναγινώσκοντες ἐπιχειροῦσι. Τί οὖν ποιήσω; Τρέμει γάρ μου ἡ καρδία εἰς τὴν διακονίαν ταύτην, μήπως ἁμαρτήσω ἐν αὐτῇ καὶ πρὸς τοῖς πάθεσι καὶ ἀλλοτρίας ἁμαρτίας πορίσωμαι.

Ἀπόκρισις τοῦ μεγάλου Γέροντος· Ἐπειδὴ οὔπω ἤλθομεν εἰς τελειότητα, ἵνα τελείως ἀπαλλαγῶμεν τῆς αἰχμαλωσίας τῶν παθῶν, συμφέρει μᾶλλον ἀδολεσχεῖν εἰς τὰ ἰατρικὰ ἢ γὰρ εἰς τὰ πάθη. Ἀλλ’ οὐκ ὀφείλομεν ἔχειν εἰς αὐτὰ τὴν ἐλπίδα, ἀλλ’ εἰς τὸν θανατοῦντα καὶ ζωοποιοῦντα Θεόν, τὸν λέγοντα· «Πατάσσω, κἀγὼ ἰάσομαι.» Ἀναγινώσκων οὖν αὐτὰ ἢ καὶ ἐρωτῶν τινας περὶ αὐτῶν, μὴ ἐπιλάθῃ ὅτι ἄνευ Θεοῦ ἴασις οὐ γίνεταί τινι. Ὁ ἐπιβαλὼν οὖν ἑαυτόν, ὀνόματι τοῦ Θεοῦ ἐπιβαλεῖν ὀφείλει καὶ βοηθεῖ αὐτῷ. Ἡ ἰατρικὴ τέχνη οὐ κωλύει τινὰ θεοσεβεῖν, ἀλλ’ ἔχε αὐτὴν ὡς τὰ ἐργόχειρα τῶν ἀδελφῶν. Μετὰ φόβου Θεοῦ ποίει ὃ ποιεῖς, καὶ φυλάττῃ εὐχαῖς ἁγίων. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Ἐπειδὴ ἄλλοτέ μοι εἶπας, ὅτι καὶ ἐν τούτῳ κόπτει τις τὸ ἴδιον θέλημα, ἐν τῷ μὴ φιλονεικῆσαι στῆσαι τὸν λόγον. Τί οὖν Πάτερ ὅτι προσφέρω πρᾶγμα ἀρρώστῳ ὡς ὠφέλιμον καὶ πολλάκις βλάπτει αὐτὸν καὶ θλίβομαι, ὡς θέλημα ἐν τούτῳ στήσας; Καὶ πάλιν βλέπω ὅτι ὅλην τὴν ἡμέραν ἐν τῷ περισπασμῷ εἰμι καὶ οὐ συγχωροῦμαι σχεδὸν μνημονεῦσαι τοῦ Θεοῦ. Καὶ πάλιν ὀχλοῦμαι ὑπὸ τῆς γαστριμαργίας. Εἰπὲ οὖν μοι τί ποιήσω, πιστεύω γὰρ ὅτι ἔνθεν μοί ἐστιν ἡ σωτηρία.

Ἀπόκρισις Βαρσανουφίου· Ἐὰν νομίζων ὅτι τὸ πρᾶγμα τοῦτο συμβάλλεται τοῖς ἀσθενοῦσιν, ἱστὰς τὸν σὸν λόγον καὶ συμβῇ ἐκ τούτου βλάβη αὐτοῖς, ὁ Θεὸς προσέχων τῇ καρδίᾳ σου οὐ κατακρίνει σε, οἶδε γὰρ ὅτι θέλων ὠφελῆσαι ἔβλαψας.

Ἐὰν δέ τις ἔμπειρος εἴπῃ σοι καὶ καταφρονήσῃς ἀκοῦσαι αὐτοῦ, ὑπερηφανία ἐστὶ καὶ θέλημα. Πολλοὶ ἀεὶ ἀκούουσι περὶ πόλεως, καὶ συμβαίνει εἰσελθεῖν εἰς αὐτὴν μὴ γινώσκοντας ὅτι αὕτη ἐστίν. Ἀδελφέ, ὅλην τὴν ἡμέραν εἰς τὴν μνήμην εἶ τοῦ Θεοῦ καὶ οὐ γινώσκεις; Τὸ γὰρ ἔχειν ἐντολὴν καὶ σχολάσαι αὐτὴν τοῦ φυλάξαι, καὶ ὑποταγή ἐστι καὶ μνήμη Θεοῦ. Καὶ καλῶς εἶπέ σοι ὁ ἀδελφὸς Ἰωάννης· Ἔκβαλε πρῶτον τὰ φύλλα καὶ κελεύσει Θεοῦ ἐκβαλεῖς καὶ καρπούς. Μὴ εἰδὼς οὖν τὸ συμφέρον, ἐξακολούθησον τοῖς εἰδόσι. Καὶ αὕτη ἐστὶν ἡ ταπείνωσις, καὶ εὑρίσκεις τοῦ Θεοῦ τὴν χάριν. Καὶ καθὼς εἶπας ὅτι Ἔνθεν μοι ἡ σωτηρία, καλῶς εἶπας τοῦτο. Οὐκ ἦν γὰρ ἄνευ τοῦ Θεοῦ ἡ ἔλευσίς σου, ἀλλ’ ὁ Θεὸς ὡδήγησέ σε.

