Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Η διαδοχή του αββά Σερίδου, η εκλογή του Αιλιανού και η διαχείριση των μοναστηριακών υποθέσεων

Διηγήσεις και ερωταποκρίσεις σχετικά με τη μακροθυμία του αββά Σερίδου, την κοίμησή του, την παραίτηση των παλαιότερων αδελφών και την κλήση του Αιλιανού στην ηγουμενία του κοινοβίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 19 από 22

Μνῄσκου ὅτι ὅπου ὁ κόπος, ἐκεῖ καὶ ὁ μισθός, καὶ ὅπου ἡ δοκιμὴ τοῦ πειρασμοῦ, ἐκεῖ ἐστι καὶ ὁ τῆς νίκης στέφανος, καὶ ὅπου ἡ ἀγάπη τοῦ Θεοῦ, ἐκεῖ καὶ τὸ ἀνελθεῖν μετ’ αὐτοῦ εἰς τὸν σταυρὸν τοῦ συμπάσχειν καὶ συνδοξασθῆναι αὐτῷ, τοῦ συναποθανεῖν καὶ συζῆν αὐτῷ.

Ὁ ἀνερχόμενος οὖν εἰς τὸν σταυρὸν ἐκουφίσθη ἀπὸ τῆς γῆς. Ἀπέθανε τῷ κόσμῳ. Τὰ ἄνω λοιπὸν ὀφείλει φρονεῖν, ὅπου ὁ Χριστὸς ἐν δεξιᾷ τοῦ Πατρός. Περὶ δὲ τοῦ ἀββᾶ, εὖξαι ἵνα σκεπάσῃ αὐτὸν ὁ Κύριος, πολλαὶ γάρ εἰσιν αἱ ὀχλήσεις, ἀλλὰ πιστεύομεν ὅτι σκεπάζει καὶ βοηθεῖ αὐτῷ ὁ Κύριος. Εἶπον δὲ αὐτῷ ὅτι τόνῳ ἐχρόνισας, καὶ ἀπελογήσατο, ὡς καὶ σὲ ἐπληροφόρησεν, ὅτι τὰ πράγματα ἠνάγκασεν. Ἕνεκεν δὲ τῆς εὐχῆς, οἶδα ὅτι οὐδέν εἰμι, ἀλλὰ κωλῦσαι τὴν ἀγάπην οὐ δύναμαι. Καὶ αὐτὸς οὖν εὖξαι ὑπὲρ ἐμοῦ διὰ τὸν Κύριον.

Δέησις τοῦ ἀββᾶ τοῦ κοινοβίου πρὸς τὸν αὐτὸν Γέροντα· Ἐπειδὴ καιρὸς χαλεπός ἐστιν, εὖξαι Πάτερ, ἵνα ὁ Κύριος αὐτὸν παρενέγκῃ καὶ ἵνα σκεπασθῶμεν οἱ δοῦλοί σου ἀπὸ παντὸς πειρασμοῦ τῶν ἁμαρτιῶν ἡμῶν. Ἀπόκρισις·

Ἐὰν ἀγαθοποιήσωμεν, παραφέρει ὁ Θεὸς τὸν χαλεπὸν καιρόν. Ἐὰν δὲ πάλιν προσθήσωμεν κακά, σωρεύομεν ἑαυτοῖς πρὸ καιροῦ τὴν ἀπώλειαν. Ὑμεῖς δὲ ἐὰν μένητε ἐν τῷ ἀγαθῷ, πέμπει ὁ Θεὸς τὸν ἄγγελον αὑτοῦ καὶ σφραγίζει ὑμᾶς, ὥστε τὸν ἐρχόμενον βαστάζοντα τὴν ῥομφαίαν παρελθεῖν ὑμᾶς εὐχαῖς τῶν ἁγίων. Ἀμήν.

Δέησις τῶν ἐν τῷ κοινοβίῳ ἡσυχαζόντων Πατέρων πρὸς τὸν μέγαν Γέροντα περὶ τοῦ κόσμου· Ἐπειδὴ κινδυνεύει ὁ κόσμος, παρακαλοῦμεν πάντες, οἱ θεράποντές σου, δεήθητι τῆς τοῦ Θεοῦ ἀγαθότητος, ἵνα ἀνῇ τὴν χεῖρα καὶ ἀποστρέψῃ εἰς τὸν κολεὸν τὴν ῥομφαίαν. Στῆθι ἀνάμεσον τῶν πεπτωκότων καὶ τῶν ζώντων μετὰ τοῦ ἁγίου σου θυμιάματος, καὶ παῦσον τὸν ὀλοθρευτήν. Ἀνέγειρον τὸ ἅγιον θυσιαστήριον ἐν τῇ ἅλῳ τῇ ἁγίᾳ τοῦ Ἀρνά, καὶ παύσεται ἡ ὀργὴ τοῦ Θεοῦ. Ναὶ δεόμεθά σου, ναὶ παρακαλοῦμεν, οἰκτείρησον τὸν κόσμον ἀπολλύμενον.

Μνήσθητι ὅτι μέλη σού ἐσμεν ἅπαντες. Δεῖξον καὶ ἐπὶ τοῦ παρόντος τὴν εὐσπλαγχνίαν σου καὶ θαυμάσια τοῦ Θεοῦ, ὅτι αὐτοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφοί, ἐν πένθει εἰμὶ καὶ ὀδυρμῷ διὰ τὴν ἐπικειμένην ὀργήν. Καὶ γὰρ ἄλλα πράττομεν ἐναντία. Εἶπε γὰρ ὅτι «Εἰ μὴ περισσεύετε ἐν δικαιοσύνῃ πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Καὶ ἐπερίσσευσεν ἡ παρανομία ἡμῶν πλέον τῶν ἀλλοεθνῶν. Καὶ εἰσὶ πολλοὶ οἱ παρακαλοῦντες τὴν φιλανθρωπίαν τοῦ Θεοῦ τοῦ παῦσαι τὴν ὀργὴν ἀπὸ τοῦ κόσμου, καὶ οὐδεὶς φιλανθρωπότερος τοῦ Θεοῦ, καὶ θέλει ἐλεῆσαι καὶ ἀντιστήκει τὸ πλῆθος τῶν γινομένων ἐν τῷ κόσμῳ ἁμαρτιῶν. Εἰσὶ δὲ τρεῖς ἄνδρες τέλειοι τῷ Θεῷ οἵτινες ὑπερέβησαν τὸ μέτρον τῆς ἀνθρωπότητος καὶ ἔλαβον τὴν ἐξουσίαν τοῦ λῦσαι καὶ δῆσαι καὶ ἀφῆσαι ἁμαρτίας καὶ κρατῆσαι. Καὶ στήκουσιν ἐν τῇ θραύσει τοῦ μὴ ὑφὲν ἐξολοθρεῦσαι ὅλον τὸν κόσμον, καὶ διὰ τῶν εὐχῶν αὐτῶν μετ’ ἐλέους παιδεύει. Καὶ ἐρρέθη αὐτοῖς ὅτι ἐπὶ ὀλίγον χρόνον ἐπιμένει ἡ ὀργή. Σὺν αὐτοῖς οὖν εὔξασθε. Συναντῶσι δὲ αἱ εὐχαὶ τῶν τριῶν τούτων ἐν τῇ εἰσόδῳ τοῦ ἀνωτέρου θυσιαστηρίου τοῦ Πατρὸς τῶν φώτων. Καὶ συγχαίρουσιν ἀλλήλοις καὶ συναγάλλονται ἐν τοῖς ἐπουρανίοις.

