Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Αντιμετώπιση αιρέσεων, υπακοή στο κοινόβιο και καταπολέμηση της καταλαλιάς

Οδηγίες για τη στάση έναντι των αιρετικών, τον έλεγχο της ανυπακοής και της σκληροκαρδίας εντός της αδελφότητος, καθώς και την αυστηρή απόρριψη της καταλαλιάς και της πνευματικής ακηδίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 18 από 22

Ὁ μὲν εἰρηνικὴν κατάστασιν ἔχει καὶ διδάσκει τὸν μὴ ἀκηδιῶντα, ὁ δὲ ταραχώδη. Ὁ μὲν πελασθῆναι εἰς πόλεις καὶ χώρας ποιεῖ τοὺς ἀνθρώπους, ὁ δὲ ἀπαλλαγῆναι τούτων πάντων. Ὁ μὲν λύπην ἐμβάλλει εἰς τὴν καρδίαν διατήκων αὐτήν, ὁ δὲ εὐχαριστίαν τὴν καλῶς πρεσβεύουσαν ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας πρὸς τὸν μέγαν ἰατρὸν τὸν βαστάζοντα ἡμῶν τὰ πάθη.

Ἐγὼ τέως, ἄδελφέ μου γνήσιε, ὁπότε ὀκνηρὸς ἐγενόμην, οὐκ ἔδειξα ἐμαυτὸν ἰατρῷ, οὐδὲ φάρμακον ἐπέθηκα τραύματι, οὐ κατὰ ἀρετὴν ἀλλὰ κατὰ ὀκνηρίαν, παραιτούμενος τὸ πελασθῆναι ἐν πόλεσι καὶ κώμαις καὶ τὸ μὴ βαρῆσαί τινα καὶ ποιῆσαί τινα σκυλῆναι πρός με τὸν ἀνάξιον, φοβούμενος τὴν μέλλουσαν ἔσεσθαι ἐπαγγελίαν ἐν τῇ προσδοκωμένῃ ὥρᾳ τοῖς κατ’ ἐμέ. Ὁ δὲ δυνάμενος κατὰ ἀρετὴν ὑπενεγκεῖν μακάριός ἐστι, συμμέτοχος γὰρ γίνεται τῆς τοῦ ἐν ἁγίοις Ἰὼβ ὑπομονῆς. Μνημονεύω δὲ ὅτι καὶ πολλαὶ γυναῖκες ὑπέμειναν καρτεροῦσαι ἐν τοῖς σωματικοῖς πάθεσιν, ἀφεῖσαι τὸ πᾶν τῷ Θεῷ. Καὶ αἰσχύνομαι ἐγὼ ὁ τῷ ὀνόματι ἀνὴρ λεγόμενος. Καὶ ἡ αἱμορροοῦσα ἀφεῖσα τὴν προτέραν αὑτῆς κατάστασιν, μαθοῦσα ὅτι οὐδὲν αὐτὴν ἠδυνήθησαν ὠφελῆσαι οἱ σωματικοὶ ἰατροί, οἷς καὶ τὰ αὑτῆς ἐδαπάνησεν, ἔλαβε κατάστασιν ἄλλην καὶ προσέδραμε πρὸς τὸν μέγαν καὶ πνευματικὸν ἰατρὸν τὸν ἐπουράνιον, τὸν τὰς ψυχὰς καὶ τὰ σώματα θεραπεύοντα, καὶ πρὸ κελεύσεως φοβηθὲν ἔφυγε τὸ πάθος. Καὶ ἡ Χαναναία ἀφῆκε τοὺς ἀνθρώπους τοῦ κόσμου, τοὺς γόητας, τοὺς ἐγγαστριμύθους, τοὺς μάντεις, ἰδοῦσα ὅτι ματαία ἦν αὐτῶν ἡ τέχνη καὶ δαιμονιώδης, καὶ προσέδραμε τῷ Δεσπότῃ κράζουσα· «Ἐλέησόν με υἱὲ Δαβίδ.» Καὶ ἀπὸ περάτων γῆς μέχρι τῶν περάτων αὐτῆς, κεκήρυκται πᾶσι τὸ γεγονὸς αὐτῇ παρὰ τοῦ φιλανθρώπου ἰατροῦ.

Ἀφῶ τὰς λοιπὰς καὶ ἀδολεσχῶ εἰς ταύτας, εἴ πως δυνηθῶ ὀψέποτε καταντῆσαι εἰς τὴν αὐτῶν πίστιν καὶ τοῦ μακαρισμοῦ μὴ ἀποτύχω. Ἀρκοῦσί με αἱ δύο αὗται εἰς ἔλεγχον αἰσχύνης καὶ οὐ χρεία ἐνεγκεῖν τὴν πίστιν καὶ τὴν ταπείνωσιν τοῦ ἑκατοντάρχου εἰς τὸ μέσον, ὅτι οὐ μόνον ἀφεὶς τοὺς ἰατροὺς καὶ τοὺς ἄλλους πρὸς τὸν Δεσπότην ἦλθεν, ἀλλὰ καὶ ἔκρινεν ἑαυτὸν ἀνάξιον τοῦ εἰσενεγκεῖν αὐτὸν εἰς τὸν οἶκον αὑτοῦ καὶ πίστει ἔλεγεν αὐτῷ· «Λόγῳ μόνον εἰπὲ καὶ ἰαθήσεται ὁ παῖς μου.» Μεγάλη ἡ πίστις, καὶ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν ἐπῃνέθη.

Ταῦτα δὲ λέγων ἐμαυτὸν καταισχύνω, ὅτι οὐκ ἐπιποθῶ, οὐ ζηλῶ, οὐ σπουδάζω, οὐ προσπίπτω, καὶ οὐκ οἶδα ὁ ἄθλιος πότε φθάνει μου ἡ ἀπόφασις. Πότε γίνεταί μου ἡ κλῆσις; Πότε ἔρχεται ὁ φοβερὸς καὶ ἀπότομος ἄγγελος μετ’ ἐπιτιμίας λαβεῖν μου τὴν ταλαίπωρον ψυχήν; Πότε κλείεται ἡ θύρα καὶ μένω κράζων μετὰ τῶν πέντε παρθένων, καὶ οὐδείς μου ὑπακούει. Ὅτι μὲν δάκνουσί με ταῦτα πρὸς τὸ παρόν, δῆλον, καὶ ὅτι νικᾷ με ἡ χαυνότης καὶ ἡ ὀκνηρία, οὐκ ἔστι κρυπτόν. Τί οὖν;

Ἀπελπίσω ἐμαυτοῦ; Μὴ γένοιτο! Αὕτη γὰρ ἡ ἁμαρτία εἰς θάνατόν ἐστιν. Ἀλλὰ παρακλήθητι, ἄδελφε, ὡς ἐπὶ νεκροῦ καὶ τάφου ὀζωμένου, ἐκχέαι ἐπ’ ἐμὲ πικρῶς τὰ δάκρυα. Οἴδαμεν γὰρ τί ἀνύουσιν, ὅτι ἐδίδαξεν ἡμᾶς ἡ πεῖρα τοῦ κλαυθμοῦ Πέτρου. Καὶ εὖξαι ὑπὲρ ἐμοῦ τοῦ ταῦτα λέγοντος, ποιοῦντος δὲ οὐδὲν ἀγαθόν, ἵνα καὶ εἰς ἐμὲ σπλαγχνισθῇ ὁ ἀγαθὸς ἰατρός, καὶ θεραπεύσῃ μου τὰ πάθη ψυχῆς τε καὶ σώματος. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις· Ἰδοὺ εἰς τὸν Θεὸν καὶ εἰς τὰς χεῖράς σου ἐμαυτὸν παραδίδωμι. Φρόντισον οὖν μου Πάτερ εὔσπλαγχνε, διὰ τὸν Κύριον. Ἀπόκρισις· Ἄδελφε, οὕτω πιστεύων, οὐκ ἀθετῇ παρὰ τοῦ Χριστοῦ τοῦ εἰπόντος τῇ ἁμαρτωλῷ· «Ἡ πίστις σου σέσωκέ σε.» Τὸ πᾶν οὖν ἄφες τῷ Θεῷ, ὅτι αὐτῷ μέλει περὶ ἡμῶν.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν Γέροντα λέγων· Ἐάν τις ἔχῃ πάθος δεόμενον χειρουργίας, εἰ ὀφείλει χειρουργηθῆναι; Καὶ εἰ δεῖ γνώμης γενέσθαι Πατέρων περὶ τούτου; Ἀπόκρισις Ἰωάννου·

Χρὴ τέκνον, τὸν ἔχοντα οἱονδήποτε πάθος ἐρωτᾶν περὶ αὐτοῦ τινα τῶν Πατέρων καὶ κατὰ γνώμην αὐτοῦ ποιεῖν πάντα. Ἐνίοτε γὰρ εὑρίσκεται ἔχων χάρισμα ἰαμάτων ὁ γέρων καὶ ἐργάζεται λεληθότως τὴν ἴασιν, καὶ οὐκ ἀεὶ χρῄζει σαρκικῶν ἰατρῶν.

Ἐρώτησις· Ἐὰν φαίνηταί μοι πρᾶγμα καλόν, τυχὸν τὸ ἐγκρατεύσασθαι ἢ ἀσκῆσαι ἡσυχίαν ἢ δοῦναί τινι εὐποιΐαν καὶ τὰ τοιαῦτα, ἆρα χρὴ ἀπ’ ἐμαυτοῦ ποιῆσαι ἢ γενέσθαι γνώμης Πατέρων; Ἀπόκρισις· Τὸ μὴ λαβεῖν γνώμην Πατέρων περὶ πράγματος νομιζομένου καλοῦ τὰ ἔσχατα αὐτοῦ εἰς κακὰ ἔρχεται.

