Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Διάκριση των πειρασμών, φόβος του Θεού και αναγνώριση της δαιμονικής απάτης

Κατευθύνσεις για τη διάκριση μεταξύ θείων δοκιμασιών και αυτοπροκαλούμενων πειρασμών, την εδραίωση του φόβου του Θεού, και την αποκάλυψη των δαιμονικών τεχνασμάτων που παρουσιάζονται ως αγαθά έργα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 12 από 22

Ἀπόκρισις Βαρσανουφίου· Πάντοτε ὀφείλομεν θαρρεῖν εἰς τὸν Ἰησοῦν, ὅτι «οὐκ ἐᾷ ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα.» Ἀλλ’ ἐπειδὴ ἐδίδαξεν ἡμᾶς αὐτὸς λέγων· «Εὔξασθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν», οὐ χρὴ ἐπιρρίπτειν ἑαυτούς, εὑρίσκεται γὰρ παράβασις ἐντολῆς Θεοῦ—ἑαυτοὺς γὰρ παραδιδόαμεν εἰς θάνατον—, ἀλλὰ ὀφείλομεν παραφυλάττεσθαι. Ἐὰν δὲ ἐν εἰρηνικῷ τόπῳ οἰκῶμεν καὶ ἀκούσωμεν περὶ ἐφόδου λῃστῶν, οὐκ ὀφείλομεν ταραχθῆναι, ἔχοντες τὴν σκέπην τοῦ Θεοῦ. Βλέπει γὰρ ὁ Θεὸς ὅτι ἡμεῖς οὐκ εἰσενέγκαμεν ἑαυτοῦ εἰς πειρασμόν, οὐδὲ τὴν ἐντολὴν αὐτοῦ παρέβημεν, ἀλλὰ μᾶλλον ταύτην φυλάττοντες, βοῶμεν νύκτα καὶ ἡμέραν· «Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Ἐὰν οὖν εὐχομένων ἡμῶν ταῦτα ἔλθῃ ἡμῖν πειρασμὸς ἢ ἔφοδος λῃστῶν, μὴ ἐκλυθῶμεν, πρὸς δοκιμὴν γὰρ ἡμῶν γίνεται καὶ κατὰ συγχώρησιν Θεοῦ πρὸς τὸ συμφέρον ἡμῖν. Καὶ εἰ κατὰ συγχώρησιν εἴη, ἔχομεν τὸν στηριγμὸν τῆς διδασκαλίας τοῦ Ἀποστόλου λέγοντος· «Πιστὸς ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν πρὸς τὸ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.» Καὶ γὰρ ἐὰν ἀπὸ ἀκοῆς φύγωμεν ἀπὸ τόπου εἰς τόπον, δύναται ὁ διάβολος μὴ ἐᾶσαι ἡμᾶς καθίσαι ἐν τόπῳ. Ὅταν δὲ ἀσφαλῶς οἴδαμεν περὶ τοῦ τόπου ὅτι ὑποψίαν ἔχει κινδύνου, ὀφείλομεν προασφαλίσασθαι.

Ὅτε δὲ ὁ μὲν τόπος εἰρηνικός, ἐξαίφνης δὲ ἔλθῃ πειρασμός, ὁ Θεὸς βλέπων ὅτι οὐκ ἐξ ἡμῶν ἡ αἰτία, σκεπάζει ἡμᾶς κατὰ τὸ θέλημα αὑτοῦ, ἔστι γὰρ πειρασμὸς ἐξ ἡμῶν καὶ ἔστι κατὰ συγχώρησιν Θεοῦ.

Ὁ ἐξ ἡμῶν πρὸς βλάβην ἐστὶ τῆς ψυχῆς, καὶ περὶ αὐτοῦ ἔκραζεν Ἰάκωβος ὁ Ἀπόστολος λέγων· «Μηδεὶς πειραζόμενος εἴπῃ ὅτι Ἐκ Θεοῦ πειράζομαι, ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν» καὶ τὰ ἑξῆς. Ὁ δὲ κατὰ συγχώρησιν Θεοῦ πρὸς ὠφέλειάν ἐστι ψυχῆς, πρὸς δοκιμὴν γὰρ γίνεται τῷ ἀνθρώπῳ, καὶ «ἡ δοκιμὴ φέρει τὸν ἄνθρωπον εἰς ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει», κατὰ τὸ γεγραμμένον. Ὁ δὲ μὴ καταισχυνόμενος σεσωσμένος ἐστίν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐπεὶ οὖν εἴρηται· «Δοκίμασόν με Κύριε καὶ πείρασόν με», καὶ πάλιν· «Χαίρετε ὅταν ἐν πειρασμοῖς περιπέσητε ποικίλοις», ἀλλαχοῦ δέ· «Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν Κύριε», καὶ πάλιν· «Εὔξασθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν», ὅτι ὡς ἐναντία ἐστί, παρακαλῶ μαθεῖν τὸ διάφορον τῶν πειρασμῶν.