Ἐνδυναμώθητι ἐν Κυρίῳ, οὐ γὰρ μικρὸν κέρδος καρποῦσαι ἐκ τοῦ περισπασμοῦ οὗ λέγεις. Καὶ πρὸς τὴν γαστριμαργίαν πύκτευσον κατὰ τὸ δυνατὸν καὶ βοηθεῖ σοι ὁ Κύριος τοῦ συνιέναι καὶ ποιῆσαι τὸ συμφέρον σοι. «Ἀνδρίζου καὶ ἴσχυε» ἐν Κυρίῳ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Ἐπειδὴ εἶπάς μοι ὅτι τὸ ἔχειν ἐντολὴν καὶ σχολάζειν ἐν αὐτῇ καὶ ὑποταγή ἐστι καὶ μνήμη Θεοῦ, παρακαλῶ καὶ τοῦτο μαθεῖν εἰ δυνατὸν ἐν τῷ τοιούτῳ περισπασμῷ ὢν τῆς κατὰ Θεὸν διακονίας καὶ μεταξὺ ἀνθρώπων, ἔχειν αὐτὴν τὴν μνήμην τοῦ Θεοῦ ἀδιάλειπτον. Καὶ εἰ δυνατόν ἐστι, αἴτησόν με Πάτερ εἴ τι συμφέρει μοι, πάντα γάρ σοι καὶ τῷ Θεῷ δυνατά.

Ἀπόκρισις Βαρσανουφίου· Περὶ τῆς ἀδιαλείπτου μνήμης κατὰ τὸ ἑαυτοῦ μέτρον ἕκαστος δύναται. Σὺ μόνον ταπεινώθητι, ἐγὼ γὰρ περισσότερόν σου οἶδα τί συμφέρει σοι, καὶ αὐτὸ αἰτῶ σοι παρὰ τοῦ Θεοῦ, ᾧ πάντα δυνατά.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Πάλιν προσπίπτω σοι Πάτερ εὔσπλαγχνε, καὶ οὐ παύσομαι ὀχλῶν ἕως οὗ ἐνδυναμώσῃς με. Ὅταν γὰρ διὰ τῶν εὐχῶν ὑμῶν δώῃ μοι ὁ Θεὸς μικρὸν λύπην ἐπὶ τοῖς σφάλμασί μου, ἐγὼ κατὰ μικρὸν διὰ τοῦ ἔξωθεν μετεωρισμοῦ ἀπόλλω αὐτήν. Δέομαι οὖν σου Πάτερ, καὶ αὐτὸ τοῦτο ἀσφάλισαί μοι, ἵνα ᾖ ὅλον τὸ ἔλεος τοῦ Θεοῦ καὶ ὑμῶν καὶ μὴ ἐξ ἐμοῦ τίποτε. Οὐδὲν γὰρ ἰσχύω ὅλως, εἰ μὴ ἐνδυναμωθῶ διὰ τῶν εὐχῶν ὑμῶν. Καὶ περὶ τῆς διοικήσεως τοῦ νοσοκομείου φοβοῦμαι Πάτερ, ὅτι ὡς αὐθεντία ἐστί, μήπως συνεργῇ μοι πρὸς κενοδοξίαν καὶ παρρησίαν. Καὶ τὸ μεταχειρίσασθαι συνεχῶς ὕλας βρωμάτων εἰς τὴν γαστριμαργίαν εἰκὸς βαρύνειν με. Ἐὰν οὖν δοκιμάζητε διὰ ταπεινοτέρου πράγματος προβιβασθῶ καὶ ἐὰν ἐλαφρωθῶ μικρόν, πάλιν βάλλομαι εἰς τὴν διακονίαν. Οἶδας Πάτερ ὅτι οὐκ ἀκηδιάσας ἀπὸ τοῦ πράγματος ταῦτα δηλῶ. Τί γὰρ ποιῶ ὁ ταλαίπωρος; Ἀλλὰ φοβοῦμαι Πάτερ, μήπως κάθημαι παροξύνων τὰ πάθη μου ταῦτα, εἴτε ἐξ ἐμαυτοῦ, εἴτε ἐκ τῶν δαιμόνων νομίζω. Οὐκ οἶδα, σὺ δὲ Πάτερ, τὸ θέλημα τοῦ Θεοῦ δήλωσόν μοι, καὶ ἐκ τῶν θορυβούντων με λογισμῶν ἐξάγαγε καὶ ἐνδυνάμωσόν με ταῖς εὐχαῖς σου τοῦ ποιῆσαι ὃ λέγεις καὶ συγχώρησόν μοι.