Καὶ παραβαίνει τις τὴν ἐντολὴν τὴν λέγουσαν· «Υἱὲ μετὰ βουλῆς πάντα ποίει», καὶ τὸ «Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι.» Καὶ οὐδαμοῦ εὑρήσεις τὴν Γραφὴν ἐπιτρέπουσάν τινι ἀφ’ ἑαυτοῦ τι ποιεῖν. Τὸ γὰρ μὴ λαβεῖν γνώμην ὑπερηφανία ἐστί, καὶ ὁ τοιοῦτος εὑρίσκεται πολέμιος τῷ Θεῷ. «Ὁ Θεὸς γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.» Καὶ τίς ἂν εἴη ταπεινός, εἰ μὴ ὁ κλίνων τὸν αὐχένα πρὸς τοὺς Γέροντας καὶ λαμβάνων τὴν αὐτῶν γνώμην κατὰ φόβον Θεοῦ;

Ἐρώτησις· Ἐάν τις ὑπονοῆται εἶναι αἱρετικός, ὁμολογῇ δὲ τὴν ὀρθὴν πίστιν, ἆρα δεῖ πιστεύειν αὐτῷ ἢ οὔ; Ἀπόκρισις· Οἱ Πατέρες οὐκ ἀπῄτησαν εἰ μὴ ὀρθὴν πίστιν καὶ ὁμολογίαν στόματος. Ἐὰν οὖν κατὰ ἀλήθειαν εὑρεθῇ τις βλασφημῶν τὸν Χριστὸν εἰς τὸ στόμα αὐτοῦ καὶ δίχα ζῶν αὐτοῦ, ἀπὸ τούτου χρὴ φυγεῖν καὶ μὴ ἐγγίζειν αὐτῷ.

Περὶ γὰρ καρδίας, πᾶς ὁ μὴ φυλάσσων τὰς ἐντολὰς τοῦ Χριστοῦ αἱρετικός ἐστι καὶ ἐὰν ὁ ἄνθρωπος μὴ πιστεύσῃ ἐν τῇ καρδίᾳ αὐτοῦ, οἱ λόγοι οὐδὲν ὠφελοῦσιν αὐτόν. Ἐρώτησις· Ἐὰν ἀββᾶς τινος εὑρεθῇ αἵρεσιν ἔχων, ἆρα ὀφείλει ἐξ αὐτοῦ ἀναχωρεῖν ὁ ἀδελφός;

Ἀπόκρισις· Ἐὰν ἀκριβῶς φανερωθῇ ὅτι ἔχει τὴν αἵρεσιν, δεῖ ἀναχωρεῖν ἐξ αὐτοῦ. Ἐὰν δὲ ἐξ ὑπονοίας μόνης, οὐ δεῖ ἀναχωρεῖν οὐδὲ ἀναζητεῖν τὰ κατ’ αὐτόν. Τὰ γὰρ κρυπτὰ τοῖς ἀνθρώποις, τῷ Θεῷ τὰ φανερά. Ἐρώτησις· Ἐὰν ὁ μὲν ἀββᾶς ὀρθῶς φρονῇ, ἐν δὲ τῷ τόπῳ ἐκείνῳ προσδοκᾶται κινεῖσθαι αἵρεσις καὶ δέος μήπως ἀνάγκη γένηται τοῦ παραβῆναι τὴν ὀρθὴν πίστιν, καὶ οὐ βούλεται μεταστῆναι ὁ ἀββᾶς, ὁ δὲ ἀδελφὸς γινώσκων τὴν ἑαυτοῦ ἀσθένειαν θέλει ἀναχωρῆσαι ἐκ τοῦ τόπου ἐκείνου εἰς ἕτερον τόπον, ἆρα καλῶς ποιεῖ ἢ οὔ;

Ἀπόκρισις· Πρὸ καιροῦ τοῦ φανερωθῆναι τὴν αἵρεσιν τὴν φέρουσαν τὴν ἀνάγκην, οὐκ ὀφείλει τις ἀναχωρῆσαι, μήποτε πληρωθῇ περὶ αὐτοῦ τὸ «Φεύγει ὁ ἀσεβὴς μηδενὸς διώκοντος.» Ἐὰν δὲ φανερωθῇ, τότε ὀφείλει μετὰ γνώμης Πατέρων πνευματικῶν κατὰ φόβον Θεοῦ τοῦτο πρᾶξαι.

Ἐρώτησις· Τί οὖν ὅτε ἐν αὐτῷ τῷ τόπῳ οὐχ εὑρίσκονται Πατέρες εἰς οὓς πληροφορεῖται, ὅτι δύνανται αὐτῷ διακρῖναι τὸ πρᾶγμα; Ἆρα χρὴ αὐτὸν ἐξελθεῖν τέως διὰ τὸν κίνδυνον τῆς αἱρέσεως, καὶ ἀπελθεῖν ἀλλαχοῦ ἔνθα εἰσὶν οἱ δυνάμενοι διακρῖναι, κἀκεῖ ἐρωτῆσαι αὐτοὺς περὶ τούτου;

Ἀπόκρισις Ἰωάννου· Ναί, ὀφείλει οὕτως ποιῆσαι καὶ τὰ λεγόμενα αὐτῷ παρ’ αὐτῶν πληρῶσαι. Ἐρώτησις· Ἐάν τις συνοδεύσῃ μοι τῶν Πατέρων καὶ φιλονεικῇ βαστάξαι ὃ ἐγὼ βαστάζω, καὶ οὐ πρέπῃ οὐδὲ οἰκοδομῇ τοὺς ὁρῶντας, ὅτι μείζων μού ἐστι, τί ὀφείλω ποιῆσαι;

Ἀπόκρισις· Βάλε μετάνοιαν μετὰ ταπεινώσεως, ἵνα σὺ βαστάξῃς. Ἐὰν δὲ μηδὲ οὕτως ἀνάσχηται, βάλε ἐκ δευτέρου μετάνοιαν λέγων ὅτι «Οὐκοῦν συγχώρησόν μοι διὰ τὸν Κύριον, ὅτι οὐ δυνάμεθα ὁμοῦ περιπατῆσαι, σκάνδαλον γὰρ παρακολουθεῖ τοῖς ὁρῶσι.» Καὶ ἐὰν μετὰ τὴν μετάνοιαν φιλονεικήσῃ, μὴ ἀνάσχῃ αὐτοῦ, τοῦτο γὰρ διαβόλου ἐστί.

Ἐρώτησις· Καὶ ἆρα οὐ συμφέρει κόψαι τὴν φιλονεικίαν καὶ ἐᾶσαι αὐτὸν βαστάξαι, κἂν σκάνδαλον τοῖς ὁρῶσι γίνηται; Φαίνεται γὰρ ἐνταῦθα ἡ φιλονεικία κακωτέρα εἶναι ἐκείνου. Ἐν δύο δὲ κακοῖς τάχα δεῖ τὸ ἔλαττον ἐπιλέξασθαι.

Ἀπόκρισις· Ἡ φιλονεικία ἡ μετὰ τὴν μετάνοιαν γινομένη, φανεροῖ ὅτι κατὰ διάβολόν ἐστι καὶ οὐ χρὴ ἀκολουθῆσαι αὐτῇ. Οἱ Πατέρες γὰρ λέγουσιν ὅτι τὰ περισσὰ τῶν δαιμόνων εἰσί. Ἀδελφὸς ἠρώτησε τὸν μέγαν Γέροντα εἰ συμφέρει αὐτῷ ἡσυχάσαι.

Ἀπόκρισις Βαρσανουφίου· Ὁ τὴν ὁδὸν τοῦ Θεοῦ θέλων ὁδεῦσαι, μὴ ἀπαιτήσῃ ἑαυτῷ τὴν τιμήν. Ἡ ὁδὸς δὲ τοῦ Θεοῦ ποία ἐστίν, εἰ μὴ ἵνα βάλῃ τίς ποτε τὸ θέλημα ἐν πᾶσιν ὀπίσω καὶ τὸ ἔχειν ἑαυτὸν ὑστερώτατον πάντων καὶ ἐλαχιστότερον πάντων; Ὁ τοιοῦτος δύναται ὁδεῦσαι τὴν ὁδὸν ταύτην.

Ἐὰν γὰρ μή τίς ποτε κόψῃ τὸ θέλημα ἑαυτοῦ καὶ θήσῃ τὴν ἐλπίδα αὑτοῦ ἐπὶ τὸν Κύριον, οὐ δύναται. Καὶ εἰς αὐτὸν πληροῦται ὁ λόγος τοῦ ἁγίου Εὐαγγελίου· «Ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.» Ἡ ζωὴ καὶ ἡ σωτηρία αὕτη ἐστὶν ἣν ζήλωσον κτήσασθαι, ἄλλη γὰρ ὁδὸς οὐκ ἔστιν εἰ μὴ αὕτη. Ἄδελφε, μὴ χλευασθῇς.

Ἐρώτησις· Τί ποιήσω Πάτερ, ὅτι οἱ πόλεμοι θλίβουσί με καὶ σφίγγουσι κατ’ ἐμοῦ; Καὶ εἰπέ μοι τί ἐστι τὸ σημεῖον τοῦ ἔχειν με τὴν ἐλπίδα πρὸς τὸν Θεὸν καὶ τὸ σημεῖον τῆς συγχωρήσεως τῶν ἁμαρτιῶν, καὶ πῶς ἐστι τὸ καθίσαι με κατὰ Θεόν.