Ἀπόκρισις Βαρσανουφίου· Τὸ εἰπεῖν «Δοκίμασόν με Κύριε καὶ πείρασόν με», ἀγωνιζομένου ἀνθρώπου ἐστὶ καὶ αἰτοῦντος δοκιμασθῆναι διὰ τοῦ πειρασμοῦ κατὰ συγχώρησιν Θεοῦ ἐπαγομένου, εἴγε φυλάττει τὴν ὑπομονὴν ἐν τῇ θλίψει τοῦ πειρασμοῦ.

Ἡ γὰρ ὑπομονή, ὡς εἴρηται, εἰς δοκιμὴν καὶ εἰς τὰ λοιπὰ ἀγαθὰ φέρει τὸν ἄνθρωπον. Καὶ ἐνταῦθά ἐστιν ἀκριβῶς ἡ χαρὰ καὶ ἡ προκοπή. Οὐ συνεργεῖ γὰρ τὸ θέλημα τοῦ ἀγωνιζομένου, ἀλλὰ μᾶλλον ἀνταγωνίζεται, καὶ εἰς κόπον ἐμβάλλει ἑαυτὸν ὁ ἄνθρωπος, ὥστε μὴ ἡττηθῆναι τῷ πειρασμῷ. Τὸ δὲ εἰπεῖν «Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν», τοῦτο σημαίνει· Μὴ ἐάσῃς ἡμᾶς ἀπὸ τοῦ ἰδίου θελήματος καὶ τῆς ἐπιθυμίας πειρασθῆναι, ἐκ τοῦ γὰρ ἐμπεσεῖν εἰς τὸν τοιοῦτον πειρασμὸν γεννᾶται ὁ θάνατος. Καὶ περὶ τούτου ὁ Σωτὴρ λέγει· «Εὔξασθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.» Διὰ τοῦτο ὁ δίκαιος τὰς δύο εὐχὰς εὔχεται, αἰτῶν μὲν τὸ πειρασθῆναι κατὰ συγχώρησιν Θεοῦ, εἰς δοκιμὴν σωτηρίας, αἰτῶν δὲ πάλιν τὸ μὴ πειρασθῆναι ἐξ ἰδίου θελήματος καὶ τῆς ἰδίας ἐπιθυμίας εἰς ἀπώλειαν ψυχῆς.

Ἐρώτησις τοῦ αὐτοῦ· Πῶς δύναμαι κτήσασθαι τὸν τοῦ Θεοῦ φόβον ἐν τῇ σκληρᾷ μου καρδίᾳ ἀσάλευτον; Καὶ ἐπειδὴ ἐν τῷ ποιεῖν με πρᾶγμα πρὶν αὐτὸ τελειώσω, μεταφέρω τὸν νοῦν ἐξ αὐτοῦ εἰς ἄλλο, προφάσει δῆθεν φόβου Θεοῦ, ἆρα καλόν ἐστι τοῦτο ἢ οὔ;

Ἀπόκρισις· Εἴ τις θέλει ἔχειν πάντοτε τὸν φόβον τοῦ Θεοῦ ἐν τῇ καρδίᾳ, ἀπὸ τούτου τοῦ ὑποδείγματος δύναται κατανοῆσαι. Ὅταν θέλῃ τίς ποτε ἀποδημῆσαι, φέρει τὰ ὑποδήματα. Φησὶ γὰρ ἡ Γραφὴ ὅτι τὰ ὑποδήματα σημεῖόν ἐστιν τῆς ἑτοιμασίας. Καὶ γέγραπται ὅτι «Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην.» Ἐὰν οὖν κατανοήσῃ ἑαυτόν τις, ὅτι μέλλει ἔργον ποιῆσαι, ἀπὸ τῆς σαρκικῆς ἑτοιμασίας ὀφείλει νοῆσαι τὴν πνευματικήν. Καὶ λαβεῖν τὰ πνευματικὰ ὑποδήματα, τοῦτ’ ἔστι τὴν ἑτοιμασίαν τοῦ φόβου τοῦ Θεοῦ, καὶ μνησθῆναι ὅτι πάντα κατὰ φόβον τοῦ Θεοῦ ὀφείλει διαπράξασθαι, καὶ ἑτοιμάσαι τὴν καρδίαν ἐπικαλέσασθαι τὸν Θεὸν τοῦ ἐπιχορηγῆσαι αὐτῷ τὸν αὑτοῦ φόβον.