Ἀπόκρισις Βαρσανουφίου· Ἄκουσον ἀδελφὲ καὶ πληροφορήθητι ἐν Κυρίῳ, ὅτι ὁπότε ἐπετρέψαμέν σοι εἰσελθεῖν εἰς τὸ πρᾶγμα τοῦτο, ἡ χεὶρ ἡμῶν καὶ ἡ καρδία μετὰ σοῦ ἐστι, μᾶλλον δὲ ἡ χεὶρ τοῦ Θεοῦ, τοῦ παρακαλουμένου παρ’ ἡμῶν διὰ τῆς εὐχῆς ὑπὲρ τῆς σωτηρίας τῆς ψυχῆς σου καὶ τῆς ἐνδυναμώσεως τῆς εἰς τὸ πρᾶγμα καὶ τῆς εὐδοκιμήσεως καὶ τῆς σκέπης τῆς ἐν αὐτῷ. Καὶ οὐκ ἔνι σε ἄλλως σωθῆναι ἢ οὕτως. Λοιπὸν μὴ ἀκηδιάσῃς· Πίπτων ἐγειρόμενος, σφαλλόμενος μεμφόμενος ἑαυτὸν ἕως ἂν ποιήσῃ Κύριος μετὰ σοῦ τὸ ἔλεος ὃ θέλεις. Μόνον μὴ ἀμελήσῃς. Θάρσει δὲ ὅτι ὁ καταστήσας σε Κύριος εἰς τὸ ἔργον τοῦτο, αὐτὸς οἰκονομήσει. Καὶ ἡμεῖς βαστάζομεν μετὰ σοῦ τὴν φροντίδα.

Μὴ οὖν διὰ δικαιωμάτων πλανήσῃ σε ὁ διάβολος. Φησὶ γάρ· «Διὰ χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.» Ὁ καθιστῶν σε εἰς τὸ πρᾶγμα τοῦτο, αὐτός ἐστι τὸ πᾶν ὁ εἰπὼν τοῖς μαθηταῖς αὑτοῦ· «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς», καὶ πάλιν· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι.» Μὴ φοβοῦ καὶ μηδὲν μελετήσῃς ἀφ’ ἑαυτοῦ περὶ τοῦ νοσοκομείου, ἀκηδιῶν ἀπὸ τῆς φροντίδος τῆς αὐθεντίας. Ἐὰν γὰρ ἐννοήσῃς τὰ γραφέντα σοι, πρᾶγμα οὐκ ἔχεις. Μόνον προσέχειν σεαυτῷ ὀφείλεις κατὰ τὴν δύναμίν σου καὶ ὁ Θεὸς συναντιλαμβάνεταί σου. Ἔρρωσο ἐν Κυρίῳ, ἐνδυναμούμενος ἐν αὐτῷ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Ἐὰν σφαλῶσιν οἱ μετ’ ἐμοῦ ἀδελφοί, πῶς ἄνευ ταραχῆς διορθώσομαι αὐτούς; Ἀπόκρισις Ἰωάννου· Ἐὰν προτυπώσῃς τὸ θέλημα τοῦ Θεοῦ ἐν τῇ καρδίᾳ σου, οὐ ταράττῃ, ἀλλ’ ἕξιν ποιεῖς ὡς οἱ Πατέρες. Ἐὰν δὲ μὴ προσέχῃς καὶ συναρπαγῇς ὡς ἄνθρωπος, εἰπὲ τῷ Θεῷ μετανοῶν· Συγχώρησόν μοι Δέσποτα, καὶ ἐλέησόν με, καὶ εἰπὲ τοῖς μετὰ σοῦ· Βλέπετε ἀδελφοὶ ὅτι ἐκ τούτου κατακρινόμεθα καὶ ἀπόλλομεν τὰς ψυχὰς ἡμῶν.

Καὶ μὴ κράζῃς πάνυ, ἀλλ’ ἱκανῶς εἰς ἀκοὴν ὠτίου. Καὶ ἐὰν συντρίβῃς ἐν τούτοις, ἔρχεται ἡ κατὰ Θεὸν κατάστασις. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Παρακαλῶ σε Πάτερ, εἰπέ μοι πῶς ὀφείλει εἶναι ὁ τρόπος τῆς διορθώσεως καὶ πότε χρὴ μωροποιεῖν ἢ γοῦν ὡς μωρὸν ποιεῖν ἑαυτὸν καὶ παρορᾶν τὸ γινόμενον; Καὶ ἐὰν ἡττηθῶ ἐν τῷ πράγματι, εἰ ὀφείλω ἐν αὐτῷ δεσμὸν ὁρίσαι.