Ὅταν δὲ προσέχωσιν τὴν γῆν, συμπενθοῦσι καὶ συγκλαίουσι καὶ συνοδύρονται διὰ τὰ κακὰ τὰ γινόμενα καὶ κινοῦντα τὴν ὀργήν. Εἰσὶ δὲ Ἰωάννης ἐν Ῥώμῃ καὶ Ἠλίας ἐν Κορίνθῳ, καὶ ἄλλος ἐν τῇ ἐπαρχίᾳ Ἱεροσολύμων. Καὶ πιστεύω ὅτι ἀνύουσι τὸ μέγα ἔλεος, ναὶ ἀνύουσι. Ἀμήν. Ὁ Θεός μου ἐνδυναμῶσαι ὑμᾶς τοῦ ἀκοῦσαι καὶ πιστεῦσαι καὶ βαστάξαι ταῦτα, εἰσὶ γὰρ τοῖς μὴ νοοῦσιν ἄπιστα.

Ἀδελφὸς ἔπεμψεν αἰτῶν τὸν ἄλλον Γέροντα λέγων· Διὰ τὸν Κύριον ἐὰν δέῃ τινός, εἰπέ μοι ἵνα παράσχω σοι. Ἀπόκρισις Ἰωάννου· Ἄδελφε, ὁ Θεὸς παράσχῃ σοι μισθὸν ἀγαθὸν ὑπὲρ τῆς προθέσεως. Πλὴν οὐδέποτε χρῄζων πράγματος εἶπόν τινι·

Δός μοι. Ἀλλ’ ἐὰν οἶδεν ὁ Θεὸς ὅτι χρῄζω καὶ σπείρῃ τινὶ καὶ ἐνέγκῃ μοι, δέχομαι. Ἐπεὶ ἐὰν ἐγὼ εἴπω, οὐκ ἔστιν αὕτη χρεία, ἀλλ’ ἐπιθυμία. Εἶπεν ὁ ἀββᾶς περὶ τοῦ αὐτοῦ Γέροντος ὅτι οὐδέποτε εἶδον μειδιάσαντα τὸν Γέροντα ἢ ταραχθέντα, οὐδὲ ἐκτὸς δακρύων μεταλαμβάνοντα τῆς ἁγίας κοινωνίας μετὰ τοῦ λέγειν· Κύριε, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῦτα.

Συνέβη ποτὲ τὸν αὐτὸν Γέροντα εἰπεῖν τίποτε τῷ ἀββᾶ ποιῆσαι. Καὶ ἐλθὼν ἀπεγγύθεν αὐτοῦ ὁ ἀββᾶς ἐπελάθετο. Καὶ ὡς πάλιν κατῆλθε πρὸς αὐτόν, ὅτε ἔμελλεν αὐτὸν ἀπολύειν, εἶπεν αὐτῷ· Ἐὰν ὑπομνησθῇς, ποίησον εἴ τι εἶπόν σοι. Καὶ λυπηθεὶς ὁ ἀββᾶς ἐπὶ τῇ λήθῃ, ᾔτησε συγχώρησιν. Καὶ πάλιν ἐξελθὼν ἐπελάθετο. Καὶ μετὰ ἡμέρας κατῆλθε πρὸς αὐτόν. Καὶ ὁμοίως ὅτε εἶχεν ἀπελθεῖν, ὑπέμνησεν αὐτὸν ὁ Γέρων μετὰ πρᾳότητος περὶ τοῦ πράγματος. Καὶ πάνυ ἐθλίβη ὁ ἀββᾶς. Καὶ λέγει αὐτῷ ὁ Γέρων· «Μὴ θλίβῃς, ἀλλ’ ὅταν ὑπομνησθῇς, ποίησον.» Καὶ ὡς πολλάκις τοῦτο συνέβη, ἀνήγγειλεν ὁ ἀββᾶς τῷ μεγάλῳ Γέροντι, αἰτήσας μαθεῖν τί ἐστι τοῦτο.

Καὶ εἶπεν αὐτῷ ὁ Γέρων ὅτι «Κατὰ συγχώρησιν Θεοῦ τοῦτο ἐγένετο, ἵνα ἴδῃς τὴν ὑπομονὴν καὶ τὴν μακροθυμίαν τοῦ Γέροντος καὶ γένῃ αὐτῷ μιμητής.» Καὶ πολλὴν ἔσχε τὴν ὠφέλειαν. Περὶ τοῦ ἀββᾶ Σερίδου πολλὰ ἔχων εἰπεῖν μεγάλα καὶ θαυμαστὰ καὶ πάσης διηγήσεως ἄξια, τὰ πλείω παραλιπὼν διὰ τὴν τοῦ λόγου συντομίαν, ὀλίγων μνησθήσομαι ἱκανῶν παραστῆσαι τοῦ ἀνδρὸς τὴν ἀρετήν. Διέμεινε γὰρ σώφρων ἐκ νεότητος αὐτοῦ, καὶ ἐγκρατὴς σφόδρα εἴπερ τις ἄλλος.