Προτιθεμένου γὰρ αὐτοῦ τὸν τοιοῦτον φόβον πρὸ ὀφθαλμῶν ἐν ἐκάστῳ πράγματι ἐγγίνεται αὐτῷ ἀσάλευτος ἐν τῇ καρδίᾳ. Προσέχειν δὲ δεῖ τοῦ μὴ μεταφέρειν τὸν νοῦν ἀπὸ τοῦ προκειμένου πράγματος εἰς ἄλλο πρᾶγμα, προφασιζόμενον εἰς τὸν φόβον τοῦ Θεοῦ. Οὐ γὰρ ὀρθῶς ἐστιν ἡ ὁδὸς αὐτοῦ ἐστιν, ἀλλὰ ῥεμβασμὸς καὶ πλάνη τοῦ ἐχθροῦ. Ἀλλὰ καθ’ ἕκαστον κεφάλαιον δεῖ σπουδὴν ποιεῖσθαι, τοῦ ἔχειν ἐν ἑαυτῷ τὸν αὐτὸν φόβον τοῦ Θεοῦ.

Χρὴ δὲ καὶ κολλᾶσθαι ἁγίοις Πατράσι, καὶ ἀπὸ τῶν θεωρημάτων αὐτῶν καὶ τῆς λαλιᾶς καὶ τοῦ στεναγμοῦ αὐτῶν καὶ τοῦ καλοῦ αὐτῶν βίου ἐμπιπλώμεθα τῆς κατὰ Θεὸν κατανύξεως. Τὰ πρόβατα γὰρ Ἰακὼβ προσέχοντα ταῖς ἐν τοῖς ὕδασι ῥάβδοις, ἐκίσσων καὶ ἔτικτον κατὰ τὰς ῥάβδους. Καὶ ἐὰν ἐντυπώσωμεν ἑαυτοῖς τὰ αὐτῶν ὑποδείγματα, ὥστε τῷ αὐτῷ τρόπῳ κεχρῆσθαι τοῖς πράγμασιν, οὐ βραδυνοῦμεν βαδίζειν ἐν τῇ ὁδῷ μετ’ αὐτῶν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἐπειδὴ πολλάκις ἐπέρχεταί μοι μνήμη τοῦ φόβου τοῦ Θεοῦ, καὶ εὐθέως μνημονεύω τῆς κρίσεως καὶ κατανύσσομαι. Πῶς ὀφείλω δέξασθαι τὴν τοιαύτην μνήμην; Ἀπόκρισις·

Οἵαν ὥραν ἔρχεταί σοι μνήμη, ἤτοι κατάνυξις περὶ ὧν ἥμαρτες ἢ ἐν γνώσει ἢ ἐν ἀγνοίᾳ, πρόσχες μήποτέ σοι τοῦτο ὑπὸ τῆς ἐνεργείας τοῦ διαβόλου ἐστὶ εἰς πλείονα κατάκρισιν. Κἂν λέγῃς καὶ Πῶς γινώσκω τὴν ἀληθινὴν καὶ τὴν ἐκ τῆς διαβολικῆς ἐνεργείας; ἄκουσον. Ὅταν ἔρχηταί σοι ἡ τοιαύτη μνήμη καὶ σπουδάζῃς ἔργοις δεῖξαι τὴν διόρθωσιν, αὕτη ἐστὶν ἡ ἀληθινή, δι’ ἧς συγχωροῦνται αἱ ἁμαρτίαι. Ἐὰν δὲ ἴδῃς ὅτι μνησθεὶς κατενύγης, καὶ εἰς τὰς αὐτὰς ἁμαρτίας ἢ καὶ χείρονας ἐμπίπτῃς, γνωστὸν ἔστω σοι ὅτι αὕτη ἐστὶν ἡ τοῦ ἀντικειμένου μνήμη, πρὸς τὸ δὲ κατακρῖναι τὴν ψυχήν, τὴν τοιαύτην ὑποβάλλει σοι μνήμην. Ἰδοὺ οὖν ἔχεις φανερὰς τὰς δύο ὁδούς· Εἰ θέλεις οὖν φοβηθῆναι τὴν κατάκρισιν, φεῦγε τὰ ἔργα αὐτῆς.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Πότε δὲ καιρὸν ἔχει τὸ λαμβάνειν κατὰ νοῦν τὴν μνήμην τοῦ φόβου τοῦ Θεοῦ εἰς τὸ ἐξ αὐτῶν κατανυγῆναι εἰς διόρθωσιν τῶν ἁμαρτημάτων; Ἀπόκρισις· Τὸ πῦρ θερμοτέραν ἔχει φύσιν, καὶ ὁ θέλων χρήσασθαι τῷ πυρί, οὐ πάντοτε ἅπτει, ἀλλὰ θέλει ἔχειν τὸ πῦρ κεκρυμμένον, ἵνα, ὅταν θελήσῃ, ἅψῃ καὶ θερμάνῃ. Οὕτω καὶ ἐνταῦθα χρὴ ποιεῖν. Εἰσέρχονται γὰρ ὑποβολαὶ ὑπὸ τοῦ ἐχθροῦ καὶ σπείρει ἀκαίρως μετασχηματίζων εἰς φόβον Θεοῦ, θέλων ἢ ἐμβαλεῖν τινα εἰς λύπην ἢ ταράξαι αὐτοῦ τὸν νοῦν, μὴ σχολάζοντα διακρῖναι τὰ κατὰ τὸν λογισμόν, διὰ τὴν προκειμένην πρόφασιν τῆς παρούσης αὐτῷ ἐργασίας.