Ἀπόκρισις Ἰωάννου· Πρὸς τοὺς ἀνθρώπους ἀεὶ ποίει. Ἐὰν ἴδῃς ὅτι συνετός ἐστι καὶ δέχεται, διὰ νουθεσίας λέγε αὐτῷ· Ἀδελφέ, ἐὰν ἀμελῶς ποιῶμεν τὸ ἔργον τοῦ Θεοῦ, ἀπώλειά ἐστι ψυχῆς. Ἄρτι καλῶς ἐγένετο τοῦτο; Σπούδασον ἀπὸ τοῦ νῦν. Ἐὰν δὲ ᾖ ἀσύνετος, εἰπὲ αὐτῷ ὅτι Πίστευσον ἀδελφὲ ὅτι χρείαν ἔχεις παιδευθῆναι, καὶ οὕτως ἀμελεῖς. Ἐὰν εἴπω τῷ ἀββᾷ καλῶς σε παιδεύει. Περὶ δὲ τοῦ μωροποιεῖν, πρὸς τὸ σφάλμα ποίει. Ἐὰν μικρὸν ᾖ, μωροποίησον, εἰ δὲ μέγα, μὴ μωροποιήσῃς. Μὴ βάλῃς δεσμὸν κατὰ σοῦ περὶ τῆς ἥττης, μηδὲ καταφρονήσῃς. Ὅταν ἔρχῃ εἰς αὐτήν, παρακάλεσαι δὲ τὸν Θεὸν συγχωρῆσαί σοι, ἐπεὶ ἀμέλεια γίνεται.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν δὲ σφαλέντος τῶν ἀδελφῶν τινος ἢ αὐτῶν τῶν ἀρρώστων θέλων διορθώσασθαι αὐτόν, μετὰ ταραχῆς εἴπω τὸν λόγον, ἆρα ὀφείλω βαλεῖν αὐτῷ μετάνοιαν; Ἐὰν δὲ καὶ ὀργισθεὶς ἀπέλθῃ τοῦ νοσοκομείου, τί ποιήσω; Καθόλου δὲ ἐπὶ ποίοις ἁμαρτήμασι δεῖ βάλλειν μετάνοιαν; Ὅτι ἡ ὑπερηφανία καὶ τὸ δικαίωμα σκοτίζουσι τὸν νοῦν. Ἐὰν δὲ καὶ βάλῃ τις, ἡ κενοδοξία πάλιν ἀκολουθεῖ.

Ἀπόκρισις Ἰωάννου· Μετὰ ταραχῆς μηδὲν λαλήσῃς, τὸ κακὸν γὰρ καλὸν οὐ γεννᾷ. Ἀλλὰ μακροθύμησον, ἕως οὗ παύσηται ὁ λογισμός, καὶ τότε λαλεῖς εἰρηνικῶς. Κἂν μὲν πεισθῇ, ἰδοὺ καλῶς. Εἰ δὲ μή, λέγεις αὐτῷ· Εἰ θέλεις, λέγω τῷ ἀββᾷ καὶ εἴ τι δοκιμάζει ποιοῦμεν, καὶ οὕτως ἀναπαύῃ. Ἐὰν δὲ ὀργισθεὶς ἀπέλθῃ, εἰπὲ τῷ ἀββᾷ καὶ ἐπιτιμᾷ αὐτῷ. Μὴ βάλῃς δὲ αὐτῷ μετάνοιαν, ἐπεὶ παρέχεις αὐτῷ ὑποψίαν ὅτι ἀληθῶς ἁμαρτία ἐστί, καὶ πολεμεῖ σε πλέον. Ἐπὶ δὲ τῶν ἄλλων ἀνθρώπων, πρὸς ὃ βλέπεις τὴν ἁμαρτίαν, ποίησον μετὰ σπουδῆς. Ἐὰν ᾖ μέγα τὸ σφάλμα, μετάνοιαν βάλε, ἐὰν δὲ μικρόν, εἰπὲ αὐτῷ στόματι καὶ τῆς καρδίας τῇ μετανοίᾳ· Συγχώρησόν μοι ἀδελφέ. Φυλάττου δὲ τὴν ὑπερηφανίαν καὶ τὸ δικαίωμα, κωλύουσι γὰρ τὴν μετάνοιαν.

Ἔστι δὲ καὶ ἀπὸ κενοδοξίας βαλεῖν. Καταφρονῶν οὖν τῶν τριῶν τούτων βάλε ὅπου χρὴ μετὰ ταπεινώσεως, καὶ φόβου Θεοῦ καὶ διακρίσεως. Καὶ εἰς ταῦτα ποίει σου τὴν δύναμιν, καὶ ὁ Θεὸς βοηθεῖ σοι εὐχαῖς ἁγίων. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν ἐν τῷ καιρῷ τῆς ὑπηρεσίας τῶν ἀρρώστων φθάσῃ ἡ ὥρα τῆς ψαλμῳδίας ἢ τῆς ἁγίας προσκομιδῆς, ἢ ἄλλη χρεία, καὶ οἴδασιν οἱ μετ’ ἐμὲ ἀδελφοὶ τοῦ δοῦναι ἑκάστῳ, κελεύεις ἵνα ἀπέλθω, ἢ βάρος μοί ἐστι; Ἐὰν δὲ καὶ ἐν τῷ κελλίῳ θέλω καθίσαι, ὅτε οὐκ ἔστι μοι χρεία ἐν τῷ νοσοκομείῳ, ἐπιτρέπεις τοῦτο Πάτερ, ἢ οὔ;

Ἀπόκρισις Ἰωάννου· Ἐὰν οἱ ἀδελφοὶ οἴδασιν, οὐκ ἔστι σοι βάρος τὸ ἀπελθεῖν οὔτε δὲ τὸ καθίσαι εἰς τὸ κελλίον σου, μόνον ἐπισκέπτου τοὺς ἀρρώστους. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν δῶ τινί ποτε κατὰ τὴν χρείαν αὐτοῦ, καὶ ὁρῶ ὅτι ἡ σκνιφεία ὀχλεῖ μοι, ὥστε μὴ δύνασθαι δοῦναι μικρὸν περισσόν, ἢ μόνον σπουδάσαι μὴ δοῦναι ἔλαττον τῆς χρείας, ἐὰν δὲ καὶ κατ’ αἰσχύνην ὡς ἀπὸ ἀνθρωπαρεσκείας ἢ κενοδοξίας, θέλει ὁ λογισμὸς δοῦναι περισσόν, ἆρα διὰ τὸ πάθος δώσω παρὰ μικρόν, ἢ τὴν χρείαν διὰ τὴν ἐντολήν;