Ἀπόκρισις· Ἄδελφε, ὁ καιρὸς τῶν πολέμων καιρὸς ἐργασίας ἐστί. Μὴ παραλυθῇς, ἀλλ’ ἔργασαι, πολέμησον. Ὅταν σφίγξῃ ὁ πόλεμος, σφίγξον καὶ σύ, κράζων· Κύριε Ἰησοῦ Χριστέ, σὺ βλέπεις τὴν ἀδυναμίαν μου καὶ τὴν θλῖψίν μου, βοήθησόν μοι καὶ ῥῦσαί με ἀπὸ τῶν καταδιωκόντων με, ὅτι πρὸς σὲ κατέφυγον. Καὶ εὖξαι τοῦ λαβεῖν δύναμιν δουλεῦσαι τῷ Θεῷ ἐν καθαρᾷ καρδίᾳ. Τὸ σημεῖον ὅτι ἔχει τις τὴν ἐλπίδα πρὸς τὸν Θεόν, ἐστι τὸ ἐκτινάξαι ἑαυτὸν ἀπὸ παντὸς μολυσμοῦ τῆς φροντίδος τῆς σαρκὸς καὶ μὴ λογίσασθαι ὅλως ὅτι ἔχει τίποτε τοῦ αἰῶνος τούτου, ἐπεὶ εἰς αὐτὸ ἔχει τὴν ἐλπίδα καὶ οὐκ εἰς τὸν Θεόν. Τὸ σημεῖον τῆς συγχωρήσεως τῶν ἁμαρτιῶν ἐστι τό τινα μισῆσαι αὐτὰ καὶ μηκέτι ποιῆσαι αὐτά. Ἐὰν δὲ ἀκμὴν μελετᾷ εἰς αὐτὰ καὶ συντίθεται ἐν τῇ καρδίᾳ αὑτοῦ ἢ καὶ πράττῃ, σημεῖόν ἐστιν ὅτι ἀκμὴν οὐ συνεχωρήθησαν αὐτῷ, ἀλλ’ ἀκμὴν ἐνέχεται αὐτοῖς. Τὸ καθίσαι κατὰ Θεόν, ἐστι τὸ κατακρῖναί τινα ἑαυτὸν ὅταν ἡδύνηται τῇ καρδίᾳ ἐν τῇ καλλονῇ τοῦ κελλίου ἢ ἐν τῇ σωματικῇ ἀναπαύσει, αὐτοῦ λέγοντος· Οὐαί μοι τῷ ἁμαρτωλῷ, ὅτι εὑρίσκω πράγματα εἰς κατάκριμά μου, καὶ ἀνάξιός εἰμι αὐτῶν, καὶ ἄλλοι ἄξιοι θλίβονται, πελαζόμενοι μὴ εὑρίσκοντες σαρκικὴν ἀνάπαυσιν. Κύριε Ἰησοῦ Χριστέ, συγχώρησόν μοι καὶ περὶ τούτου ἕνεκεν τοῦ ὀνόματός σου τοῦ ἐπικληθέντος εἰς ἡμᾶς.

Ὁ Κύριος ἐνισχύσει σε καὶ ἐνδυναμώσει σε τέκνον, ἵνα προκόψῃς καὶ ἔλθῃς εἰς μέτρον τέλειον. Ἀμήν.

Ἀδελφὸς ἠρώτησε τὸν ἄλλον Γέροντα λέγων· Πάτερ, εὔχου ὑπὲρ ἐμοῦ διὰ τὸν Κύριον καὶ εἰπέ μοι εἰ καλόν ἐστι τὸ ἡμᾶς αἰτεῖν πολλάκις τοὺς Πατέρας εὔχεσθαι ὑπὲρ ἡμῶν, κἂν ἤδη διεβεβαιώσαντο τοῦτο ποιεῖν. Ἢ μήτι δοκοῦμεν αὐτοὺς πειράζειν;

Ἀπόκρισις Ἰωάννου· Ἄδελφε, πολλάκις ἔγραψά σοι περὶ τῆς εὐχῆς ὅτι ἀπὸ τῆς ἐντολῆς τοῦ Θεοῦ χρεωστοῦμεν εὔχεσθαι ὑπὲρ ἀλλήλων, μάλιστα ὅταν καὶ αἰτώμεθα ὑπὸ ἄλλων τοῦτο ποιῆσαι, ὑπερχρεῶσται εὑρισκόμεθα. Οὐ δυνάμεθα οὖν μὴ ποιῆσαι τὴν δύναμιν ἡμῶν. Περὶ δὲ τοῦ αἰτεῖν εὐχὴν τοὺς Πατέρας ἡμῶν συμφέρει. Φησὶ γάρ· «Εὔχεσθε ὑπὲρ ἀλλήλων.» Καὶ πάλιν· «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.» Καὶ οὐ χρὴ ἀμελῆσαι, μνημονεύοντας τῆς ἀναιδείας τῆς χήρας πρὸς τὸν ἄδικον ἄρχοντα. Καὶ εἰ οἶδεν ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος ὧν χρείαν ἔχομεν πρὸ τοῦ αἰτῆσαι αὐτόν, διὰ τί οὐκ εἶπε· «Μὴ αἰτήσητε, οἶδα γὰρ τί θέλετε πρὸ τοῦ αἰτήσασθαί με;» Ἀλλ’ αὐτὸς εἶπεν· «Αἰτεῖτε καὶ λαμβάνετε» καὶ τὰ ἑξῆς, ὥστε οὖν καλόν ἐστι τὸ αἰτεῖν ἵνα λάβωμεν κατὰ τὴν αὐτοῦ ἐπαγγελίαν. Αἰτῶν δὲ τὴν εὐχήν, οὕτως εἰπέ·

Ἀββᾶ, κακῶς ἔχω, δέομαί σου, εὖξαι ὑπὲρ ἐμοῦ ὡς οἶδας ὅτι χρῄζω ἐλέους Θεοῦ. Καὶ ὡς θέλει ὁ Θεὸς ποιεῖ μετὰ σοῦ τὸ ἔλεος, αὐτοῦ γάρ ἐστιν ἡ φιλανθρωπία καὶ αὐτοῦ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐρώτησις· Ἐὰν συνεσθίων τις τοῖς ἀδελφοῖς, τάχιον λάβῃ τὴν χρείαν αὐτοῦ, καλόν ἐστιν αἰτῆσαι τὸν ἀββᾶν ἵνα ἀναστῇ ἢ μείνῃ μέχρι πάντες ἀναστῶσιν. Ἐὰν δὲ τὸ μέτρον τοῦ ἄρτου συγκαταμερίσῃς πᾶσι τοῖς ἑψητοῖς, ποῖον βέλτιον;

Ἀπόκρισις· Καθήμενός τις εἰς τὴν τράπεζαν, ἐὰν ἴδῃ ὅτι ἐγένετο αὐτοῦ ἡ χρεία καὶ οὐ δύναται καθίσαι μὴ τρώγων, αἰτήσῃ ἵνα ἀναστῇ. Τὸ δὲ καθίσαι καὶ μὴ φαγεῖν, μεῖζον αὐτοῦ ἐστι. Τὸ δὲ ἐπεκτεῖναι τὸ βουκὶν αὐτοῦ εἰς ὅλα τὰ ἑψητά, τοῦτο καλλιώτερον τῶν δύο ἐστίν.

Ἀδελφοὶ βουλόμενοι ἐγκρατεύσασθαι, ἠρώτησαν τὸν ἀββᾶν εἰ ἐπιτρέπει αὐτοῖς προανίστασθαι τῶν ἄλλων ἀδελφῶν ἐκ τῶν τραπεζίων, διὰ τὸ μὴ δύνασθαι προσκαθημένους περιγενέσθαι τῆς κοιλίας. Καὶ τοῦ ἀββᾶ ἐπιτρέψαντος αὐτοῖς ἀναστῆναι, τινὲς διεκρίθησαν καὶ κατελάλουν αὐτῶν, μὴ συνιέντες τὴν ἐκ τούτων ὠφέλειαν. Καὶ ἔπεμψαν ἐρωτῶντες τὸν αὐτὸν Γέροντα περὶ τούτου.

Ἀπόκρισις Ἰωάννου· Ἐκεῖνοι μὲν ὡς ἐργάται καὶ προσέχοντες ταῖς ἑαυτῶν ψυχαῖς, τοῦτο ποιοῦσι ἀγωνιζόμενοι εἰς ἐγκράτειαν, μήποτε ἐν τῷ καθέζεσθαι λιμβευθῶσιν ἔτι μεταλαβεῖν τῶν παραθεμένων. Τῶν γὰρ τελείων ἐστὶ τὸ μεῖναι ἐν τῇ τραπέζῃ καὶ μὴ ἡττηθῆναι τῇ κοιλίᾳ. Ὑμεῖς δὲ ἀργοί ἐστε, ὅτι οὐ συνήκατε εἰς τοὺς λόγους τῶν Πατέρων τοὺς λέγοντας· «Μὴ εἴπῃς· Διὰ τί τοῦτο; εἰς τί τοῦτο; Ἀλλὰ ἑαυτῷ πρόσχες.» Οἵτινες πάλιν παραινοῦσι τὸ μὴ καταλαλῆσαί τινος, πληροφοροῦντες τὸν προφητικὸν λόγον· «Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων.» Καὶ ἐνεπέσατε εἰς τὴν ἀπόφασιν τὴν λέγουσαν· «Ὁ κακὸς ἄνθρωπος ἐκ τοῦ κακοῦ θησαυροῦ αὐτοῦ ἐκβάλλει τὰ κακά.» Διὰ τί οὐχὶ μᾶλλον ἐνεθυμήθητε περὶ τῶν ἀδελφῶν ἀγαθὰ εἰς οἰκοδομήν, ὅτι Ἡμεῖς ἀμελοῦμεν, καὶ οἱ ἀδελφοὶ ἡμῶν ἐγκρατεύονται; Καθὼς αὐτοὶ οἱ ἐγειρόμενοι ἀδελφοὶ ὑμῶν τὰ ἀγαθὰ λογίζονται περὶ ὑμῶν λέγοντες· Οὐαὶ ἡμῖν, ὅτι ἀπὸ ἀσθενείας ἐγειρόμεθα, οἱ δὲ ἀδελφοὶ ἡμῶν, κἂν περισσότερον ἡμῶν φάγωσιν, οὐ βλάπτονται, πάντα γὰρ μετὰ διακρίσεως ποιοῦσι. Καὶ ἐν τούτῳ αὐτοὶ μὲν φεύγουσι τὴν ἀπειλὴν τῆς κατακρίσεως, τὴν λέγουσαν· «Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε», ὑμεῖς δὲ περιπίπτετε αὐτῇ, κρίνοντες τοὺς ἀδελφοὺς ὑμῶν τοὺς ὑπὲρ ὑμᾶς, παραβαίνοντες τὸν λόγον τοῦ Ἀποστόλου λέγοντος· «Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω.»