Τοιαύτη γάρ ἐστιν ἡ τέχνη καὶ τῶν συλούντων τὰς οἰκίας τῶν ἀνθρώπων. Ἐὰν γὰρ μὴ εὕρωσιν αὐτοὺς ἀσχολουμένους, οὐ δύνανται περιγενέσθαι αὐτῶν. Ἀεὶ δὲ μνημόνευε τοῦ Ἐκκλησιαστοῦ λέγοντος· «Καιρὸς τοῦ παντὸς πράγματος», καὶ λέγε σεαυτῷ· Ποιήσω τέως κατὰ φόβον τοῦ Θεοῦ τὸ προκείμενον, καὶ τότε σχολάζω σοι ποιῆσαί σου τὸ λογάριον, οὐκ ἐν τῇ ἐμῇ σοφίᾳ, ἀλλ’ ἐν τῇ δυνάμει καὶ ἐν ἐνεργείᾳ τοῦ τὰς καρδίας καὶ νεφροὺς ἐξετάζοντος Θεοῦ. Ἔστω δέ σοι καιρὸς ἐπιτήδειος οὗτος, ὁ τῆς πρωϊνῆς καὶ ἑσπερινῆς ὥρας, εἰς διάκρισιν λογισμῶν, τοῦ πῶς παρῆλθεν ἡ νὺξ ἢ ἡ ἡμέρα. Κἂν ἴδῃς τίποτε σφάλμα, σπούδασον διορθώσασθαι, τοῦ Χριστοῦ βοηθοῦντος.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐπειδὴ πολλάκις τῶν πλειόνων μου ἁμαρτημάτων τὴν μνήμην ἀπόλλυσιν ἡ λήθη μοι ἐπερχομένη, ἔστι δ’ ὅτε καὶ αὐτῶν τελείως ὅλως οὐ μνημονεύω, τί ποιήσω; Ἀπόκρισις Βαρσανουφίου·

Εἰσί τινες ἀγράμματοι καὶ ἔχουσι συναλλάκτας ἀληθινοὺς καὶ πίστει τῇ πρὸς αὐτοὺς φερόμενοι, ἐὰν ἐπιλάθωνταί τινος, ἀεὶ λέγουσιν αὐτοῖς ὅτι Ὅσον οἴδατε ὅτι χρεωστοῦμεν ἀποδίδομεν. Καὶ σὺ οὖν τινα συναλλάκτην ἀληθινώτερον τοῦ Θεοῦ ἔχεις εὑρεῖν, εἰδότα καὶ τὰ μήπω γεγονότα; Ἀνάθου οὖν αὐτῷ περὶ τῶν εἰς λήθην παραπτωμάτων, καὶ εἰπὲ αὐτῷ· Δέσποτα ἐπειδὴ καὶ τοῦτο σφάλμα ἐστὶ τὸ ἐπιλαθέσθαι τῶν ἐμῶν πλημμελημάτων, σοὶ μόνῳ τῷ καρδιογνώστῃ ἥμαρτον ἐν πᾶσι. Πάντα μοι συγχώρησον κατὰ τὴν σὴν φιλανθρωπίαν. Ἐκ τούτου γὰρ φανεροῦται ἡ μεγαλοπρέπεια τῆς δόξης σου, ἐν τῷ μὴ ποιῆσαι ἁμαρτωλοῖς κατὰ τὰς αὐτῶν ἁμαρτίας.

Δεδοξασμένος γὰρ εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἔστιν ὅτε σκανδαλίζομαι ἐν πράγματι καὶ εὐθέως φανεροῦται ὅτι οὐκ ὀρθῶς ἐσκανδαλίσθην, καὶ ἐκ τούτου καταισχύνομαι. Ἆρα οὖν τοῦτο ἐκ τοῦ Θεοῦ ἐστι πρὸς διόρθωσιν ἢ ἐκ τοῦ πονηροῦ εἰς κατάκρισιν;

Ἀπόκρισις Βαρσανουφίου· Ἐὰν προσέχωμεν τῇ δυνάμει τῆς προτέρας ἀποκρίσεως, εὑρίσκεται ἔχουσα ὁμοίως καὶ αὕτη ἡ ἐρώτησις. Καθὼς γὰρ ἐν ἐκείνῃ εἴρηται ὅτι ἐὰν μὴ ἔργοις φανερώσωμεν τὴν μνήμην τοῦ φόβου τοῦ Θεοῦ καὶ τὴν ἐκ ταύτης κατάνυξιν, κατακρινόμεθα. Οὕτω καὶ ἐνταῦθα, ἐὰν μὲν ἔργοις διορθωσώμεθα τὸν ἔλεγχον, ἐκ τοῦ Θεοῦ ἐστι πρὸς σωτηρίαν ἡμετέραν, ἐὰν δὲ μή, ἐξ ὑποβολῆς τοῦ διαβόλου ἐστὶ πρὸς μείζονα κατάκρισιν.