Ἀπόκρισις Ἰωάννου· Ἐὰν θλίβῃ σε ἡ σκνιφεία δοῦναι τὴν χρείαν τῷ πλησίον, πρὸς τὸ πρᾶγμα ποίησον. Ἐὰν ἔχῃς πολύ, δὸς ὀλίγον περισσόν. Ἐὰν δὲ ὀλίγον, τὴν χρείαν δὸς μετὰ ἀκριβείας. Ἐὰν δὲ κατὰ κενοδοξίαν ἢ ἀνθρωπαρέσκειαν θέλῃς δοῦναι, μὴ δώσῃς ὑπέρ, ἀλλὰ τὴν χρείαν ὡσαύτως μετὰ ἀκριβείας.

Ὁ Θεὸς συνετίσει τὴν καρδίαν σου ἀδελφέ. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν ἐμπέσῃ μοι σκεῦος, καὶ χρῄζω αὐτοῦ εἰς τὸ νοσοκομεῖον καὶ βλέπω ὅτι ἔχω προσπάθειαν εἰς αὐτό, ἆρα μὴ πάθος μοί ἐστιν ἐὰν λάβω αὐτό;

Ἀπόκρισις Ἰωάννου· Ἐὰν χρῄζῃς τοῦ σκεύους καὶ πολεμῇ σε ὁ λογισμὸς εἰς αὐτό, εἰπὲ τῷ λογισμῷ· Χρεία ἐστὶν αὐτοῦ καὶ διὰ τί κατ’ ἐπιθυμίαν; Καὶ ἐὰν παύσηται ἀπὸ σοῦ τὸ πάθος, λαβὲ αὐτό. Εἰ δὲ μή, ἐὰν ᾖ δυνατὸν γενέσθαι τὴν χρείαν δι’ ἄλλου σκεύους, ποίησον καὶ καταπόνησον τὸ πάθος.

Εἰ δὲ οὐκ ἐνδέχεται, λαβὲ τὸ σκεῦος, μεμφόμενος σεαυτὸν καὶ λέγων· Εἰ μὴ διὰ τὴν χρείαν, οὐκ εἶχον αὐτὸ λαβεῖν, διότι ἡττήθην τῇ ἐπιθυμίᾳ. Ἐρώτησις τοῦ αὐτοῦ· Τίς ποτε ἐχαρίσατό μοι ἱμάτιον, κἀγὼ ὡς μετὰ χαρᾶς ἐδεξάμην μηδὲν ἀντειπών. Καὶ ἐρευνήσας ἐμαυτόν, εὗρον ὅτι οὐχ ὡς χρῄζων ἔλαβον, ἀλλὰ μᾶλλον κατὰ πλεονεξίαν. Καὶ λέγει μοι ὁ λογισμός μου·

Ἀπόστρεψον αὐτό. Τί οὖν κελεύεις ποιήσω; Ἀπόκρισις· Ἐπαινέσωμεν τὸν ἀπὸ ψυχῆς παρασχόντα καὶ ψέξωμεν τὸν ἀπὸ ψυχῆς λαβόντα, καὶ φορέσωμεν αὐτὸ μετὰ ταπεινώσεως, καταγινώσκοντες ἑαυτούς, καὶ τοῦ λοιποῦ φυλαξώμεθα ἀπὸ πλεονεξίας.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν οὖν συμβῇ τινα θέλειν παρασχεῖν μοι πρᾶγμα καὶ χρῄζω αὐτοῦ, βλέπω δὲ τὴν καρδίαν μου ὡς πρὸς πάθος θέλουσαν αὐτὸ δέξασθαι, τί ποιήσω; Λάβω διὰ τὴν χρείαν ἢ παραιτήσωμαι διὰ τὴν προσπάθειαν;

Ἀπόκρισις Ἰωάννου· Κατὰ τὴν τροφὴν ἔχε καὶ τοῦτο. Οἶδας ὅτι χρῄζομεν τῆς τροφῆς καθ’ ἑκάστην ἡμέραν καὶ κωλυόμεθα λαβεῖν αὐτὴν μετ’ ἡδονῆς. Ἀλλ’ ἐὰν εὐχαριστοῦντες τῷ δόντι αὐτὴν Θεῷ καὶ κατακρίνοντες ἑαυτοὺς ὡς ἀναξίους λάβωμεν, ὁ Θεὸς ποιεῖ αὐτὴν εἰς ἁγιασμὸν καὶ εὐλογίαν.