Μᾶλλον δὲ ὀφείλετε μεταλαμβάνοντες περισσότερον ἐκείνων λυπεῖσθαι μὲν ὡς ἡττημένοι τῇ κοιλίᾳ, εὐχαριστεῖν δὲ τῷ Θεῷ ἐπὶ τῇ μεταλήψει, καὶ δύναται ὑμᾶς ἐλευθερῶσαι διὰ τῆς εὐχαριστίας τοῦ πολέμου τῆς κοιλίας, καὶ τῆς κατακρίσεως τῆς πρὸς τοὺς ἀδελφούς.

Ἐὰν δὲ θέλητε συνιέναι, εἰς διάκρισιν ἔρχονται τὰ πράγματα, διακρῖναι τὸ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ, κατὰ τὸν Ἀπόστολον λέγοντα· «Πάντα δοκιμάζετε, τὸ δὲ καλὸν κατέχετε.» Τῆς οὖν δοκιμασίας τοῦ ἀββᾶ τοῦτο τὸ πρᾶγμά ἐστι χωρὶς πάσης ἀντιλογίας.

Ἀδελφὸς ἠρώτησε τὸν μέγαν Γέροντα· Δογματικὰ βιβλία ἔχω καὶ ἀναγινώσκων εἰς αὐτά, αἰσθάνομαι ὡς μεταφερόμενον τὸν νοῦν μου ἀπὸ τῶν ἐμπαθῶν λογισμῶν πρὸς τὴν θεωρίαν αὐτῶν. Ἔστι δ’ ὅτε ἐπιτιμᾷ μοι ὁ λογισμὸς λέγων· «Οὐκ ὀφείλεις τοιαῦτα ἀναγινώσκειν ἄθλιος ὢν καὶ ἀκάθαρτος.» Ἀπόκρισις Βαρσανουφίου·

Οὐκ ἤθελον ἐν τούτοις διὰ τὸ αὐτὰ ἄνω αἴρειν τὸν νοῦν, ἀλλ’ ἐν τοῖς λόγοις τῶν Γερόντων ὅτι ταῦτα ταπεινοῖ κάτω τὸν νοῦν. Ἐγὼ δὲ οὐχ ὡς ἀτιμάζων αὐτὰ εἶπον, ἀλλ’ ὡς συμβουλεύων, ἔστι γὰρ καὶ τροφὴ καὶ τρυφή.

Ἀδελφός τις ξένος ἀσθενήσας ἦλθεν εἰς τὸ κοινόβιον θεραπευθῆναι καὶ ἐδόθη εἰς κελλίον ἀδελφοῦ, καὶ βαρέως ἤνεγκεν ὁ ἀδελφός. Καὶ μαθὼν ὁ Γέρων ἐδήλωσεν αὐτῷ ταῦτα· Ἐρεύνησον τὸν λογισμόν σου, ἄδελφε, καὶ μάθε· Εἰ ἦν ὁ ἀδελφός σου ὁ σαρκικός, οὐκ εἶχες αὐτὸν δέξασθαι ἐπάνω τῶν βλεφάρων σου; Ἰδὲ οὖν τὰ σαρκικὰ ἐργάζονται μετὰ σοῦ, ἀπέλαβες γὰρ τὸν πνευματικόν σου ἀδελφόν.

Πάντες γὰρ ἕν ἐσμεν ἐν Χριστῷ. Πρόσεχε οὖν ἑαυτῷ, ἄδελφε, ἐν φόβῳ Θεοῦ. Καὶ ταῦτα ἀκούσας ὁ ἀδελφὸς πάνυ κατενύγη, καὶ ὠφεληθεὶς ἐδήλωσε τῷ Γέροντι λέγων· Συγχώρησόν μοι κύριε ἀββᾶ, καὶ εὖξαι ὑπὲρ ἐμοῦ, καὶ δέχομαι τὸν ἀδελφόν μου μετὰ χαρᾶς μεγάλης.

Ἀδελφὸς γενόμενος τοῦ αὐτοῦ Γέροντος πρὶν αὐτὸν ἡσυχάσαι ἐν τῷ κοινοβίῳ, ἐξενίτευσε. Καὶ ἐπανελθὼν ἐξουθένει τινὰ ἀδελφὸν εὐλαβῆ, ὡς ἰδιώτην ὄντα καὶ εὐτελῆ. Ἔπεμψε δὲ αἰτῶν τὸν Γέροντα ὁδηγῆσαι αὐτὸν ὡς τὸ πρῶτον εἰπών· «Ὁ Θεὸς πάλιν ἤνεγκέ με πρὸς τὴν σὴν ἁγιωσύνην.» Ἀπόκρισις Βαρσανουφίου·

Λέγει ὁ Ἀπόστολος· «Ἡ βασιλεία τοῦ Θεοῦ οὐκ ἐν λόγῳ.» Εἶπεν ὁ ἀββᾶς Μακάριος· Τὸν ὀρθῶς πιστεύοντα καὶ ἐν εὐσεβείᾳ ἐργαζόμενον, Ἰησοῦς οὐ παραδίδωσιν εἰς πάθη καὶ χεῖρας δαιμόνων. Ὁ Κύριος εἶπεν ὅτι «Ἐν ταῖς ἡμέραις Ἠλίου πολλαὶ χῆραι ἦσαν ἐν τῷ Ἰσραήλ, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη, εἰ μὴ πρὸς τὴν ἐν Σαρέπτᾳ τῆς Σιδῶνος, καίτοι ἦν Ἕλλην.» Καὶ πάλιν εἶπεν· «Ἐν ταῖς ἡμέραις Ἐλισσαιέ, πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Νεεμὰν ὁ Σύρος.» Καίτοι ἦν ἀλλογενής, ἀλλ’ ἐπίστευσεν. Ὥστε ἐνόμισα ὅτι ἐξενίτευσας, ἀφῆκες τὸ δικαίωμα καὶ ἐκέρδησας ταπείνωσιν. Καὶ ὡς βλέπω ἐκ τῶν λογισμῶν σου ὅτι ἐκεῖνος αὐτὸς εἶ, ἢ καὶ χείρων. Εἰ τὰ μωρὰ καὶ ἐξουθενημένα τοῦ κόσμου καὶ οὐδαμινὰ ἐξελέξατο ὁ Θεός, δῆλόν ἐστιν ὅτι τὰ ἔνδοξα καὶ ἔχοντα καύχημα παρὰ ἀνθρώποις ἀπεβάλετο. Οὐ τοίνυν τὰ ἀρέσκοντα τοῖς ἀνθρώποις ἀρέσκει τῷ Θεῷ. Ἀλλὰ τὰ ἄτιμα τοῖς ἀνθρώποις διὰ τὸν Θεόν, ἔχει μακαρισμὸν ἐνώπιον τοῦ Θεοῦ, καθὼς λέγει ὅτι «Μακάριοί ἐστε ὅταν ἀφορίσωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ μισήσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκεν τοῦ ὀνόματός μου. Χάρητε καὶ σκιρτήσατε, ὅτι οὕτως ἐποίουν τοῖς προφήταις οἱ Πατέρες αὐτῶν.» Συνανεστράφης μεθ’ ἡμῶν οὐκ ὀλίγον χρόνον. Ἐρεύνησον τὴν καρδίαν σου, ποῖον λόγον ἢ ποίαν συμβουλίαν ἔσχες παρ’ ἡμῶν τὴν ἀποσχίζουσαν ἐκ τῆς ὁδοῦ τοῦ Θεοῦ;

Καὶ ἡ σκέπη ἡ γενομένη ἐπὶ σέ, πόθεν σοι ἐγένετο, εἰ μὴ ἐκ τῆς θλίψεως ἧς ἐβάστασας; Ὅτι ἐδίωξέ σε ὁ Γέρων εἰς τὴν σὴν ὠφέλειαν. Εἰπέ μοι, ἄδελφε, τὴν ἀρχὴν τοῦ ἀνθρώπου ὁ Θεὸς ζητεῖ ἢ τὰ ἔσχατα αὐτοῦ τῆς ἐκβάσεως;

Σὺ οὖν οἶδας τί ἐκέρδησας εἰς τὸν χρόνον τῆς ξενιτείας σου; Πάλιν οἶδας ὅτι συνοικοῦντί σοι μετ’ ἐμοῦ τότε, εἶπον ὅτι Ἐὰν ἀκούῃς μου εἰς ἓν καὶ ἀντιλέγῃς μοι εἰς ἕν, εἰς ὃ ἀκούεις, τὸ θέλημά σού ἐστιν εἰς αὐτό, καὶ οὐκ ἔχω κρῖμα δοῦναι ὑπὲρ σοῦ, ἀλλὰ τὸ αἷμά σου ἐπάνω τῆς κεφαλῆς σου καὶ τὸ νῦν ἡλικίαν ἔχεις δοῦναι περὶ σεαυτοῦ ἀπολογίαν. Ἐὰν ὁ Θεὸς ἤνεγκέ σε, αὐτὸς καὶ κυβερνᾷ σε. Ἐὰν δὲ τῷ θελήματί σου, γέγραπται ὅτι «Ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὑτῶν.» Ὥστε οὖν εὖξαι ὑπὲρ ἐμοῦ καὶ ἀμερίμνει ἀφ’ ἡμῶν. Κἀγὼ θέλω ἀμεριμνῆσαι εἰς πάντα ἐν Κυρίῳ. Ἀμήν.