Ἐρώτησις τοῦ αὐτοῦ· Ἐὰν ἀπολέσω πρᾶγμα καὶ φοβούμενος τὴν κατάκρισιν, οὐ κατακρίνω τινὰ ὡς ἔχοντα τὸ πρᾶγμα, ὅμως δὲ ὑπονοῶ αὐτόν, μὴ ἄτοπόν ἐστι τὸ ἀποπειρᾶσθαι εἰ ἀληθῶς αὐτὸ ἔχει; Οὐ γὰρ βαστάζω ἀπολέσαι αὐτό.

Ἀπόκρισις Βαρσανουφίου· Οὐκ ἔστιν ἄτοπον τὸ δοκιμάζειν εἰ ἔχει αὐτό. Ἐὰν δὲ εὑρεθῇ ἔχων αὐτό, μὴ σπουδάσῃς καταισχύναι αὐτόν, ἀλλ’ ἀρκέσθητι τῇ ἀπολήψει τοῦ πράγματος. Φιλόχριστος ἐξηγόρευσε τὰς ἁμαρτίας ἑαυτοῦ τῷ αὐτῷ Γέροντι, αἰτήσας καὶ συγχώρησιν αὐτῶν.

Ὁ δὲ Γέρων ἀποκριθεὶς εἶπεν αὐτῷ· Ὁ ἐκφαίνων ἑαυτοῦ τὰς ἁμαρτίας, δικαιοῦται ἀπ’ αὐτῶν κατὰ τὴν Γραφὴν τὴν λέγουσαν· «Εἰπὲ σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς.» Καὶ πάλιν· «Εἶπα ἐγώ· Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» Τοῦ λοιποῦ ἀσφαλισώμεθα ἀδελφέ, καὶ τὰ πρῶτα, ἰδοὺ συνεχώρησεν ὁ Θεός.

Ὁ αὐτὸς ἠρώτησε τὸν αὐτὸν Γέροντα· Εἰπέ μοι Πάτερ, πῶς ἡ ψυχή μου πολλὰ ἔχουσα τραύματα οὐ κλαίει; Ἀπόκρισις Βαρσανουφίου· Ὁ αἰσθανόμενος τί ἀπώλεσε, θέλει αὐτὸ κλαίειν. Καὶ ὁ ἐπιποθῶν πράγματος, πολλὰς ὁδοιπορίας καὶ θλίψεις βαστάζει καρτερῶν ἵνα ἐπιτύχῃ τοῦ ποθουμένου.

Ὁ αὐτὸς ἠρώτησε τὸν αὐτὸν Γέροντα· Ἐὰν θέλῃ τις ποιῆσαι πρᾶγμα καλὸν διὰ ἴδιον μέντοι κέρδος εἴτε δι’ ἄλλο αὑτοῦ θέλημα, ἆρα λογίζεται αὐτῷ εἰς δικαιοσύνην; Ἀπόκρισις Βαρσανουφίου· Οἴδαμεν ὅτι ἐὰν νηστεύων τίς ποτε συμμίξῃ τῇ νηστείᾳ αὑτοῦ τί ποτε τοῦ ἰδίου θελήματος, ἢ πραγματευόμενος ἀνθρωπίνην δόξαν καὶ κέρδος ἐξ αὐτῆς, βδελυκτὴ γίνεται ἡ νηστεία αὐτοῦ τῷ Θεῷ. Καὶ οἱ Ἰσραηλῖται γὰρ ἐνήστευσαν, καὶ διὰ τὸ ἀδικεῖν ἐν ταῖς ἡμέραις τῆς νηστείας καὶ πληροῦν τὰ θελήματα αὑτῶν, ὠνείδισεν αὐτοὺς ὁ Θεός, διὰ Ἡσαΐου τοῦ Προφήτου λέγων· «Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος.» Οὕτως οὖν καὶ ἐνταῦθα· πᾶν πρᾶγμα καλὸν γινόμενον μὴ δι’ αὐτὴν καὶ μόνην τὴν ἀγάπην τοῦ Θεοῦ, ἀλλὰ διὰ ἴδιον θέλημα, μεμιασμένον εὑρίσκεται καὶ φευκτὸν τῷ Θεῷ τὸ πρᾶγμα.