Οὕτως καταπονήσας τὸ σῶμα ὡς καὶ δεινῶς πληγῆναι. Εἰ καὶ μετὰ ταῦτα ὁ ἅγιος Γέρων τοῦ Θεοῦ δεηθεὶς ἰάσατο αὐτόν, ἐντειλάμενος αὐτῷ τοῦ λοιποῦ μετὰ διακρίσεως τὸ σῶμα κυβερνᾶν, ἵνα ὑπουργήσῃ τῇ πνευματικῇ λειτουργίᾳ καὶ ἀντισχῇ πρὸς τὴν διοίκησιν τῶν ἀδελφῶν. Ὑπακοὴν δὲ μεγάλην ἐκτήσατο, ὑποτασσόμενος ἐν παντὶ πράγματι τῷ αὐτῷ μεγάλῳ Γέροντι καὶ μέχρι θανάτου. Ἀρνούμενος γὰρ τὰ ἴδια θελήματα, καθὼς ὁ Γέρων αὐτὸς ἐμαρτύρησε περὶ αὐτοῦ ἐν ταῖς προγεγραμμέναις ἀποκρίσεσι, τέλειος γέγονεν ὑπήκοος. Πολλὰ γὰρ ἐξ αὐτοῦ παθὼν καὶ δαρεὶς καὶ πολυτρόπως δοκιμασθείς. Καὶ διὰ σκληρῶν καὶ βαρυτάτων πραγμάτων ὥσπερ χρυσὸς ἐν χωνευτηρίῳ πυρωθείς, ἐγένετο σκεῦος ἔντιμον, εὔχρηστον τῷ δεσπότῃ. Ἐν οὐδενὶ γὰρ ὅλως ἀντεῖπέ ποτε, οὐδὲ ὡς ἀββᾶν ἑαυτὸν ἐλογίζετο, ἀλλ’ ὡς μαθητὴν τοῦ Γέροντος καὶ ὡς χρεωστῶν αὐτῷ τελείαν ὑπακοήν, ὅπερ ἦν δεῖγμα καὶ τῆς ἄκρας αὐτοῦ ταπεινοφροσύνης. Διὰ τοῦτο γνήσιον αὐτὸν τέκνον εἶχεν ὁ Γέρων. Καὶ ἐδεήθη τοῦ Θεοῦ παρασχεῖν αὐτῷ τὸ χάρισμα τῆς διακρίσεως, ἣν κτησάμενος, ἐδύνατο τῇ ἄνωθεν χάριτι καὶ ψυχὰς εἰς ζωὴν ὁδηγῆσαι, καὶ τεθλιμμένους θεραπεῦσαι καὶ φάρμακον ἰαματικὸν εἰσενεγκεῖν τὸν ἐκ τοῦ Πνεύματος λόγον, καὶ εἰρήνην μαχομένοις βραβεῦσαι.

Πρότερον γὰρ ἑαυτὸν εἰρηνοποιήσας, καὶ τοῖς ἄλλοις ἐγένετο τῆς εἰρήνης πρόξενος, καὶ εἰς αὐτὸν ἐπληροῦτο τὸ «Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι υἱοὶ Θεοῦ κληθήσονται.» Ἦν δὲ μακρόθυμος καὶ ἀτάραχος καὶ προσηνὴς τοῖς προσιοῦσι. Καὶ ὁ λόγος αὐτοῦ ἱλαρὸς ἐν σεμνότητι καὶ «ἅλατι ἠρτυμένος.» Καὶ εἶχε, κατὰ τὴν Γραφήν, τὴν φρόνησιν καὶ τὴν ἀκεραιότητα. Ἦν δὲ καὶ τοῖς ἀδελφοῖς σφόδρα περιπόθητος, τὰς αὐτῶν ψυχὰς τῷ πνευματικῷ τῆς νουθεσίας λόγῳ κατευφραίνων, καὶ προτρέπων εἰς ἀρετὴν τῷ καλῷ τοῦ βίου καὶ τῆς ἐναρέτου πράξεως ὑποδείγματι. Ἐκεῖνα διδάσκων ἅπερ ἔπραττε καὶ συγκιρνῶν τῷ κατὰ Θεὸν φόβῳ τὴν πρᾳότητα. Καὶ ἐν καιρῷ ἑκάστῳ κεχρημένος «ἐλέγχων, ἐπιτιμῶν, παρακαλῶν», κατὰ τὸν τοῦ Ἀποστόλου λόγον. Καθὼς δὲ πρὸς τὴν ἡμετέραν ὠφέλειαν ἡμῖν ἀφηγήσατο, ὅτι ἐν τῇ συμβάσῃ αὐτῷ μεγάλῃ ἀσθενείᾳ, σφοδρῷ καὶ ἀπαύστῳ κατεχόμενος πυρετῷ, οὐ παρεκάλεσε τὸν Θεὸν παρασχεῖν αὐτῷ τὴν ὑγείαν, οὐδὲ κουφίσαι αὐτὸν τῆς ὀδύνης, ἀλλὰ χαρίσασθαι αὐτῷ ὑπομονὴν καὶ εὐχαριστίαν. Συνέβη δέ ποτε ἀδελφῷ εὐλαβεῖ καὶ χρησίμῳ ταραχθέντι κατὰ διαβολικὴν ἐνέργειαν βουληθῆναι ἀναχωρῆσαι. Καὶ ὡς πολλὰ νουθετήσας αὐτὸν οὐκ ἔπεισε μεῖναι, ἔστη εἰς προσευχὴν καὶ ἔβαλε γονυκλισίας. Καὶ ἰδὼν αὐτὸν ὁ ἀδελφὸς ἀνέστη καὶ αὐτός, καὶ τὸ αὐτὸ ἐποίησε.

Καὶ στραφεὶς ὁ ἀββᾶς ἐσφράγισεν αὐτοῦ τὴν καρδίαν καὶ λέγει αὐτῷ· Ἄδελφε, τί θέλεις ἄρτι ποιῆσαι; Καὶ ἀπεκρίθη ἐκεῖνος ἐν εἰρηνικῇ καταστάσει· Εἴ τι θέλεις. Καὶ λέγει αὐτῷ· Οὐκοῦν ἔκβα, ἔργασαι. Καὶ ἐξελθὼν κατὰ τὸ σύνηθες, εἰργάσατο καὶ διῆγεν ἐν εἰρήνῃ, ὑποτασσόμενος ἐν φόβῳ Θεοῦ.

Πάλιν ποτὲ ἀναγκαίως ἔχρῃζεν ὁ αὐτὸς ἀββᾶς τόπου πλησιάζοντος τῷ κοινοβίῳ, εἰς λόγον ἐκκλησίας καὶ ξενοδοχείου. Καὶ παρεκάλεσε τὸν δεσπότην αὐτοῦ παραχωρῆσαι τιμήματος καὶ οὐκ ἠνέσχετο. Καὶ ὀχλούμενος παρὰ τῶν ἀδελφῶν καὶ τῶν παραβαλλόντων κοσμικῶν φιλοχρίστων περὶ τῆς τοῦ τόπου ἀγορασίας καὶ μὴ φέρων τὴν ὄχλησιν καὶ ἀπορῶν τί πρᾶξαι, ἀνήγγειλε τῷ ἄλλῳ Γέροντι. Καὶ εἶπεν αὐτῷ ὁ Γέρων· «Δεῖ τὸν τόπον πάντως ἐλθεῖν, ἀλλ’ οὔπω καιρός. Ἐὰν δὲ θλίψῃ σε ὁ λογισμός, εἰπὲ αὐτῷ· Νόμισον ὅτι ἡ στράτα βασιλική ἐστι, μὴ δυνάμεθα αὐτὴν ἀγοράσαι, καὶ οὕτως ἀναπαύῃ.» Ὁσάκις οὖν ὠχλεῖτο ἐκ τούτου τοῦ λογισμοῦ, ἀνετίθει ἑαυτῷ ταῦτα, καὶ ἀνεπαύετο. Μετὰ δέ τινα χρόνον ἐπείσθη ὁ δεσπότης αὐτοῦ παραχωρῆσαι. Ἦν δὲ ἐν αὐτῷ τῷ τόπῳ μοναστήριον μικρόν, καὶ ἀδελφὸς οἰκῶν ἐν αὐτῷ ἐν παροικίᾳ. Καὶ λαβὼν ὁ ἀββᾶς ἰδίᾳ τὸν ἀδελφόν, ἠρώτησεν αὐτὸν εἰ λυπεῖται ἐπὶ τῇ ἀγορασίᾳ, πληροφορήσας αὐτὸν ἐνώπιον τοῦ Θεοῦ, ὅτι ἐὰν λυπῆται, οὐκ ἀγοράζει τὸν τόπον.