Ἀδελφοὶ ἐξελθόντες ἀπὸ κοινοβίου ἠγόρασαν ἑαυτοῖς κελλία ἐν τοῖς τόποις ἐν οἷς ἦν τὸ κοινόβιον, δίχα γνώμης τοῦ ἀββᾶ αὐτῶν. Καὶ λυπηθεὶς πρὸς αὐτοὺς ὁ ἀββᾶς ὡς παραβάντας τὴν ἀκολουθίαν, ἐβούλετο διῶξαι αὐτοὺς ἐκεῖθεν. Αὐτοὶ δὲ ἀντειπεῖν ἐπεχείρησαν καὶ ἠρωτήθη ὁ αὐτὸς Γέρων περὶ τούτου εἰ καλῶς ἐποίησαν οἱ ἀδελφοί.

Καὶ τί χρὴ γενέσθαι; Ἀπόκρισις Βαρσανουφίου· Παντὶ εὑρίσκομεν ὅτι ἡ ἀντιλογία πολλοὺς ἀνθρώπους ἀπώλεσεν, ὡς καὶ τοὺς περὶ Δαθὰν καὶ Ἀβειρών, τοὺς ἀντιστάντας τῷ Μωϋσῇ. Καὶ τοῦτο σημεῖόν ἐστι κακόν, ὅτι εἰ τὸν ἀββᾶν αὑτῶν οὐ διετράπησαν, τίνα ἔχουσι διατραπῆναι;

Τὸ δὲ μὴ διατρέπεσθαί τινα, σημεῖόν ἐστιν ἀνταρσίας λογισμοῦ. Καὶ αὕτη ἡ ἀνταρσία τῆς νουθεσίας ἐστὶ τοῦ διαβόλου, ἐξ ἀρχῆς γὰρ ἀντῆρεν ὁ διάβολος καὶ οἱ τὸ αὐτὸ ποιοῦντες τέκνα αὐτοῦ γίνονται. Καὶ ποῖα γίνεται τούτοις; Οἱ τοιοῦτοι ἐξορίᾳ ἐξώρισαν ἑαυτοὺς τῆς ταπεινώσεως, φράξαντες τὰ ὦτα αὑτῶν τοῦ μὴ ἀκοῦσαι τοῦ λέγοντος· «Ἐὰν διώξωσιν ὑμᾶς εἰς τὴν πόλιν ταύτην, φεύγετε εἰς τὴν ἄλλην», καὶ «Τῷ θέλοντι κριθῆναί σοι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.» Οἱ δὲ τῷ κακῷ ὑπετάγησαν, τὸ δὲ κακὸν οὐδὲν ἀγαθὸν γεννᾷ. Φησὶ γάρ· «Οὐ δύναται σαθρὸν δένδρον καρποὺς καλοὺς ποιεῖν.» Κατεπάτησαν δὲ τὴν ἀκολουθίαν τῶν Πατέρων ἐν τῇ παραβάσει αὑτῶν, οἱ Πατέρες γὰρ λέγουσιν ὅτι «Ἐὰν ἀπέλθῃς οἰκῆσαι εἰς τὸν τόπον, πρότερον ἐπερώτησον μήποτέ τις λυπῆται ἐν τῇ σῇ οἰκήσει.» Καὶ εἰ περὶ ἄλλων ἐντέλλονται τοῦτο οἱ Πατέρες, πόσῳ μᾶλλον ἔνθα ἐστὶ λύπη τῷ ἡγουμένῳ τοῦ τοιούτου ἀνθρώπου. Τὸ γοῦν πέρας τοῦ πράγματος τούτου οὕτως ὀφείλει γενέσθαι·

Ἵνα αὐτοὶ μὲν ὡς ἁμαρτήσαντες, λάβωσι καὶ ἄλλους καὶ παρακαλέσωσι τὸν ἀββᾶν αὑτῶν συγχωρῆσαι αὐτοῖς καὶ μὴ ἀνταποδοῦναι κακὸν ἀντὶ κακοῦ. Ὁ δὲ συγχωρήσει αὐτοῖς, γέγραπται γὰρ ὅτι «Ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ βαστάσαι τὰ ἀσθενήματα τῶν ἀδυνάτων.» Καὶ ὁ Κύριος λέγει· «Ἐὰν μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν», καὶ πάλιν· «Γίνεσθε τέλειοι ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι.» Καὶ οὕτω δοξάζεται ὁ Θεός, ἐκ τοῦ γενέσθαι τοῦτο εἰς οἰκοδομὴν πολλῶν.

Ὁ ἀββᾶς τούτου τοῦ κοινοβίου, ἐν ᾧ ἦσαν οἱ ἅγιοι Γέροντες, διετάξατο τὸ πρᾶγμα γενέσθαι, καί τινες τῶν ἀδελφῶν ἔχοντες θέλημα βαρέως ἤνεγκαν καὶ ἐγόγγυζον. Καὶ τοῦτο μαθὼν ὁ αὐτὸς μέγας Γέρων ἐδήλωσεν αὐτοῖς τὴν ἀπόκρισιν ταύτην·

Ἀδελφοί, εἶπεν ὁ Κύριος· «Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούουσι καὶ ἐμοὶ ἀκολουθοῦσι» καὶ τὰ ἑξῆς. Εἴ τις οὖν ἀληθινὸς μαθητής ἐστιν, ἐν πᾶσιν ὑπακούει τῷ ἀββᾷ αὑτοῦ ἕως θανάτου. Καὶ εἰς πάντα ἃ ποιεῖ ὁ ἀββᾶς αὑτοῦ οἰκοδομεῖται, καὶ οὐ τολμᾶ διακρῖναι τὸ λεγόμενον, οὐδὲ εἰπεῖν· «Διὰ τὶ τοῦτο; εἰς τί τοῦτο;» Ἐπεὶ οὐκ ἔστι μαθητὴς τοῦ ἀββᾶ αὑτοῦ, ἀλλὰ κριτής. Ταῦτα δὲ πάντα οὐ γίνεται εἰ μὴ ἀπὸ τοῦ κακίστου θελήματος τοῦ ἀνθρώπου. Ἐὰν οὖν ὁ ἀββᾶς τινος εἴπῃ γενέσθαι πρᾶγμα, ἀντιλέξῃ δὲ ὁ μαθητής, φανερόν ἐστιν ὅτι τὸν λόγον ἑαυτοῦ θέλει στῆσαι καὶ καταργῆσαι τὸν λόγον αὐτοῦ. Διακρίνει οὖν ὁ τοιοῦτος τίς ἐστιν ὁ ἀββᾶς ἐκεῖνος, οὗ κατηργήθη ὁ λόγος ἢ οὗ ὁ λόγος ἐγένετο. Εἴ τις οὖν θέλει τὸ ἴδιον θέλημα στῆσαι, υἱός, ἐστι τοῦ διαβόλου, καὶ εἴ τις ποιεῖ τὸ θέλημα τοῦ τοιούτου, τὸ θέλημα τοῦ διαβόλου ποιεῖ.

Ἐὰν δὲ καὶ ποιήσῃ οὗτος τὸ θέλημα ἑαυτοῦ, οὐδὲ οὕτω λαμβάνει ἀνάπαυσιν. Καὶ τί ἐστι τὰ ἐν τῷ μεταξύ, ἀλλ’ ἢ ἀνηκοΐα ἥτις ἐστὶν ἀπώλεια ψυχῆς; Εἴ τις οὖν βλέπει ἑαυτὸν εἰς τὸν ἀββᾶν αὑτοῦ σκανδαλιζόμενον, ὀφείλει ἀναχωρῆσαι ἀπ’ αὐτοῦ καὶ μὴ ἀπολέσαι τὴν ψυχὴν αὑτοῦ, καὶ βαστάξαι τὸ κρῖμα ἄλλων οὓς διαστρέφει. Μὴ γινώσκων εἰ καλῶς ἢ κακῶς ἐποίησεν ὁ ἀββᾶς, ἀλλὰ σκανδαλιζόμενος ἀκαίρως διὰ τὸ ἴδιον θέλημα. Εἰ γὰρ καὶ ἐγένετο αὐτοῦ τὸ θέλημα, δικαιότερος τοῦ ἀββᾶ αὐτοῦ οὐδεὶς ἦν, εἰ δὲ καὶ καλλιώτερον τοῦ ἀββᾶ αὐτοῦ οἶδε τὸ συμφέρον, καὶ τί ἔτι μαθητεύεται παρ’ αὐτοῦ; Ἀπέλθῃ, καὶ αὐτὸς μαθητεύσῃ ἄλλους. Μὴ πλανᾶσθε ὑπὸ διαβόλου καὶ μένετε ἔχοντες τὸ θέλημα ὑμῶν εἰς βλάβην ὑμῶν. Οὐδέποτε γὰρ γίνεται ὑμῶν θέλημα· Κακία γὰρ κακίαν οὐκ ἀναιρεῖ, ἀλλ’ ὅταν ἀφῆτε τὸ θέλημα ὑμῶν τῷ Θεῷ, αὐτὸς ποιεῖ ὡς θέλει. Ἐγὼ ἀδελφοί, ὡς οἶδεν ὁ Θεός, φειδόμενος ὑμῶν ἔγραψα ὑμῖν. Εἴ τις οὖν δέχεται, ἔσται αὐτῷ εἰς σωτηρίαν, καὶ εἴ τις οὐ δέχεται, ἐὰν θέλῃ πτύσαι εἰς τὰ γραφέντα, ἐν αὐτῷ ἐστι, καθὼς ἤδη τινὲς εἰς τὴν καρδίαν, τινὲς δὲ καὶ ἐν τῷ στόματι κατελάλησαν ἡμῶν. Συγχωρήσατέ μοι.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τινα τῶν Πατέρων ἐρωτήσαντα εἰ χρὴ σφοδρῷ ἐπιτιμίῳ παιδεῦσαι τὸν ἴδιον μαθητὴν ἀντιλέγοντι. Ἄδελφε ἀγαπητέ, γνῶθι τὸν καιρόν, ὅτι πονηρός ἐστιν. Ἐπεὶ καλὴ καὶ θαυμαστή ἐστιν ἡ παιδεία καὶ πολλὰς ἔχει μαρτυρίας. Φησὶ γάρ· «Ὃν ἀγαπᾷ Κύριος παιδεύει», καὶ πάλιν· «Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, Κύριε», καὶ τὰ ἑξῆς. Ὁ ἀδελφὸς ὑπὸ τῆς σκληροκαρδίας πολεμεῖται, ἀλλὰ βάσταξον καὶ συγκοπίασον αὐτῷ καὶ «ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον» κατὰ τὸν τοῦ Ἀποστόλου λόγον. Καὶ ἐὰν δέξηται ταύτην τὴν παιδείαν, πάλιν ἀνακτᾶται. Ἐξύπνισον αὐτὸν ἀπὸ τοῦ βαθυτάτου ὕπνου τῆς σκληροκαρδίας. Ἐὰν γὰρ παχυνθῇ τὸ τῶν ἀκανθῶν κῴδιον αὐτοῦ, ἐν αὐτῷ πένθος μέγα καὶ ἀφόρητον.