Καὶ ἐκ τοῦ θείου δὲ νόμου ἐστὶ γνῶναι τοῦτο, φησὶ γάρ· «Μεμιγμένον σπέρμα μὴ σπείρῃς ἐν τῷ ἀγρῷ σου, μηδὲ ποιήσῃς ἑαυτῷ χιτῶνα ἐξ ἐρίου καὶ λίνου.» Καὶ ἐὰν θέλωμεν γνῶναι ὅτι ἐπὶ τῶν ἐργατῶν εἴρηται, ὁ Ἐκκλησιαστὴς σημαίνει λέγων· «Διὰ παντὸς ἔστωσαν τὰ ἱμάτιά σου λευκά.» Σημαίνων ὅτι ὀφείλει τὸ ἔργον εἶναι πάντοτε καθαρόν. Ἐὰν οὖν ἔχῃ τὸ γινόμενόν τι τοῦ ἰδίου θελήματος τοῦ ποιοῦντος, ἐρρυπώθη τὸ ἔργον καὶ οὐκ ἔστιν ἀρεστὸν τῷ Θεῷ. Καὶ ὁ Κύριος περὶ τῶν ἔργων τοῖς ἑαυτοῦ μαθηταῖς ἔλεγε· «Προσέχετε ἑαυτοῖς ἀπὸ τῶν ψευδοπροφητῶν τῶν ἐρχομένων πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες, ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.» Ὥστε σπουδάσωμεν δι’ οὐδὲν ἄλλο ποιεῖν τὸ ἔργον τοῦ Θεοῦ, εἰ μὴ διὰ μόνον τὸν Θεόν, ἐὰν γὰρ μὴ οὕτω γένηται, οὐ χρῄζει ἡμῶν ὁ Θεὸς ἵνα δι’ ἡμῶν γένηται. Οὐ λείπει γὰρ τῷ Θεῷ δι’ οὗ θέλει γενέσθαι ἀμέμπτως τὸ ἔργον αὐτοῦ. Ποιοῦντες οὖν τὸ ἀγαθὸν νήψωμεν, μήπως διὰ τὸ θέλημα ἡμῶν ἀνωφελῆ ποιήσωμεν τὸν κόπον.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐπειδὴ βραδὺς ὢν εἰς μάθησιν, ταχύτερον μανθάνω τοὺς ψαλμούς. Ἆρα ἐκ τοῦ Θεοῦ συνέβη μοι τοῦτο ἢ ἐκ τῶν δαιμόνων, ἵνα ἔλθω εἰς κενοδοξίαν; Ἀπόκρισις Βαρσανουφίου· Ὅσα παρέχει σοι ὁ Θεός, μάθε μετὰ ταπεινώσεως, τὸ γὰρ μαθεῖν εὐχερῶς τὰ λόγια τοῦ Θεοῦ οὐκ ἀπὸ τοῦ διαβόλου γίνεται, σπέρμα γάρ εἰσιν τοῦ Θεοῦ. Ἀλλ’ ἐὰν μή τις προσέχῃ ἑαυτῷ, σπείρει καὶ αὐτὸς τὰ ζιζάνια αὑτοῦ. Ἐὰν θέλῃς ταπεινῶσαι τὸν λογισμόν, εἰπὲ αὐτῷ ὑπόδειγμα· Ἐάν τις λάβῃ παρὰ τοῦ δεσπότου αὑτοῦ ἀργύριον κατὰ τοὺς δούλους ἐκείνους καὶ μὴ κερδάνῃ καὶ πλεονάσῃ, τί πανθάνει; Καὶ λέγει σοι ὅτι Κατὰ τὸν δοῦλον ἐκεῖνον, τὸν χώσαντα τοῦ δεσπότου αὐτοῦ τὸ ἀργύριον.

Καὶ εἰπὲ αὐτῷ οὐκοῦν· Μὴ ὑψηλοφρόνει, γεμίσας τὸν ἀέρα λόγους ἀκάρπους, εἰς κατάκριμά μου γάρ εἰσιν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐπεὶ οὖν τὸ ἀγαθὸν ἐκ τοῦ Θεοῦ ἐστι, δίδοται δὲ καὶ ἁμαρτωλοῖς, τοῦτο διὰ τί δίδοται;

Ἀπόκρισις Βαρσανουφίου· Πᾶσα δόσις ἀγαθή, δηλονότι ἐκ τοῦ Θεοῦ ἐστιν. Ἀγαθοῦ γὰρ ὄντος αὐτοῦ, πάντα τὰ ἀγαθὰ ἐξ αὐτοῦ γίνονται, τοῖς μὲν δικαίοις ὡς ἀξίοις, τοῖς δὲ ἁμαρτωλοῖς ὡς εὐεργετουμένοις ἐλθεῖν εἰς μετάνοιαν, κατὰ τὸ ἅγιον Παῦλον, λέγοντα· «Ἐγὼ γάρ εἰμι πρῶτος τῶν ἁμαρτωλῶν, ἀλλ’ ἠλεήθην πρὸς τὸ ἐν ἐμοὶ πρῶτον ἐνδείξασθαι τὸν Χριστὸν πᾶσαν αὑτοῦ τὴν μακροθυμίαν» Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Πῶς δύναται κατ’ ἀξίαν εὐχαριστεῖν;