Ὥστε οὖν, ὅταν χρῄζῃς πράγματος καὶ κατευοδοῦται, εὐχαρίστησον τῷ κατευοδώσαντι Θεῷ, κατακρίνων ἑαυτὸν ὡς ἀνάξιον, καὶ ὠθεῖ ὁ Θεὸς ἀπὸ σοῦ τὴν προσπάθειαν· Αὐτῷ γὰρ πάντα δυνατά, ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἄλλος ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν Γέροντα· Ἐπειδὴ ἐντολή ἐστι τοῦ Κυρίου, τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν καὶ συγχαίρειν αὐτῷ καὶ συλλυπεῖσθαι ὡς ἰδίῳ μέλει, καὶ τὸ ἰδεῖν αὐτὸν ἐν πενίᾳ καὶ παριδεῖν, ποιεῖ τὴν ἀγάπην παραβῆναι, κἂν τὰ πρὸς μόνην τις ἔχῃ τὴν χρείαν, ὥστε μὴ δύνασθαι κἀκείνῳ ἐπαρκέσαι. Εἰπέ μοι Πάτερ, ἐν τίνι δείκνυται ἡ ἀγάπη;

Ἀπόκρισις Ἰωάννου· Ἡ πρὸς τὸν πλησίον ἀγάπη κατὰ πολλοὺς τρόπους φανεροῦται, οὐχὶ ἐν τῷ δοῦναί τι αὐτῷ μόνον. Οἷον ἄκουσον· Ἐὰν ἀπέλθῃς μετὰ τοῦ πλησίον πούποτε καὶ εὕρῃς τὸν λογισμόν σου θέλοντα τιμηθῆναι ὑπὲρ αὐτόν, καὶ οὐ χαίρεις μᾶλλον ἵνα τὰ ἴσα σου τιμηθῇ, ἐν τούτῳ οὐκ ἔχεις αὐτὸν ὡς ἑαυτόν. Ὁ γὰρ Ἀπόστολος εἶπε· «Τῇ τιμῇ ἀλλήλους προηγούμενοι.» Ἐὰν πρᾶγμα βρώσιμον ἔχῃς καὶ ἴδῃς τὸν λογισμόν σου θέλοντα κατὰ μόνας φαγεῖν αὐτὸ κατ’ ἐπιθυμίαν καὶ οὐ κατὰ χρείαν, ἐν τούτῳ οὐκ ἔχεις αὐτὸν ὡς ἑαυτόν. Ἔχων δὲ τὴν ἐπαρκοῦσάν σοι χρείαν μόνην, ἐὰν μὴ δώσῃς αὐτῷ ἀπ’ αὐτοῦ, οὐ παρὰ τοῦτο οὐκ ἔχεις αὐτὸν ὡς ἑαυτόν. Καὶ γὰρ ἐὰν θελήσωμεν τούτῳ τῷ τρόπῳ πληρῶσαι τὸν γραφικὸν λόγον, οὐ μὴ σταθῇ μεθ’ ἡμῶν. Καὶ γὰρ οὐκ ἐγράφη ἡμῖν περὶ ἑνὸς καὶ μόνου ἀνθρώπου, ἀλλὰ πᾶς ἄνθρωπος πλησίον ἀναγορεύεται. Πῶς οὖν δύνασαι εἰς πάντας ἀνθρώπους πληρῶσαι τοῦτο, μὴ ἔχων πᾶσι παρασχεῖν; Καὶ τὸ θέλειν πάλιν τὸν πλησίον ὡς ἑαυτόν, ἔστι καὶ τοῦτο· Ἐὰν ἐμπέσῃ ζημία καὶ ἴδῃς τὸν λογισμόν σου ἡδέως ἔχοντα ἐκεῖνον μᾶλλον ὑπὲρ σὲ ζημιωθῆναι, ἰδοὺ καὶ ἐν τούτῳ πάλιν οὐκ ἔχεις αὐτὸν ὡς ἑαυτόν.

Ἐὰν πάλιν ἴδῃς αὐτὸν ἐπαινούμενον καὶ μὴ συγχαρῇς αὐτῷ, ὅτι καὶ σὺ οὐ συνεπῃνέθης καὶ οὐ λέγεις μᾶλλον ὅτι Ὁ ἔπαινος τοῦ ἀδελφοῦ εἰς ἐμὲ συντείνει, μέλος γάρ μού ἐστιν, οὐδὲ ἐν τούτῳ ἐζήτησας αὐτὸν ὡς ἑαυτόν, καὶ ὅσα τοιαῦτα. Πάλιν τὸ ἔχειν τὸν πλησίον ὡς ἑαυτόν, τοῦτ’ ἔστιν· Ἐὰν ἤκουσας παρὰ τῶν Πατέρων τὴν ὁδὸν τοῦ Θεοῦ καὶ ἐρωτήσῃ σε ὁ ἀδελφός σου, μὴ κατὰ φθόνον κρατήσῃς τὴν ἐπιμέλειαν αὐτοῦ καὶ τὴν ὠφέλειαν, ἀλλ’ ὡς εἰδὼς ὅτι ἀδελφός σού ἐστιν, εἰπὲ ὃ ἤκουσας κατὰ φόβον Θεοῦ καὶ μὴ ἔχε ἑαυτὸν ὡς διδάσκαλον, οὐκ ὠφελεῖ γάρ σε τοῦτο.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἆρα καλόν ἐστι τὸ ἔχειν φιλίαν πρὸς τὸν συνηλικιώτην; Ἀπόκρισις· Τὸ μὴ πάνυ ἔχειν φιλίαν πρός τινα συνηλικιώτην, καλόν ἐστιν. Ἡ τοιαύτη γὰρ διάθεσις οὐκ ἀφίησιν ἐλθεῖν τὸ πένθος. Μηδὲ πρὸς ἄλλον τινὰ ἀφαιροῦντά σου τὸ πένθος ἔχε φιλίαν. Οὐ γὰρ ὠφελεῖ σε τοῦτο, ἀλλὰ μᾶλλον βλάπτει.

