Ἐγὼ εἶπόν σοι· «Δὸς σὺ τὰ ἑκατὸν δηνάρια, κἀγὼ τὰ μυρία μου τάλαντα παρέχω», καὶ Ἰδοὺ τὰ παλαιά σου ἁμαρτήματα ἀφείθησαν, καὶ φιλονεικεῖς διὰ τῆς παραθύρου τοῦ δικαιώματός σου εἰς χείρονα ἐμπεσεῖν. Παῦσαι ἀδελφέ, οὐ καλὴ γάρ ἐστιν ἡ ὁδὸς αὕτη. Εἶπε γὰρ ἡ Ἀμμᾶς Σάρρα· «Ἐὰν θέλω ἀρέσαι πᾶσιν ἀνθρώποις, εἰς τὰς θύρας αὐτῶν εὑρίσκομαι μετανοοῦσα.» Καὶ ὁ Ἀπόστολος λέγει· «Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» Εἰ ἐξ ἀληθείας θέλεις κλαῦσαι τὰς ἁμαρτίας σου, ἑαυτῷ πρόσεχε, καὶ ἀπόθανον ἀπὸ παντὸς ἀνθρώπου, κόπος γάρ ἐστιν ἀδελφέ, τὸ σωθῆναι ἄνθρωπον. Τὰ τρία ταῦτα κόψον, θέλημα, δικαίωμα, ἀνθρωπαρέσκειαν, καὶ ἔρχεταί σοι κατάνυξις μετὰ ἀληθείας καὶ σκεπάσει σε ὁ Θεὸς ἀπὸ παντὸς κακοῦ. Ἀδελφέ, μαρτύρομαί σοι, πρόσεχε σεαυτῷ, χαίρων δερόμενος, ἐλεγχόμενος, ὑβριζόμενος, παιδευόμενος, ἄφες τὴν πανουργίαν τοῦ ὄφεως ἀπὸ σοῦ, μὴ τὴν φρόνησιν, καὶ κράτει τὴν ἀκεραιότητα τῆς περιστερᾶς μετὰ φρονήσεως, καὶ βοηθεῖ σοι ὁ Κύριος. Ἰδοὺ ἡ ὁδὸς τῆς σωτηρίας, ἐὰν ἀρέσκῃ σοι, βάδιζε καὶ δίδει σοι ὁ Θεὸς χεῖρα. Εἰ δὲ οὐ θέλεις, σὺ ὄψει, ἕκαστος γὰρ ὁ θέλων ἔχει ἑαυτοῦ τὴν ἐξουσίαν. Ἐὰν δὲ ἀπολύσῃς αὐτὴν ἄλλῳ, αὐτὸς ἀμέριμνος εἶ, καὶ ἄλλος βαστάζει σου τὴν μέριμναν.