Ἀπόκρισις· Ἐὰν οἱ ἄνθρωποι οἱ μηδὲν ὄντες, συγχωρῶσί τινι ἕως οἰκτροῦ πράγματος ἤγουν ἐξαιροῦνται αὐτὸν ἀπὸ θλίψεων δεινῶν, καὶ χάριτας ὁμολογεῖ καὶ κηρύττει τὸ ἀγαθὸν τοῦτο πᾶσι. Πόσῳ μᾶλλον ἡμεῖς οἱ διὰ παντὸς εὐεργετούμενοι ἀπὸ τοῦ Θεοῦ οἵοις στόμασι δυνάμεθα αὐτῷ εὐχαριστῆσαι, πρὸ μὲν πάντων δημιουργήσαντι ἡμᾶς, ἔπειτα παρασχόντι ἡμῖν βοήθειαν πρὸ τοὺς ἀντικειμένους, σύνεσιν καρδίας, ὑγείαν σώματος, φῶς ὀφθαλμῶν, πνοὴν ζωῆς καὶ τὸ μεῖζον πάντων, τόπον μετανοίας καὶ τὸ λαβεῖν αὐτοῦ τὸ σῶμα καὶ τὸ αἷμα εἰς ἄφεσιν ἁμαρτιῶν καὶ στερέωσιν καρδίας. «Ἄρτος γάρ φησι, στηρίζει καρδίαν ἀνθρώπου.» Καὶ εἰ περὶ τοῦ αἰσθητοῦ ἄρτου νομίζει τις αὐτὸ εἰρῆσθαι, πῶς αὐτὸ πάλιν τὸ Πνεῦμα λέγει ὅτι «Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος τοῦ Θεοῦ;» Εἰ περὶ αἰσθητῶν καὶ φθαρτῶν πραγμάτων οἱ ἄνθρωποι ἀμοιβὰς καὶ χάριτας ποιοῦσι, τί δυνάμεθα ἀνταποδοῦναι τῷ σταυρωθέντι ὑπὲρ ἡμῶν, ἐὰν θέλωμεν ἀνταποδοῦναι καὶ ἡμεῖς; Ὀφείλομεν ἕως θανάτου ὑπενεγκεῖν δι’ αὐτόν. Μὴ οὖν κοπιάσῃς θέλων καταλαβεῖν τὴν ὀφειλομένην τῷ Θεῷ παρὰ τῶν ἀνθρώπων εὐχαριστίαν, μάλιστα ἁμαρτωλῶν, ὑπὲρ αὐτῶν γὰρ ἀπέθανεν. Ἐὰν φυλακισθῇ ἄνθρωπος διὰ σέ, ὑπὲρ τὴν δύναμίν σου θέλεις εὐχαριστῆσαι αὐτῷ. Μάλιστα πόσῳ τῷ ὑπὲρ σοῦ ἀποθανόντι;

Τοῦτο μάθε ὅτι οὐδέποτε κατ’ ἀξίαν φθάνομεν εὐχαριστεῖν. Ἀλλ’ ὅμως κατὰ τὴν ἡμῶν δύναμιν, εὐχαριστήσωμεν αὐτῷ καὶ στόματι καὶ καρδίᾳ, καὶ φιλάνθρωπός ἐστι τοῦ συμψηφίσαι καὶ συναριθμῆσαι ἡμᾶς μετὰ τῆς χήρας ἐκείνης τῶν δύο λεπτῶν. Ταῦτα περὶ τῶν ἁμαρτωλῶν εἰρήσθω, οἱ γὰρ δίκαιοι κατακοπτόμενοι καὶ θανατούμενοι ὑπερευχαριστοῦσι, κατὰ τὸν ἅγιον Παῦλον λέγοντα· «Εὐχαριστεῖτε», δηλονότι Θεῷ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἆρα δυνατόν ἐστι τοὺς δαίμονας ἀγαθοποιῆσαί τινι; Καὶ πῶς φανεροῦται ὅτι δαιμονιώδης ἐστί; Καὶ τίς ἡ διαφορὰ αὐτοῦ καὶ τοῦ θεϊκοῦ ἀγαθοῦ; Ἀπόκρισις Βαρσανουφίου·