Ἐὰν δὲ κοπιάσῃ ἀνασπᾶσαι τὰς ἀκάνθας ἕως εἰσὶ βοτάναι, δύναται διὰ τάχους ἀπαλλαγῆναι τοῦ τοιούτου πάθους. Ἐὰν δὲ σκληρυνθῇ τὸ ἀκάνθινον, κόπῳ καὶ μόχθῳ μετὰ πόνων ἀνασπᾶται. Εἰπὲ οὖν αὐτῷ προσέχειν ἑαυτῷ σπουδαίως.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς ἀδελφὸν τὴν τεκτονικὴν ἐργαζόμενον ἐν τῷ κοινοβίῳ, καὶ ὑπὸ διαφόρων λογισμῶν πολεμούμενον καὶ ἐνθυμηθέντα, ὅτι Οὐδὲν ὠφελοῦμαι ὧδε, οὐδὲ ἔσχον τινὰ ἐνταῦθα βοήθειαν.

Ἄδελφε, ἡμεῖς ἐσμεν οἱ μὴ θέλοντες εὐλυτῶσαι ἀπὸ κακῶν ἡμερῶν καὶ δεινῶν θλίψεων, δύο γὰρ χαρίσματα δέδωκεν ὁ Θεὸς τοῖς ἀνθρώποις δι’ ὧν δύνανται σωθῆναι καὶ λυτρωθῆναι ὅλων τῶν παθῶν τοῦ παλαιοῦ ἀνθρώπου, ταπείνωσιν καὶ ὑπακοήν. Καὶ οὐχ ἁρπάζομεν αὐτὰ οὐδὲ θέλομεν εἰς αὐτὰς πολιτεύεσθαι, οὐδὲ παρελθεῖν δι’ αὐτῶν, ἵνα μὴ εὕρωμεν βοήθειαν, ῥυσθῆναι ἀπὸ κακῶν καὶ κολληθῆναι δι’ αὐτῶν τῷ μεγάλῳ ἰατρῷ Ἰησοῦ, τῷ δυναμένῳ ἡμᾶς θεραπεῦσαι ἀπὸ τῆς φλεγμονῆς αὐτῶν. Τί ἀποτίθῃς ὅλα τὰ κακὰ ἐν τῷ ταμείῳ σου, καὶ ταράττῃ καὶ ἀδημονεῖς; Παῦσαι τοῦ εἶναι ὀργίλος, θυμώδης τε καὶ φθονερός. Γνῶθι ὅτι οἱ τοιοῦτοι, ἄτιμοι καὶ οὐκ ἔντιμοί εἰσιν. Ἄφες ὅλας τὰς στραγγαλιάς, καὶ κάμψον τὸν αὐχένα τῇ ταπεινώσει καὶ τῇ ὑπακοῇ, καὶ εὑρίσκεις ἔλεος. Καὶ ἐὰν μετὰ ταπεινώσεως καὶ ὑπακοῆς ποιήσῃς εἴ τι ἀκούεις, οὐ μόνον τὸ ἔργον ὃ νῦν ποιεῖς κατευοδοῖ ὁ Κύριος εἰς τὰς χεῖράς σου, ἀλλὰ καὶ πάντα τὰ ἔργα σου κατευοδοῖ, ὁδὸν γὰρ τῶν φοβουμένων αὐτὸν φυλάττει καὶ σκεπάζει τὰς πορείας αὐτῶν. Τί δυσχεραίνεις; τί φιλονεικεῖς; Τὸ ἔλεος τοῦ Θεοῦ ἀντιλαμβάνεταί σου, ἐὰν προσκαρτερήσῃς τῇ τοῦ Θεοῦ ὑπομονῇ. Ἀπόθανε ταλαίπωρε ἀπὸ παντὸς ἀνθρώπου. Εἰπὲ τῷ λογισμῷ· «Τίς εἰμι ἐγώ; Γῆ καὶ σποδός», καὶ κύων. Εἰπὲ καθάπαξ· «Πρᾶγμα οὐκ ἔχω».

Τί μαντεύεις ἑαυτῷ ἀπώλειαν καὶ οὐ φοβῇ τὸν Θεόν; Οὐκ αἰσχύνῃ λέγων· «Οὐκ ἔλαβον ὧδε βοήθειαν;» Τί τυφλοῖ ὁ Σατανᾶς τὴν καρδίαν σου φέρων σε εἰς ἀχαριστίαν, ὡς ὅτι οὐκ ὠφελῇ ἐν τῷ ἁγίῳ τόπῳ τούτῳ; Ἀσύνετε ἄνθρωπε, εἰ μὴ ἡ χεὶρ τοῦ Θεοῦ καὶ αἱ ἅγιαι εὐχαὶ τῶν ἐνταῦθα ἁγίων διεφύλαττόν σε, ποῦ εἶχες εἶναι; Ἀλλ’ ἢ εἰς τὸ σκότος τὸ ἐξώτερον. Ποῦ εἶχες ὠφεληθῆναι οὕτως;

Οὐδαμοῦ. Ἀλλ’ ὁ διάβολος θέλων ἀπαλλοτριῶσαί σε τῆς τῶν ἁγίων γνησιότητος, σκέπης τε καὶ ὠφελείας, σπείρει εἰς σὲ σπόρον θανάτου εἰς ἀπώλειαν, ἵνα τελείως ἔλθῃς εἰς τὰς χεῖρας αὐτῶν τῶν ἐχθρῶν τῆς ἀληθείας καὶ σπαράξωσι τὴν ἀμνάδα, τὴν ψυχήν, λέγω. Μὴ πρόσχῃς τινὶ ἐξουθενῶν ἢ ἐκμυκτηρίζων, σὲ γὰρ παγιδεύουσιν ἐν τούτοις σὲ ταράσσοντες, σὲ βλάπτουσιν, ἐξόριστόν σε ποιοῦσιν ἀπὸ γαλήνης καὶ εἰρήνης εὐσταθείας τε καὶ συνέσεως καὶ παντὸς ἀγαθοῦ. Ἄφες ταῦτα καὶ ἀκολούθει τοῖς λόγοις μου, καὶ βαστάζω σου τὸ φορτίον, καὶ εὑρίσκεις βοήθειαν καὶ ἔλεος καὶ σωτηρίαν τῇ ψυχῇ σου.

Κόπῳ σῳζόμεθα, ἄδελφε. Ἀναγκαίως δὲ φύλαξον τοῦ μὴ εἰπεῖν· «Τί τοῦτο; Διὰ τί τοῦτο; Διὰ τί οὐκ ἔχω τὰ ἶσα τοῦδε ἢ τῶνδε.» Τὸ μικρὸν ἐργόχειρον ποίει ἐπιμελῶς μετὰ τοῦ φόβου τοῦ Θεοῦ, ὑπὲρ οὗ οὐ μικρὸν ἔχεις τὸν μισθόν. Καὶ μὴ ἀπελπίσῃς ἑαυτοῦ, ἡ χαρὰ γὰρ τοῦ διαβόλου ἐστὶν αὕτη. Εἰς ἣν μὴ δώῃ αὐτῷ ὁ Θεὸς χαρῆναι, ἀλλὰ θρηνῆσαι μᾶλλον ἐπὶ τῇ σωτηρίᾳ σου ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ὁ αὐτὸς ἀδελφὸς ἠρώτησε τὸν ἄλλον Γέροντα· Ὁ λογισμὸς λέγει μοι ὅτι Εἰ θέλεις σωθῆναι, ἔξελθε ἀπὸ τοῦ κοινοβίου καὶ ἄσκει σιωπὴν ἣν εἶπον οἱ Πατέρες. Οὐκ ὠφελοῦμαι γὰρ εἰς τὴν τεκτονικὴν ταύτην τέχνην, πολλὴ γὰρ ἐξέρχεταί μοι ἐκ ταύτης ταραχὴ καὶ θλῖψις.