Οὐδεὶς γὰρ δύναται κτήσασθαί τι ἀγαθόν, εἰ μὴ ἐν πολλῷ κόπῳ. Παίδευσον οὖν τοὺς ὀφθαλμούς σου μὴ προσέχειν τινί, καὶ οὐ πληροῦσί σου τὴν καρδίαν τῆς δεινῆς παρρησίας, τῆς εἰς ἀπώλειαν φερούσης ὅλους τοὺς καρποὺς τοῦ μοναχοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἐὰν ἀκούσω περί τινος ὅτι ἐν πολέμῳ ἐστὶν ἢ ἐν ἀρρωστίᾳ, καὶ ὥσπερ συμπαθήσω αὐτῷ, πρῶτον μὲν εἰπέ μοι ἡ τοιαύτη συμπάθεια, εἰ ἆρα τῶν δαιμόνων ἐστί, θελόντων ἀπασχολῆσαί με ἀπὸ τῶν ἰδίων ἁμαρτιῶν, ἔπειτα δὲ εἰ ὤφειλον μνησθῆναι αὐτοῦ ἐν τῇ προσευχῇ. Καὶ πῶς ἐν περισσοτέρῳ κινδύνῳ καὶ ἁμαρτήμασιν μείζοσιν ὑπάρχω ἐγώ; Ἐὰν δὲ καὶ ὁ ἀδελφὸς αὐτὸς αἰτήσῃ περὶ τούτου;

Ἐὰν δὲ καί τινι τῶν Πατέρων εἴπῃ μοι εἰπεῖν; Εἰ μή τι καὶ τὸν ἐμπαθῆ τὸ ὑπερεύχεσθαι τοῦ πλησίον γυμνάζει εἰς τὴν ἀγάπην. Πῶς δοκιμάζεις Πάτερ; Ἀπόκρισις Ἰωάννου· Ὅτι οὐδεὶς ὀφείλει ἀφιέναι τὸν ἴδιον νεκρὸν καὶ ἀπελθεῖν κλαῦσαι τὸν ἄλλον, ἐδήλωσαν οἱ Πατέρες τοῖς νεωτέροις.

Τῶν τελείων γάρ ἐστι τὸ συμπαθῆσαι τῷ πλησίον. Νεωτέρῳ δὲ τὸ συμπαθῆσαι ἄλλῳ χλεύη δαιμόνων ἐστίν. Ἀνοήτως γὰρ κρίνει αὐτόν, ὡς κακῶς ἔχοντα καὶ κινδυνεύοντα, καὶ ἔχει ἑαυτὸν ὡς καλῶς ποιοῦντα. Ἀλλὰ μᾶλλον συμφέρει ἀμεριμνῆσαι ἀπ’ αὐτοῦ. Κἂν γένηται μνήμη αὐτοῦ ἐν τῇ καρδίᾳ αὑτοῦ ἢ ὑπ’ ἄλλων ἀκούσῃ περὶ αὐτοῦ, εἴπῃ· Ὁ Θεὸς ἐλεήσει κἀμὲ καὶ αὐτόν. Ἀφ’ ἑαυτοῦ δὲ μὴ εἴπῃς τινὶ τῶν Γερόντων εὔξασθαι ὑπέρ τινος, τοῦτο γὰρ χρᾶσθαί ἐστι τῇ ἰδίᾳ ἐξουσίᾳ. Ἐὰν δὲ θέλῃς τοῦτο φυγεῖν, ὑπομιμνῄσκεις ὅτι ὁ δεῖνα θλίβεται, καὶ ὁ Γέρων ἀκούων πάντως εὔχεται ὑπὲρ τοῦ ἀσθενοῦντος τῷ πνεύματι. Ἐὰν δὲ εἴπῃ σοί τις εἰπεῖν τῷ Γέροντι, εἰπὲ τὸν λόγον διὰ τὴν ἐντολήν· Εὖξαι Πάτερ ὑπὲρ τοῦδε. Ἐὰν δέ σοι εἴπῃ·