Κἀκείνου μετὰ χαρᾶς συναινέσαντος, προέβη τὸ πρᾶγμα. Μαθὼν δὲ τοῦτό τις φιλόχριστος, ἀγαπητὸς ὢν κατὰ Θεὸν τοῦ κοινοβίου, οὐ πάνυ ᾠκοδομήθη εἰς τὸν ἀββᾶν, εἰπὼν ἀδιακρίτως αὐτὸν ποιῆσαι, προτιμήσαντα ἑνὸς ἀνθρώπου θεραπείαν τοσούτων ἀδελφῶν δεομένων τῆς ἐκκλησίας καὶ πάνυ θλιβομένων ἐκ τοῦ ταύτην μὴ ἔχειν, καὶ τῶν ἐρχομένων ξένων μὴ δυναμένων τυχεῖν θεραπείας, διὰ τὸ μὴ εὑρίσκειν ποῦ δεξιωθῆναι. Καὶ αἰτήσας συγγνώμην, ἠρώτησεν αὐτὸν ποίῳ σκοπῷ τούτῳ ἐποίησε, ὁμολογήσας αὐτῷ καὶ τὴν ἰδίαν καταλαλιάν. Ὁ δὲ ἀββᾶς μειδιάσας εἶπεν αὐτῷ· Τέκνον, οὐκ ἐζήτουν θλῖψαι τὸν ἀδελφόν, καὶ τὸ πρᾶγμα ἔρριψα εἰς τὸν Θεόν, δοκιμάζων δι’ αὐτοῦ τὸ τοῦ Θεοῦ θέλημα. Καὶ πιστεύσας ὅτι ἐὰν θέλῃ ὁ Θεὸς ἡμᾶς νῦν λαβεῖν τὸν τόπον, αὐτὸς πληροφορεῖ τὸν ἀδελφὸν μὴ λυπηθῆναι. Ἐὰν δὲ λυπηθῇ, φανεροῦται ὅτι οὔπω θέλει ἡμᾶς λαβεῖν τὸν τόπον. Καὶ ἰδοὺ ὁ Θεὸς ἐπληροφόρησεν αὐτὸν καὶ ἐν χαρᾷ συνῄνεσε, καὶ ἐγένετο τὸ πρᾶγμα μετ’ εἰρήνης. Καὶ θαυμάσας ἐκεῖνος τοῦ ἀββᾶ τὴν πίστιν, καὶ τὴν εἰς Θεὸν βεβαίαν ἐλπίδα, καὶ τὴν πρὸς τὸν πλησίον ἀγάπην, καὶ τὸ ἀπροσπαθὲς πρὸς τὰ τοῦ κόσμου πράγματα, οὐ γὰρ ἐνίκησεν αὐτὸν τὸ ἀναγκαῖον καὶ κατεπεῖγον τῆς χρείας. Ἔβαλεν αὐτῷ μετάνοιαν, αἰτήσας συγχώρησιν τοῦ ἁμαρτήματος καὶ πάνυ ὠφεληθεὶς καὶ δοξάζων τὸν Θεὸν ἐπὶ τῇ ἀρετῇ τῶν Πατέρων, ἀνεχώρησεν.

Ἀδελφός τις φιλόχριστος πολλὴν ἔχων πίστιν εἰς τοὺς ἁγίους Γέροντας, τὸν ἀββᾶν Βαρσανούφιον καὶ ἀββᾶν Ἰωάννην, καὶ παρ’ αὐτῶν εἰς ζωὴν ὁδηγηθῆναι βουλόμενος, ἔπεμψεν ἐρωτῶν τὸν ἀββᾶν Ἰωάννην λέγων· Ἐπειδὴ Πάτερ εὔχομαι τοῖς οἰκτιρμοῖς τοῦ Θεοῦ ἀναχωρῆσαι ἐπὶ τὸν μονήρη βίον, καὶ ἀμφιβάλλω, εἰ χρή με ἐντεῦθεν ἤδη πᾶσιν ἀποτάξασθαι καὶ ἀναχωρῆσαι ἢ πρῶτον ποιῆσαι κατάστασιν τοῖς πράγμασιν καὶ οὕτως ἐξελθεῖν, ἵνα εὕρω ἐν τῇ ἀναχωρήσει τὴν ἀμεριμνίαν, καὶ μάλιστα διὰ τὴν ἐμὴν γραῖαν καὶ τοὺς παῖδας καὶ τὴν πρᾶσιν τῶν χωρίων. Λέγει δέ μοι ὁ λογισμὸς παρασχεῖν αὐτὴν ἐγγὺς τῶν ἀνεψιῶν αὐτῆς καὶ δοῦναι αὐτοῖς φανερὰ χωρία τὰ ἀρκοῦντα εἰς ἀποτροφὴν αὐτῆς καὶ τῶν οἰκετῶν.