Ἀπόκρισις Ἰωάννου· Ἄδελφε, καὶ ἤδη σοι ἐδηλώθη ὅτι οὐ συμφέρει σοι ἐξελθεῖν ἀπὸ τοῦ κοινοβίου. Καὶ νῦν λέγω σοι ὅτι ἐὰν ἐξέλθῃς, εἰς πτῶσιν ἐξέρχῃ. Λοιπὸν σὺ οἶδας τί ποιεῖς. Εἰ δὲ μετὰ ἀληθείας σωθῆναι θέλεις, κτῆσαι ταπείνωσιν, ὑπακοήν τε καὶ ὑποταγήν, τοῦτ’ ἔστι τὸ κόψαι τὸ ἴδιον θέλημα, καὶ ζῇς ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Περὶ δὲ ἧς λέγουσιν οἱ Πατέρες σιωπῆς, οὐκ οἶδας τί ἐστιν, οὐδὲ πολλοί. Οὐδὲ γὰρ τὸ σιωπῆσαι στόματί ἐστιν αὕτη ἡ σιωπή. Ἔστι γὰρ ἄνθρωπος λαλῶν μυρίους λόγους χρησίμους, καὶ σιωπὴ αὐτῷ λογίζεται, καὶ ἔστιν ἄλλος λαλῶν ἕνα λόγον ἀργὸν καὶ λογίζεται αὐτῷ εἰς καταπάτησιν τῶν τοῦ Σωτῆρος μαθημάτων. Αὐτὸς γὰρ εἶπεν ὅτι «Μέλλετε λόγον δοῦναι ἐν ἡμέρᾳ κρίσεως ὑπὲρ παντὸς ἀργοῦ λόγου ἐκπορευομένου ἐκ τοῦ στόματος ὑμῶν.» Καὶ ἐπειδὴ λέγεις ὅτι Οὐκ ὠφελοῦμαι εἰς τὴν τεκτονικήν, πείσθητί μοι ἀδελφέ, εἰ ὠφελῇ ἢ οὐκ ὠφελῇ οὐκ οἶδας, ἀλλὰ χλευάσματά εἰσι δαιμόνων, καὶ δεικνύουσι τῷ λογισμῷ σου εἴ τι θέλουσι, πρὸς τὸ στῆσαι τὸ θέλημά σου, καὶ παρακοῦσαι τῶν Πατέρων σου. Ὁ γὰρ θέλων ἐπιστῆναι τῇ ἀληθείᾳ, ἐρωτᾷ τοὺς Πατέρας εἰ ὠφελοῦμαι ἢ βλάπτομαι. Καὶ πρὸς ὃ λέγουσι πιστεύει καὶ ποιεῖ ὃ ὠφελεῖ. Πολλοὶ ἔδωκαν μισθάρια ἵνα ὑβρισθῶσι καὶ μάθωσιν ὑπομονήν. Καὶ σὺ ἄνευ τοῦ κέρματός σου μανθάνεις ὑπομονήν, τοῦ Κυρίου λέγοντος· «Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.»

Εὐχαριστῆσαι ὀφείλομεν τῷ θλίβοντι ἡμᾶς, ὅτι δι’ αὐτοῦ κτώμεθα ὑπομονήν. Καλῶς κάθῃ. Μὴ πειράσῃ σε ὁ διάβολος. Ὁ Κύριος βοηθήσει σοι. Ἀμήν.

Ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν Γέροντα· Ἐπειδὴ ὁ ἀββᾶς παρέχει ἀπολογίαν ὑπὲρ ἐμοῦ, πῶς ὀφείλω ἐρωτᾶν αὐτὸν περὶ τοῦ ἔργου; Τί κελεύεις ποιήσω τόδε τὸ πρᾶγμα; Ἀπόκρισις Ἰωάννου· Ἵνα μὴ ἔχῃς θέλημα ἐν πράγματι, λέγε· Τί κελεύεις ποιήσω; Ὁ γὰρ ἔχων θέλημα καὶ ἐρωτῶν περὶ τοῦ πράγματος, κἂν ἐπιτραπῇ ποιῆσαι αὐτό, αὐτὸς βαστάζει τὸν κίνδυνον, ἰδίῳ γὰρ θελήματι ποιεῖ.

Ἐρώτησις· Τί οὖν ὅτε ἔχω μὲν θέλημα, οὐκ ἠρώτησα δὲ εἰδικῶς περὶ τοῦ πράγματος, ἀλλ’ αὐτὸς ὁ ἀββᾶς ἀφ’ ἑαυτοῦ ἐπέτρεψέ μοι ποιῆσαι αὐτό, μὴ λογίζηταί μοι εἰς θέλημα; Ἀπόκρισις· Εἰπὲ αὐτῷ ὅτι Ἔχω θέλημα εἰς αὐτό, τί οὖν κελεύεις;

Καὶ ἐὰν εἴπῃ σοι ποιῆσαι αὐτό, θελήματι αὐτοῦ εὑρίσκεται. Ἐὰν δὲ ἄλλο σοι παράσχῃ ἔργον, μετὰ χαρᾶς τοῦτο κατάδεξαι. Ἐρώτησις· Εἰ δὲ ὅτε οὐκ ἔχω θέλημα εἰς αὐτό, ἀλλὰ νομίζων θεραπεύειν τὸν ἀββᾶν εἶπον αὐτῷ περὶ τούτου, εἰδὼς ὅτι ἡδέως αὐτὸ ἔχει γενέσθαι, ἤγουν ἐγὼ ἔτυχον ἐπιτραπεὶς αὐτὸ ποιῆσαι, καὶ οὐκ ἐτελειώθη, καὶ ὑπέμνησα ἵνα τελειωθῇ, μὴ καὶ τοῦτο ἄτοπον;

Ἀπόκρισις· Κάλλιόν ἐστι τὸ ἀναμεῖναι ἀκοῦσαι παρ’ αὐτοῦ. Ἐὰν δὲ βλέπῃς αὐτὸν ἀποροῦντα τίνι ἐπιτρέψαι, καὶ εἴπῃς αὐτῷ θέλων αὐτὸν θεραπεῦσαι οὐκ ἔστιν ἄτοπον. Εἰ δὲ καὶ σὺ ἐπετράπης τι ποιῆσαι, καὶ οὐκ ἐτελείωσας αὐτό, ὑπόμνησον ὅτι ἀτελές ἐστι, καὶ ἕως τούτου καὶ οὐχ εὑρίσκῃ ἔχων θέλημα ἐν πράγματι.

Ἐρώτησις· Ἐπειδὴ λέγει ἡ Γραφὴ ὅτι «Ἐὰν ἐπαναβῇ σοι ὁ λογισμὸς τοῦ ἐξουσιάζοντος, τόπον σου μὴ ἀφῇς», τί ἐστι τοῦτο; Ἀπόκρισις· Ἀντὶ τοῦ μὴ συγχωρήσῃς αὐτῷ ἐπαναβῆναί σοι, μήτε λάλει μετ’ αὐτοῦ, ἀλλὰ φεῦγε πρὸς τὸν Θεόν. Ἐὰν γὰρ θέλῃς δοῦναι αὐτῷ ἀπόκρισιν, εὑρίσκεις ἀδολεσχίαν, καὶ κωλύει σε ἀπὸ τῆς θερμότητος τῆς εὐχῆς.

Ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν Γέροντα· Ἐὰν ἀκούσω περί τινος ὅτι κακῶς με λέγει, τί ποιήσω; Ἀπόκρισις Ἰωάννου· Εὐθέως ἀνάστα καὶ ποίησον εὐχὴν πρῶτον ὑπὲρ ἐκείνου, καὶ οὕτως ὑπὲρ ἑαυτοῦ λέγων· Κύριε Ἰησοῦ Χριστέ, ἐλέησον τόνδε τὸν ἀδελφόν, κἀμὲ τὸν ἀχρεῖον δοῦλόν σου, καὶ σκέπασον ἡμᾶς ἀπὸ τοῦ πονηροῦ εὐχαῖς τῶν ἁγίων σου. Ἀμήν.

Ἐρώτησις· Ἐάν τις βάλῃ ἀρχὴν τοῦ καταλαλεῖν τινος καὶ νήψῃ, τί ὀφείλει ποιῆσαι; Ἀπόκρισις· Ἐὰν ἄρξηταί τις καταλαλεῖν, ὀφείλει ταχέως κόψαι καὶ μετενεγκεῖν τὸν λόγον εἰς ἐπωφελῆ ὁμιλίαν καὶ μήτε ἐν αὐτῇ χρονίσαι, ἵνα μὴ πάλιν ἐκ τῆς πολυλογίας ἐκπέσῃ εἰς τὴν καταλαλιάν.

Ἐρώτησις· Ἐάν τις μὴ καταλαλῇ τινος, ἡδέως δὲ ἀκούῃ τῆς καταλαλιᾶς, μὴ κατακρίνεται ἐκ τούτου; Ἀπόκρισις· Καὶ τὸ ἀκοῦσαι ἡδέως καταλαλιᾶς, καὶ αὐτὸ καταλαλιά ἐστι καὶ τὴν αὐτὴν ἔχει κατάκρισιν. Ἐρώτησις· Ἡ ἀκηδία πόθεν γίνεται; Καὶ τί δεῖ ποιῆσαι ταύτης ἐφισταμένης;

Ἀπόκρισις· Ἔστιν ἀκηδία φυσικὴ ἀπὸ ἀδυναμίας καὶ ἔστιν ἀκηδία ἀπὸ δαίμονος. Ἐὰν δὲ θέλῃς δοκιμάσαι αὐτάς, οὕτω δοκίμασον· Ἡ τοῦ δαίμονος ἐφίσταταί τινι πρὸ τοῦ καιροῦ τοῦ χρῄζοντος ἀναπαύσεως. Ὅταν γὰρ βάλῃ τις ἀρχὴν εἰς τὴν ἐργασίαν, πρὸ τοῦ ποιῆσαι τὸ τρίτον ἢ τὸ τέταρτον αὐτῆς, διώκει τὸν ἄνθρωπον ἐᾶσαι τὸ ἔργον καὶ ἀναστῆναι.