Εὖξαι ὑπὲρ ἐμοῦ, ὡσαύτως διὰ τὴν ἐντολήν· Κύριε συγχώρησον ἡμῖν, ἢ Ὁ Θεός, βοήθησον ἡμῖν, ἢ Σκέπασον ἡμᾶς πρὸς τὸ πρᾶγμα. Καὶ μὴ νομίσῃς καὶ ταύτην εἶναι ἐξουσίαν, ἠρώτησας γὰρ καὶ ἤκουσας εἰπεῖν. Τὸ συμπαθῆσαι δέ τινι ὡς διὰ τὴν ἀγάπην, οὔπω ἦλθες εἰς τὸ μέτρον τοῦτο. Ἐὰν ὀχλήσῃ σοι ὁ λογισμὸς περί τινος, τότε ἐρωτᾷς καὶ ἀκούεις τὴν χρείαν. Ὁ Θεὸς ἐλεήσει σε ἀδελφέ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα· Εἰπέ μοι Πάτερ, ἕως ποῦ ὀφείλει εἶναι τὸ μέτρον τῆς ἀγάπης ἀδελφοῦ πρὸς ἀδελφὸν αὐτοῦ; Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, ἄλλη ἐστὶν ἡ ἀγάπη τῶν Πατέρων πρὸς τὰ τέκνα αὐτῶν καὶ ἄλλη ἐστὶν ἡ ἀγάπη τῶν ἀδελφῶν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν. Τὸ μέτρον τῆς ἀγάπης τῶν πνευματικῶν Πατέρων πρὸς τὰ τέκνα αὐτῶν οὐκ ἔχει τι σαρκικὸν οὐδὲ βλαβερόν, ἠσφαλισμένοι γάρ εἰσι τῷ πνευματικῷ φρονήματι, καὶ εἴτε ἐν λόγοις εἴτε ἐν ἔργοις σπουδάζουσι πάντοτε ὠφελῆσαι τοὺς νεωτέρους κατὰ πάντα. Καὶ οὕτως ἀγαπῶντες οὐ σιωπῶσιν αὐτοῖς τὰ ἐλαττώματα αὐτῶν.

Ἀλλὰ πυκνῶς ἐλέγχουσι καὶ παιδεύουσι τὰ τέκνα αὐτῶν. Πρὸς αὐτοὺς γὰρ εἴρηται· «Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον.» Ὡς πολλάκις ποιεῖ σοι ὁ ἀββᾶς σου, καὶ οὐ συνιεῖς ἐν οἷς ἐλέγχει σε καὶ ἐπιτιμᾷ καὶ παρακαλεῖ σε.

Καὶ ἐπειδὴ διὰ τὴν ἀγάπην οὐ σιωπᾷ σου τὰ σφάλματα, φανεροῦται ὅτι πνευματική ἐστιν ἡ ἀγάπη αὐτοῦ ἡ πρὸς σέ. Ἕκαστος δὲ κατὰ τὸ μέτρον αὑτοῦ ἀγαπᾷ τὸν πλησίον αὑτοῦ. Τὸ μέτρον οὖν τῆς τελείας ἀγάπης ἐστί, τὸ μετὰ τὴν ἀγάπην ἣν ἔχει τις πρὸς τὸν Θεόν, ἀγαπᾶν καὶ τὸν πλησίον αὐτοῦ ὡς ἑαυτόν. Ἡ δὲ νεότης ὀφείλει φυλάξαι ἐν πᾶσι. Διὰ τάχους γὰρ ὑποσκελίζει τοὺς νεωτέρους ὁ διάβολος. Πρῶτον μὲν ἐν τῇ συντυχίᾳ ἄρχονται λαλεῖν ὡς δι’ ὠφέλειαν ψυχῆς, τάχα δὲ οὐδὲ οὕτως. Καὶ μετὰ τοῦτο εἰς ἄλλα μετατρέπονται, εἰς ἐρεθισμόν, εἰς παρρησίαν, εἰς γέλωτα, εἰς καταλαλιάν, καὶ ἄλλα πολλὰ κακά, ὥστε πληρωθῆναι εἰς αὐτοὺς ὅτι «Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε. Ταῦτα πάντα ἐπάθετε εἰκῇ;» Οὕτω γὰρ ἔρχονται οἱ νεώτεροι εἰς πτῶσιν ἐκ τοῦ ἀγαπᾶν ἀλλήλους ἀλόγως καὶ συνδιάγειν ἑαυτοῖς. Τὸ δὲ μέτρον τῆς ἀγάπης αὐτῶν πρὸς ἀλλήλους οὕτως ὀφείλει εἶναι μὴ καταλαλεῖν ἀλλήλων, μὴ μισεῖν, μὴ ἐξουθενεῖν, μὴ ζητεῖν τὰ ἑαυτῶν, μὴ ἀγαπᾶν διὰ τὸ κάλλος τοῦ σώματος ἢ διὰ σωματικὴν εὐεργεσίαν, μὴ καθέζεσθαι μετ’ ἀλλήλων χωρὶς ἀνάγκης μεγάλης, διὰ τὸ μὴ ἐμπίπτειν εἰς τὴν παρρησίαν τὴν ἀπόλλουσαν τοὺς καρποὺς τοῦ μοναχοῦ καὶ ἀφιοῦσαν αὐτὸν ὡς ξύλον ξηρόν.

Ἕως ὧδέ ἐστι τὸ μέτρον τῆς ἀγάπης τῶν νεωτέρων πρὸς ἀλλήλους, καὶ ἵνα, ὡς φείδονται ἑαυτῶν διὰ τὴν παρρησίαν καὶ ἀργολογίαν, φείδωνται καὶ τῶν ἀδελφῶν αὑτῶν, τρέμοντες καθεσθῆναι μετ’ ἀλλήλων ἀκαίρως, ἵνα μὴ παγιδευθῶσιν εἰς ταύτας τὰς παγίδας καὶ παγιδεύσωσι καὶ τοὺς ἀδελφοὺς αὑτῶν, φοβούμενοι τὸν λέγοντα· «Οὐαὶ τῷ ποτίζοντι τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν», καὶ πάλιν· «Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.» Πρόσεχε σεαυτῷ ἀδελφέ.