Καὶ οὕτω μεῖναι καὶ φροντίσαι τῆς πράσεως τῶν ἄλλων χωρίων. Εἰπὲ οὖν μοι Πάτερ, τί βέλτιον καὶ τί ὀφείλω πρᾶξαι, ὅτι πάντα ὁ Θεὸς ὑμῖν ἀποκαλύπτει τὰ συμφέροντα. Ἀπόκρισις Ἰωάννου· Συγχώρησόν μοι, κύριε ἄδελφε, ὅτι ἄνθρωπός εἰμι ἰδιώτης, μὴ καθαρίσας τὴν δεξιὰν ἐκ τῆς ἀριστερᾶς. Ὡς οὖν, κύριε, ἡ Γραφὴ εἶπεν· «Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ προσέχων εἰς τὰ ὀπίσω, ὑπάγει εὐθέως» καὶ μνημόνευε τὴν γυναῖκα Λώτ. Καὶ πάλιν ὁ λέων μιᾶς τριχὸς κατέχεται, καὶ ὁ ἀετὸς εἰς τὸ ἄκρον τοῦ ὄνυχος αὐτοῦ. Δὸς οὖν τὴν γραῖαν ἐγγὺς τῶν ἀνεψιῶν αὐτῆς, καὶ ἀεὶ ἔχει τὴν ἀμεριμνίαν. Καὶ ψήφισον τὰ ἀναλώματα αὐτῆς καὶ τῶν παιδίων, καὶ δίδεις αὐτοῖς χωρία. Καὶ ἀεὶ χορηγοῦσιν αὐτῇ τὴν χρείαν ἐκ τῆς προσόδου τῶν χωρίων, ἔχοντες καὶ πρόφασιν τοῦ ἐλπίσαι κληρονομῆσαί τι ἐξ αὐτῶν μετὰ τὴν κοίμησιν τῆς γραίας, ἀνθ’ ἧς εὑρίσκει παρ’ αὐτῶν ἀναπαύσεως. Ἐρώτησον δὲ τὸν ἅγιον Γέροντα, εἰ χρεία ἐστὶ μεῖναι καὶ πωλῆσαι τὰ λοιπὰ χωρία καὶ ὡς λέγει σοι ποίησον. Καὶ ἀμεριμνεῖς ἐν Κυρίῳ, οὐ γὰρ μακράν ἐστιν ἀφ’ ἡμῶν, ἀλλὰ βλέπει εἰ εὔθετός ἐστιν ἡ καρδία ἡμῶν καὶ κατὰ τὴν προαίρεσιν εὐοδοῖ. Λαμβάνων οὖν τὴν ἐντολὴν παρὰ τοῦ Γέροντος, μετὰ θάρσους ἀνεκλύτως πρόσελθε τοῖς λεγομένοις παρ’ αὐτοῦ, καὶ κατὰ τὴν πίστιν σου εὐοδοῖ σε ὁ Κύριος ἐν τάχει.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα· Πάτερ ὅσιε, οἶδα ὅτι ὑπερβαίνει με τὸ ἐρωτᾶν τὴν ἁγιωσύνην σου περὶ λογισμῶν. Ἀλλ’ ἀκούσας τῆς θείας φωνῆς λεγούσης ὅτι «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες», καὶ βλέπων ἐμαυτὸν συνεχόμενον ἀπὸ πλήθους τῶν κακῶν μου πράξεων καὶ ἐνθυμήσεων, εἰς τὸ πέλαγος τῶν οἰκτιρμῶν σου ἐμαυτὸν ἔρριψα, διὰ τὸν εἰπόντα ὅτι «Ζῶ ἐγώ, λέγει Κύριος ὅτι οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν», ἵνα διὰ σοῦ ἀκούσω κἀγὼ παρ’ αὐτοῦ ὅτι «Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου αἱ πολλαί.» Οἶδα καὶ πιστεύω ὅτι ἐχαρίσατο ὑμῖν ὁ Θεὸς τὸ γνῶναι διὰ τοῦ ἁγίου αὑτοῦ Πνεύματος πρὸ τοῦ αἰτῆσαι ὑμᾶς τί ἐστιν ὃ θέλω, καὶ περὶ ποίων λογισμῶν αἰτῶ. Ἀλλ’ ἐπειδὴ ἤκουσα τοῦ Προφήτου λέγοντος· «Εἰπὲ πρῶτος τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς», διὰ τοῦτο κἀγὼ ἐν γράμμασι σημειοῦμαι, παρακαλῶν μὴ παριδεῖν μου τὴν ἀθλιότητα, ἀλλὰ προσδέξασθαι ταύτην τὴν δέησιν παρ’ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. Ἐδόθη γὰρ ὑμῖν ἐξουσία παρὰ τοῦ Θεοῦ τοῦ ἐξαγαγεῖν ἐκ σκότους καὶ σκιᾶς θανάτου καὶ ὁδηγῆσαι πρὸς τὸ φῶς τὸ ἀληθινόν, ὅτι χρηστός ἐστιν. Τί οὖν κελεύετέ μοι ποιῆσαι, ἀποτάξασθαί με πᾶσιν ὑφὲν ἐντεῦθεν ἤδη καὶ ἐᾶσαι τὰ πράγματα ἀπρονόητα ἢ πρῶτον ποιῆσαι κατάστασιν, εἶθ’ οὕτως ἀναχωρῆσαι;

Μήποτε εὕρω τὴν τούτων μέριμναν θλίβουσάν με ἐν τῇ ἀναχωρήσει, καὶ ταραχώδεις λογισμοὺς ἐπιχορηγοῦσάν μοι, οἵτινες πνίγουσι τοὺς καλοὺς καὶ πνευματικοὺς καρπούς. Καὶ εἰ προστάσσετε τὸ διατάττεσθαί με πρῶτον, κελεύσατέ μοι σημάναι εἰ χρή τι φροντίσαι τῆς πράσεως τῶν μικρῶν μου χωρίων, καὶ αἰτήσατέ μοι τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν.

Οὐχ ὡς θαρρῶν ἐμαυτῷ ὅτι δύναμαι φυλάξαι τὰ παρ’ ἡμῶν κελευόμενα ἐπερωτῶ, ἀλλ’ ἔχων τὰς ἐλπίδας εἰς τὰς εὐχὰς ὑμῶν εἰς τὸ κελεῦσαι καὶ βοηθῆσαι. Ἐὰν γὰρ αἰτήσητε τὸν Θεὸν ὑπὲρ ἐμοῦ, ἵνα κατευοδώσῃ μοι ὁ Κύριος τὸ καλὸν καὶ τὸ συμφέρον, καὶ παράσχῃ μοι δύναμιν εἰς τὸ φυλάξαι, οὐκ ἀθετεῖ τὴν αἴτησιν ὑμῶν.