Ἐνδέχεται μὲν δόξα γίνεσθαί τινι ἀγαθὸν πρὸς ἀπάτην ἐκ τοῦ πονηροῦ, ἀλλὰ πᾶν ἀγαθὸν γινόμενον ἐκ τοῦ διαβόλου πρὸς τὴν ἀπάτην τοῦ ἀνθρώπου, ψηλαφώμενον μετὰ ἀκριβείας, εὑρίσκεται μετασχηματισμός. Ψεύστης γάρ ἐστι καὶ ἀλήθειαν ἐν αὐτῷ οὐχ εὑρίσκεις, καθὼς τὰ ἔσχατα τῆς ἐκβάσεως δηλοῖ. Τὰ γὰρ ἔσχατα τοῦ φωτὸς αὐτοῦ σκότος, κατὰ τὸν Ἀπόστολον λέγοντα περὶ τῶν ἀγγέλων τοῦ διαβόλου τῶν μετασχηματιζομένων εἰς διακόνους δικαιοσύνης «ὧν τὸ τέλος κατὰ τὰ ἔργα αὐτῶν», καὶ κατὰ τὸν Σωτῆρα λέγοντα· «Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.» Ἐὰν οὖν ἐρευνήσῃς ἐν γνώσει καὶ διακρίσει, εὑρίσκεις πάντως εἰς τὸ ὑπὸ τοῦ διαβόλου νομιζόμενον ἀγαθόν, μὴ ὂν τίποτε ἴχνος ἀγαθοῦ, ἀλλ’ ἢ κενοδοξίαν ἢ τάραχον ἢ ἄλλο τι τοιοῦτον. Τὸ δὲ τοῦ Θεοῦ ἀγαθὸν ἀεὶ πλεονάζει φωτισμὸν καὶ ταπείνωσιν καρδίας καὶ εἰς γαλήνην φέρει τὸν ἄνθρωπον. Ἐὰν δὲ μὴ εἰδότες πάθωμέν τι ἐκ τῆς ἀπάτης τοῦ πονηροῦ καὶ ὕστερον μάθωμεν τὸν πειρασμόν, ἀνακαλεσώμεθα ἑαυτοὺς καὶ προσφύγωμεν τῷ καταργῆσαι δυναμένῳ τὸν πειρασμόν.

Γινώσκειν δὲ δεῖ ὅτι τοῖς μὲν ἁγίοις εὐθὺς ἐξ ἀρχῆς εὐκατάληπτός ἐστιν ἡ διαφορά, τοῖς δὲ ἁμαρτωλοῖς ἐκ τῆς ἀποβάσεως. Ὥσπερ ἐάν τις δόκιμος χρυσοχόος λάβῃ χρυσόν, δύναται πρὸ τοῦ πυρῶσαι εἰπεῖν τί ἐστιν, ὁ δὲ μὴ δόκιμος, ἡνίκα πυρώσῃ, τότε μανθάνει τί ἐστιν.

Ἐρώτησις· Ἐὰν φανερωθῇ τὸ ἐκ τῶν δαιμόνων νομιζόμενον ἀγαθόν, σαφήνισόν μοι πῶς τις ἐκφεύγει τὸν ἐξ αὐτοῦ κίνδυνον; Ἀπόκρισις· Τὸ λογίζεσθαι τὰ καλὰ ὡς καλά, ὀφείλομεν ἀεί. Ἐὰν δὲ δοκιμασθῇ τὸ καλὸν γινόμενον, εὑρεθῇ δὲ κακόν, χρὴ ἀποβάλλειν αὐτὸ ὃν τρόπον γὰρ βλέπει τίς ποτε βρώσιμόν τι καὶ νομίζει εἶναι καλόν, γευόμενος δὲ εὑρίσκει αὐτὸ πικρόν. Καὶ εὐθὺς ἀποβάλλει ἐκ τοῦ στόματος καὶ ναρκᾷ ἀπ’ αὐτοῦ διὰ τὴν πικρίαν. Οἷον κάρυον, ἀμύγδαλον καὶ τὰ λοιπά. Καὶ οὐκ ἐγκαλεῖται διὰ τὴν γεῦσιν. Ἀλλ’ ἐὰν μάθῃ αὐτοῦ τὴν πικρίαν καὶ ἐμμείνῃ τρώγων αὐτό, ἐμπιπλᾷ τὴν γαστέρα αὐτοῦ τῆς πικρίας, καὶ αἴτιος ἑαυτῷ τυγχάνει.

Οὕτω καὶ ἐνταῦθα· Ἐὰν οὖν χλευασθῇ ὁ ἄνθρωπος καὶ μάθῃ καὶ εἴπῃ· Ἐχλευάσθην Δέσποτα Κύριε, συγχώρησόν μοι, συγχωρεῖ, ἐλεήμων γάρ ἐστι. Τοῦτο δὲ μάθε, ἀγαπητέ, ὅτι ὁ Θεὸς οὐκ ἀφεῖ τινα πειρασθῆναι ὑπὲρ ὃ δύναται.

Ἐν παντὶ οὖν προσφέρωμεν αὐτῷ τὴν ἱκεσίαν, καὶ αὐτὸς διακρινεῖ ἡμῶν τὸ ἀγαθὸν ἀπὸ τοῦ νομιζομένου ἀγαθοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν φαίνηταί μοί τι εἶναι ἀγαθόν, ἀντιπράττει δὲ ἐναντίος λογισμὸς κωλύων με ποιῆσαι αὐτό, ὡς μὴ ἀγαθόν, πόθεν δύναμαι καταλαβεῖν εἰ ἔστιν ἀληθῶς ἀγαθόν;