Οὐκ ὀφείλει οὖν ἀνέχεσθαι, ἀλλὰ ποιῆσαι εὐχὴν καὶ καθίσαι εἰς τὸ ἔργον καὶ ὑπομεῖναι. Βλέπων γὰρ ὁ ἐχθρὸς ὅτι διὰ τοῦτο ποιεῖ εὐχήν, παύεται, οὐδὲ γὰρ θέλει δοῦναι ἀφορμὴν προσευχῆς. Ἡ δὲ φυσικὴ ἀκηδία ἐστὶν ὅτε κοπιᾷ ὁ ἄνθρωπος ὑπὲρ τὴν δύναμιν καὶ ἀναγκάζεται πλέον ἔργον προσθεῖναι. Καὶ ἐκ τούτου κατασκευάζεται ἡ φυσικὴ ἀκηδία ἀπὸ ἀδυναμίας σώματος. Χρὴ οὖν ἐνταῦθα δοκιμάσαι τὴν δύναμιν καὶ ἀναπαῦσαι τὸ σῶμα κατὰ φόβον Θεοῦ.

Ἐρώτησις· Τί οὖν ὅτε καὶ αὐτὸς ὁ τόπος ἔνθα ἡ τοῦ δαίμονος ἀκηδία γίνεται, καυματηρὸς πάνυ ἐστὶ καὶ συμπράττει τῇ ἀκηδίᾳ καὶ πλέον βαρεῖ τὸν ἄνθρωπον καὶ οὐ δύναται τοῖς δύο ἀντιστῆναι; Ἆρα οὐκ ὀφείλει ἐν τῇ ὥρᾳ τοῦ πολέμου ἐκεῖθεν ἀποστῆναι;

Ἀπόκρισις· Καλὸν μέν ἐστι τὸ ἀγωνίσασθαι μὴ ἀποστῆναι τοῦ τόπου ἐν τῷ καιρῷ τοῦ πολέμου. Εἰ δὲ βλέπει ὅτι ἡττᾶται βαρούμενος ἐκ τοῦ κόπου, ἀποστῇ, καὶ κουφισθεὶς τοῦ ἑνὸς βάρους, ἀγωνίσεται πρὸς αὐτὴν τὴν ἀκηδίαν ἐπικαλούμενος τὸ ὄνομα τοῦ Θεοῦ, καὶ τυγχάνει τῆς παρ’ αὐτοῦ βοηθείας. Τὸ γὰρ δι’ αὐτὴν ἀναχωρεῖν, μὴ ὄντος βάρους ἐκ τοῦ τόπου, πλέον βαρεῖ καὶ αὔξει μᾶλλον ὁ πόλεμος καὶ γίνεταί σοι ψυχῆς βλάβη. Ἐὰν γὰρ κυριεύσῃ τοῦ ἀνθρώπου, πολλῷ κόπῳ ἀπελαύνεται ἐξ αὐτοῦ, κἂν εὐχαὶ ὑπὲρ αὐτοῦ γίνωνται.

Ἐρώτησις· Ἐὰν νυσταγμὸς ἐξ αὐτῆς γίνηται καὶ ἐμποδίζῃ τῷ προκειμένῳ ἔργῳ, ἆρα ὀφείλει σταθῆναι ἢ μεῖναι καθήμενος; Ἀπόκρισις· Σταθήσεται καὶ μὴ παύσηται δεόμενος τοῦ Θεοῦ, καὶ καταργεῖ αὐτὸν ὁ Κύριος διὰ τῆς προσευχῆς.

Ἐρώτησις· Ὅταν ἐπέλθῃ μοι πονηρὸς λογισμός, κινεῖται ἡ καρδία μου μετὰ θυμοῦ πρὸς αὐτόν, ὡς καὶ τῇ φωνῇ κεχρῆσθαι. Συμβαίνει δὲ ὅτε καὶ παρόντων τινῶν τοῦτο ποιῶ, ἆρα κακόν ἐστιν ἢ οὔ; Ἀπόκρισις· Οὐκ ἔστι καλὸν οὕτως ποιεῖν, ἵνα μὴ γένηται συνήθεια, καὶ εὑρεθῇ εἰς βλάβην τῶν ἀνθρώπων καὶ σκάνδαλον τοῖς ὁρῶσι. Ἀλλ’ ἀταράχως χρὴ ἐπικαλεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἀπελαύνεται.

Ἀδελφὸς ἐξελθὼν ἐκ τοῦ κοινοβίου καὶ ἀναλύσας ἐδήλωσε τῷ αὐτῷ Γέροντι λέγων· Ἐπειδὴ ἔπταισα χλευασθεὶς ὑπὸ τῶν δαιμόνων καὶ τῆς ἐμῆς μητρός, καὶ ἀνεχώρησα ἐκ τῆς σκέπης ὑμῶν τῶν Πατέρων μου, παρακαλῶ ταγῆναί με μετὰ τῶν ἀρχαρίων τῶν μήπω λαβόντων τὸ σχῆμα.

Ἀπόκρισις Ἰωάννου· Ἕνεκεν τοῦ εἶναί σε εἰς τὸν τελευταῖον τόπον, οὐκ ἔστι σοῦ τοῦτο ζητῆσαι, ἀλλὰ τῆς δοκιμασίας ἐστὶ τοῦ Ἀββᾶ σου. Σοῦ δέ ἐστι τὸ ἑτοιμάσαι ἑαυτὸν εἰς ὑπακοήν. Αἴτησίς τινος τῶν ἡσυχαζόντων Πατέρων πρὸς τὸν αὐτὸν Γέροντα· Παρακαλῶ σε Πάτερ, εὖξαι ὑπὲρ ἐμοῦ διὰ τὸν Κύριον, ὅτι πάνυ κινδυνεύω καὶ ἀπὸ τῆς ῥᾳθυμίας μου καὶ ἀπὸ τῆς ὀχλήσεως τοῦ ἐχθροῦ. Ἐὰν γὰρ μὴ ὁ Θεὸς διὰ τῶν εὐχῶν ὑμῶν παράσχῃ μοι δύναμιν κἀκεῖνον ἐπιστομίσῃ, οὐκ οἶδα εἰ ἥξει τὸ σκάφος μού ποτε εἰς λιμένα. Ἀλλ’ ὥσπερ ὁ Μωϋσῆς τοσοῦτον λαὸν ἐξῃτήσατο τοῦ μὴ ἀπολέσθαι ἄρδην ἐν τῇ ὀργῇ τοῦ Θεοῦ, οὕτω καὶ σὺ ὅσιε Πάτερ, αἴτησαι τὴν ἀθλίαν μου ψυχήν. Ὁ Θεὸς γὰρ ἀγαθός ἐστι καὶ φιλεῖ αἰτεῖσθαι ὑπὸ τῶν ἁγίων σωτηρίαν ψυχῶν, καὶ ὑμῖν πρέπουσα ἡ τοιαύτη αἴτησις.

Παρακάλεσον δὲ καὶ τὸν κύριον τὸν ἀββᾶν ἵνα μὴ οὕτως χρονίζῃ ἡμᾶς ἰδεῖν, ὅτι σφόδρα αὐτὸν ἀγαπῶ, ἀλλὰ χρῄζω τοῦ ἐξ αὐτοῦ στηριγμοῦ. Ἀπόκρισις Ἰωάννου· Εἰ περὶ ἡμῶν τῶν ἐλαχίστων ἔγραψέ σου ἡ ἀγάπη, ὅτι οὐ θέλομέν τινα ἀπολέσθαι, τί λέγεις πρὸς τὸν ὀμόσαντα εἰς ἑαυτὸν ὅτι «Ζῶ ἐγώ, λέγει Κύριος ὅτι οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν», περὶ οὗ μαρτυρεῖ λέγων ὁ Ἀπόστολος· «Ὃς θέλει πάντα ἄνθρωπον σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν;» Ἄδελφε, μὴ ὀκνήσῃς προσελθεῖν τῷ Ἰησοῦ λέγων· «Ἐπιστάτα, σῶσον, ἀπολλύμεθα», καὶ βλέπεις τί ποιεῖ κατὰ τῶν ἐχθρῶν. Ἐντύγχανε αὐτῷ λέγων· «Κύριε ὁ Θεός μου, ἔνδειξον τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.» Περὶ δὲ τοῦ εἰσενεγκεῖν θλίψεις καὶ πειρασμούς, οὐ χρεία τοῦ γράψαι σοι, γινώσκοντι τί λέγει ὁ Ἀπόστολος περὶ τούτου καὶ τί ἔσται τὸ τέλος τῆς ὑπομονῆς. Μὴ ἐκκακήσωμεν ἀγαπητέ μου ἄδελφε, καὶ γὰρ ὁ φροντίζων ἡμῶν Κύριος μέγας ἐστὶ τοῦ προΐστασθαι ἡμῶν. Θαρσοποιῶν γὰρ ἡμᾶς ἔλεγεν· «Ἐγώ εἰμι, μὴ φοβῆσθε.» Καὶ πάλιν· «Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.» Μὴ ἀμελήσωμεν οὖν προσπίπτειν αὐτῷ καὶ παρακαλεῖν αὐτοῦ τὴν ἀγαθότητα, αὐτὸς γὰρ ποιεῖ «ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν.»