Τοῦτο γὰρ καὶ μόνον παραθαρρύνει μου τὴν ἀσθένειαν. Ἀπόκρισις Βαρσανουφίου· Τέκνον, ὅτι ὁ καιρὸς πονηρός ἐστι, δῆλον, καὶ ὁ δυνάμενος φυγεῖν, σῴζεται κατὰ τὸν Λὼτ ἀπὸ Σοδόμων. «Καὶ γὰρ ὁ κόσμος ἐν τῷ κακῷ κεῖται», κατὰ τὸ γεγραμμένον, καὶ τοὺς ἐν αὐτῷ πάντως κατ’ αὐτὸν ἐργάζεται. Πλεκόμενοι γὰρ τοῖς γηΐνοις γήϊνοι γίνονται, οἱ δὲ ἀποτασσόμενοι τούτοις ἐκ τῆς γῆς ἀνῆλθον, οὐκοῦν δῆλον ὅτι καὶ οὐράνιοι γίνονται. Καὶ οὐ συνιῶμεν οἱ ἄθλιοι, ὅτι καὶ μὴ θέλοντες διὰ τὸν Θεὸν ἀναχωρῆσαι ἀπὸ τούτων, ἀναχωρῆσαι ἔχομεν ἐν τῇ ὥρᾳ τοῦ θανάτου ἄκοντες. Τέκνον, ἡ ἐπιτροπὴ τοῦ Θεοῦ ἐστιν ἵνα εὐθὺς κόψῃ ὁ ἄνθρωπος ἀπὸ ὅλων. Τῷ γὰρ προσελθόντι αὐτῷ ἀνθρώπῳ αἰτοῦντι καὶ λέγοντι· «Ἀκολουθήσω σοι ὅπου ἂν ἀπέρχῃ Κύριε, ἐπίτρεψόν μοι δὲ πρῶτον τοῦ διατάξασθαι τοῖς ἐν τῇ οἰκίᾳ μου», εἶπεν· «Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὑτοῦ ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Καὶ πάλιν ἄλλῳ εἶπεν· «Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.» Καὶ πάλιν· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος», καὶ τὰ ἑξῆς. Καὶ πάλιν· «Εἴ τις ἔρχεται πρὸς μὲ καὶ οὐ μισεῖ πατέρα καὶ μητέρα», καὶ τὰ ἑξῆς. Τί δὲ ὅτι καὶ τὴν ἑαυτοῦ ψυχὴν εἶπε μισῆσαι; Καὶ πῶς μισεῖ τις τὴν ἑαυτοῦ ψυχήν, ἀλλ’ ἢ ἐν τῷ κόψαι τὸ ἴδιον θέλημα τῷ Κυρίῳ ἐν πᾶσι, λέγων· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ;»

Καὶ εἰ ὅλως λέγεις τοῦτο, ἰδοὺ θέλημα αὐτοῦ ἐστιν, ἵνα ἀφήσωμεν ὅλα καὶ ἀκολουθήσωμεν αὐτῷ. Τί οὖν; Οὐκ ἀφοῦμεν; Ἀλλ’ ἐπειδὴ διὰ τὴν ἀσθένειαν ἡμῶν οὐκ ἐφθάσαμεν εἰς τοῦτο, κἂν βάλωμεν κάτω τὸν αὐχένα, ἐπιγινώσκοντες ἡμῶν τὴν ἀδυναμίαν καὶ μείνωμεν διατάξασθαι. Μὴ μεγαλοφρονήσωμεν, ὡς καλῶς ποιοῦντες, ἀλλ’ ὅτι ἀκμὴν τὰ τῶν ἀρρώστων ποιοῦμεν. Οἱ γὰρ τελείως ἀποτασσόμενοι τῷ κόσμῳ, ἐφάπαξ ἐκτινάσσουσιν ἑαυτούς.

Τοίνυν καὶ σὺ τέκνον, ὡς ἀσθενὴς καὶ οὐχ ὑγιὴς τελείως, διάταξαι πρῶτον τὸ μὴ πωλῆσαι μέν, ἀναπαῦσαι δέ σου τὴν γραῖαν, ἀλλ’ εὑρίσκεις ἑαυτῷ παγίδα ἐν τοῖς πράγμασι. Διάταξον οὖν αὐτὴν κατὰ τὴν τοῦ ἀδελφοῦ Ἰωάννου ἀπόκρισιν. Καὶ περὶ τῆς πράσεως τῶν χωρίων, φροντίζει σου ὁ Κύριος καὶ οἰκονομήσει σε ῥίψαντα τὴν μέριμναν ἐπ’ αὐτόν. Καθ’ ἡμέραν δὲ καὶ κατὰ νύκτα μνῄσκου τοῦ εἰπεῖν αὐτῷ ὅτι «Δέσποτά μου κατευόδωσόν μοι τὴν ὁδὸν κατὰ τὸ θέλημά σου, πρὸς τὸ καλόν μου καὶ συμφέρον.» Αὐτὸς γὰρ πλειότερον παντὸς ἀνθρώπου οἶδε πῶς ἐξαγάγῃ ἡμᾶς μετὰ ἀνέσεως ἀπὸ τῆς φυλακῆς τοῦ ζόφου, ἀπὸ τῆς συνοχῆς, λέγω τῶν τοῦ κόσμου τούτου τοῦ ματαίου πραγμάτων. Μὴ οὖν ἐκλυθῇ σου ἡ καρδία.

Ἐλπίζω γάρ μου εἰς τὸν Θεὸν ὅτι ἐπὶ τῇ στάσει τῶν ποδῶν μου βλέπω σε καρποφορήσαντα τῷ Θεῷ. Αἴτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Πάτερ ὅσιε, εὐχαριστῶ τῷ φιλανθρώπῳ Θεῷ ὅτι οὐκ ἀπέστρεψας τοὺς οἰκτιρμούς σου ἀπ’ ἐμοῦ. Τελείωσον οὖν τὸ ἔλεός σου μετὰ τοῦ δούλου σου, καὶ δεήθητι τοῦ Δεσπότου Θεοῦ περὶ τῆς σωτηρίας τῆς ψυχῆς μου, καὶ ἵνα ῥυσθῶ τῶν παθῶν καὶ τῆς πονηρᾶς λήθης καὶ ἵνα εὕρω ἔλεος διὰ τῶν ἁγίων χειρῶν σου ἔν τε τῷ αἰῶνι τούτῳ καὶ ἐν τῷ μέλλοντι, καὶ ἵνα ἐν τῇ ὑμετέρᾳ σκέπῃ διάγων ἐξέλθω ἐκ τοῦ σώματος, καὶ ἁπλῶς ἵνα γένωμαί σου δοῦλος εἰς τὸν αἰῶνα, χάριτι καὶ μόνῃ τῆς ἀγαθῆς σου πολιτείας ἀπολαύων.

Ἀπόκρισις Βαρσανουφίου· Τέκνον, καλῶς ἔγραψας περὶ τῆς λήθης, εἰ μὴ γὰρ ἐπελάθου τῶν γραφέντων σοι παρ’ ἐμοῦ, μαθεῖν εἶχες ἀπ’ αὐτῶν, ὅτι ἐπληροφόρησέ με ὁ Δεσπότης ἡμῶν Θεός, ὁ ἐλεήμων καὶ προγνώστης Κύριος, ἔχειν σε υἱὸν γνήσιον πνευματικόν. Μυστήριά σοι ἐθάρρησα ἃ πολλοῖς οὐκ ἐθάρρησα, ὑπόδειγμα υἱοθεσίας. Τίνι γὰρ θαρρεῖ ὁ πατήρ, εἰ μὴ τῷ υἱῷ; Καὶ ταῦτα κατὰ πρόσβασιν κατὰ τὴν αὐτοῦ προκοπήν, ὡς δύναται καὶ βαστάξαι καὶ φυλάξαι. Καὶ ὅλη ἡ δέησίς μου ὑπὲρ σοῦ πρὸς τὸν Θεὸν καὶ ἡ προσευχή μου, ἵνα ἐλευθερώσῃ σε ἀπὸ ὅλων τῶν παθῶν τῆς ἀτιμίας, μεθ’ ὧν ψηφίζεται καὶ ἡ λήθη, καὶ ἵνα πέμψῃ σοι Πνεῦμα διδάσκον σε περὶ πάντων, καὶ ἵνα μὴ χωρισθῇς ἡμῶν μήτε ἐν τῷ νῦν αἰῶνι, μήτε ἐν τῷ μέλλοντι. Τῷ γὰρ Θεῷ πεφανέρωται πῶς πέπηκταί σου τὸ μνημόσυνον εἰς τὴν ἐμὴν καρδίαν, καὶ πιστεύω ὅτι οὐ γίνεται αὐτοῦ ἐξάλειψις εἰς τὸν αἰῶνα. Πίστευσόν μοι ὅτι ἤδη ἐχαρίσατό μοι ὁ Θεὸς σεσωσμένην τὴν ψυχήν σου εἰς ζωὴν αἰώνιον.

Ἀλλὰ πρόσχες μετὰ ἀσφαλείας, καὶ μὴ πάλιν ἐπιλάθῃ τοῦ φυλάξαι ἀδιστάκτως ἔχειν τὴν μνήμην τῶν εἰρημένων, καὶ μὴ ἀμελήσῃς. Πολλοὶ γὰρ μετὰ τὸ κερδάναι καὶ σφραγίσαι τὸ χρυσίον, ἠμέλησαν καὶ βεβουλισμένον αὐτὸ ἀπώλεσαν.

Ἐὰν γὰρ μὴ φιλοκαλήσῃ ἄνθρωπος καὶ σπείρῃ τὴν γῆν αὑτοῦ πρὸς ὑποδοχὴν τοῦ ὑετοῦ, ὅλοι οἱ ὄμβροι ἐὰν βρέξωσιν, οὐδὲν αὐτὸν ὠφελοῦσιν εἰς καρποφορίαν. Βλέπε μὴ ῥᾳθυμήσῃς βλέπων ἄλλον βαστάζοντά σου τὸ γομάριον, καὶ σπαταλήσῃς. Οὐ γὰρ εἶπε· «Ὅλα ἰσχύει δέησις δικαίου ἐνεργουμένη», ἀλλὰ «πολλά», τοῦτ’ ἔστι πολλὰ ἐκ τῶν προκειμένων. Ποίησον τὴν δύναμίν σου. Πολλοὶ γὰρ ἦσαν μετὰ τοῦ Ἰησοῦ καὶ ἀπηλλοτριώθησαν ἀπ’ αὐτοῦ. Καὶ ὁ Ἀπόστολος λέγει· «Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω.» Ἀλλὰ μὴ συγχωρήσῃ ὁ Θεὸς ἵνα ταῦτα εἰς σὲ πληρωθῶσιν, ἀλλ’ ἵνα μένῃς υἱὸς γνήσιος ποθεινότατος τῶν κατὰ Χριστόν μου ὠδίνων, πρόβατον τῆς ποίμνης τοῦ Χριστοῦ, σκεῦος ἡγιασμένον, κληρονόμος τῆς δόξης, καὶ κατὰ τὰς ἐντολὰς τοῦ Χριστοῦ πολιτευσάμενος, τύχῃς τῆς αἰωνίου ζωῆς. Μὴ καταισχύνῃς μου τὸ γῆρας. Θεὸς γὰρ οἶδε πῶς ποιῶ μου τὴν δύναμιν ὑπὲρ τῆς σῆς σωτηρίας, δεόμενος αὐτοῦ, ἵνα εἰς τὸν αἰῶνα τάξῃ σε μετὰ τῶν ἁγίων αὑτοῦ συγκληρονόμον τῶν μελλόντων αὐτοῖς ἀγαθῶν, «ὅπου ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς αὐτοῖς.» Ἐν οἷς εἴη σου τὸ μέρος καὶ ἡ κληρονομία εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ εἰπάτωσαν αἱ ἄνω δυνάμεις καὶ οἱ κάτω ἀκμὴν ἐν τῷ σώματι ἅγιοι· Ἀμήν, ἀμήν, ἀμήν. Γένοιτο, γένοιτο, γένοιτο! Καὶ σφραγίσει ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Μετά τινα χρόνον μέλλων πρὸς τὸν Θεὸν ἐκδημεῖν, ὁ ἀββᾶς Σέριδος ὁ τοῦ κοινοβίου ἡγούμενος, ἐνεστήσατο κληρονόμους τοὺς πρώτους τῶν ἀδελφῶν, οὐχ ὥστε πάντας ὁμοῦ διοικεῖν, ἐπειδὴ τοῦτο ἀκαταστασίας αἴτιον γίνεται, ἀλλὰ κατὰ τάξιν τὸν πρῶτον καὶ τελευτῶντος αὐτοῦ τὸν δεύτερον καὶ οὕτω τοὺς λοιποὺς καθ’ ἑξῆς. Ἔγραψε δὲ τελευταῖον τοῦτον τὸν φιλόχριστον ἀδελφόν, τὸν ἀββᾶν Αἰλιανόν, ὥστε αὐτὸν μετὰ πάντας εἶναι κληρονόμον, ἐὰν γένηται μοναχός. Ἠγνόει δὲ τοῦτο ὁ αὐτὸς ἀδελφός. Ὡς οὖν ἐπὶ ταύτῃ τῇ διατυπώσει μετέστη πρὸς Κύριον ὁ ἀββᾶς, ὁ πρῶτος τῶν ἀδελφῶν ὃν ἡ τάξις ἐκάλει πρὸς τὴν διοίκησιν παρῃτήσατο ταύτην, κατὰ πολλὴν ταπείνωσιν καὶ μετριότητα τρόπων. Καὶ οἱ λοιποὶ δὲ καθ’ ἑξῆς τὸ αὐτὸ ἐποίησαν ἐκεῖνον ζηλώσαντες. Ἐν δὲ τῷ μεταξὺ ἐπῆλθε τούτῳ τῷ φιλοχρίστῳ ἀδελφῷ λύπη ἐκ τοῦ διαβόλου περὶ συντελείας τοῦ κόσμου καὶ θλίψεων, ὡς δὴ μελλουσῶν αὐτὸν ἐνταῦθα καταλαβεῖν καὶ τῶν αἰωνίων κολάσεων.

Καὶ ὡς ἠπείγετο ὑπὸ τῶν λογισμῶν κινδυνεύων εἰς ἀπόγνωσιν ἐμπεσεῖν, πέμπει ἐρωτῶν περὶ τούτου τὸν ἀββᾶν Ἰωάννην, καὶ δεόμενος εὔξασθαι ὑπὲρ αὐτοῦ καὶ δηλῶσαι αὐτῷ λόγον παρακλήσεως. Ὁ δὲ ἔπεμψεν αὐτῷ ταύτην τὴν ἀπόκρισιν, περὶ ὑπακοῆς μᾶλλον ἔχουσαν, ἔμελλε γὰρ αὐτῷ ἐπιτρέπειν τὴν τοῦ κοινοβίου διοίκησιν, ὡς μετὰ ταῦτα δῆλον ἐγένετο.

Ἀπόκρισις Ἰωάννου· Ἄδελφε ἀγαπητέ, ἡ πίστις ἡ εἰς Θεόν ἐστιν ἵνα ἐάν τις ἐκδώσῃ ἑαυτὸν τῷ Θεῷ, μηκέτι ἔχῃ ἑαυτὸν ἐν ἰδίᾳ ἐξουσίᾳ, ἀλλ’ ὑπὸ τὴν ἐκείνου ἐξουσίαν ῥίπτῃ ἑαυτόν, ἕως τῆς ἐσχάτης ἀναπνοῆς. Εἴ τι οὖν ἔρχεται ἐπάνω αὐτοῦ, ἐν εὐχαριστίᾳ δέχεται παρὰ τοῦ Θεοῦ, καὶ τοῦτ’ ἔστι τὸ «Ἐν παντὶ εὐχαριστεῖν.» Ἐὰν γὰρ ὁ ἄνθρωπος παραιτήσηται τὰ ἐκ τοῦ Θεοῦ ἐρχόμενα, παρακούει τοῦ Θεοῦ, ζητῶν τὸ ἴδιον θέλημα στῆσαι, οὕτως γὰρ καὶ οἱ Ἰουδαῖοι ζητοῦντες τὸ ἴδιον θέλημα στῆσαι οὐκ ἠδυνήθησαν ὑποταγῆναι τῷ νόμῳ τοῦ Θεοῦ. Καὶ γὰρ ἡ πίστις ἐστὶν ἡ ταπείνωσις· «Οὓς γὰρ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε καὶ ἐδόξασε.» Λοιπὸν ἀπόρριψον τὴν λύπην, ἥτις κατεργάζεται θάνατον, «ἡ γὰρ κατὰ Θεὸν λύπη σωτηρίαν ἐργάζεται.» Εὖξαι οὖν ὑπὲρ ἐμοῦ καὶ μηδὲν ἀθυμήσῃς. Ἐπεὶ παροργίζεις τὸν Θεὸν κρατῶν τὸ ἴδιον θέλημα. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς δώῃ σοι ποιῆσαι τὸ θέλημα αὐτοῦ καὶ εὑρεῖν ἔλεος ἐνώπιον αὐτοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Δεξάμενος τὴν ἀπόκρισιν ταύτην ὁ ἀδελφός, ἠλευθερώθη μὲν παραχρῆμα τῶν θλιβόντων αὐτὸν λογισμῶν. Οὐκ ἐνόει δὲ τὴν δύναμιν τῶν αὐτῷ γραφέντων καὶ ἐθαύμαζεν ὅτι ἄλλα ἠρώτησε καὶ ἄλλα ὁ Γέρων ἀπεκρίνατο. Τότε σαφῶς τὸ πρᾶγμα ἐδήλωσεν αὐτῷ ὁ Γέρων, ἐπιτρέπων αὐτῷ καταδέξασθαι τὴν τοῦ κοινοβίου φροντίδα. Ὁ δὲ ἀδελφὸς ἐθαύμασεν ὅτι τοῦτο περὶ αὐτοῦ ἐλογίσατο, εἰδὼς ἑαυτὸν πρὸς τοῦτο ἀνίκανον. Μὴ τολμῶν δὲ ὅλως ἀντειπεῖν τῇ αὐτοῦ κελεύσει, ἔπεμψε λέγων αὐτῷ ταῦτα· Ἀββᾶ, πλέον οὐ γινώσκω ἐμαυτὸν ἢ οἶδέ με τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ οἰκοῦν ἐν ὑμῖν, καὶ ἔμφοβός εἰμι καὶ ἔντρομος διὰ τὸν τοῦ πράγματος κίνδυνον. Ἐὰν οἶδας ὅτι δύναμαι ἐν τούτῳ εὑρεῖν ἔλεος ἔχων τὴν ὑμῶν ἐν Χριστῷ σκέπην, οὐκ ἀντιλέγω, ἐξουσίαν μου γὰρ ἔχετε, καὶ εἰς τὰς χεῖράς εἰμι τοῦ Θεοῦ καὶ ὑμῶν.

Γράφει οὖν αὐτῷ ὁ Γέρων ἀπόκρισιν ἔχουσαν οὕτως· Κύριε ἄδελφε, μαρτυρεῖ μοι ὁ Θεὸς ὅτι ἐν γνησιότητι ἀγαπῶ τὸν ἀδελφόν μου, καὶ ἡ εὐχή μού ἐστιν ἵνα μὴ βλαβῇ ἡ ψυχή σου ἔν τινι. Πιστεύων τῇ ὑπακοῇ σου καὶ φροντίζων τῆς σωτηρίας σου, συνήργησα τῷ ἀγαθῷ. Τὰ γὰρ κρυπτὰ τοῖς ἀνθρώποις, φανερὰ τῷ Θεῷ. Καὶ σὺ βλέπεις, ἄδελφέ μου, ὅτι πράγματα πολλά εἰσι καὶ ὑπέρογκα, καὶ οὐκ ἀπιστεῖς ὅτι εἴ τι ἔνι εἰς τὸ κοινόβιον, ἕως τοῦ χώματος, τοῦ Θεοῦ ἐστι, καὶ ὁ συνάψας τὰ ἐπίγεια τοῖς ἐπουρανίοις, πάντα ἡγίασε διὰ τῆς παρουσίας αὐτοῦ. Λοιπὸν ἐν σοί ἐστι τὸ συνεργῆσαι καὶ κακοπαθῆσαι, ἵνα κοινωνὸς εὑρεθῇς τῶν ψυχῶν τῶν σῳζομένων. Εἶπε γὰρ ὁ Ἀπόστολος· «Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.» Καὶ πάλιν εἶπεν ὅτι «Τοῖς ταπεινοῖς συναπαγόμενοι.» Καὶ ὁ Κύριος εἶπεν· «Ὁ ὑμῶν ἀκούων, ἐμοῦ ἀκούει, καὶ ὁ ὑμᾶς ἀθετῶν, ἐμὲ ἀθετεῖ.» Ὅλου τοῦ πράγματος τοῦ Θεοῦ ὄντος, οὐ δύνῃ παραιτήσασθαι. Καὶ γὰρ εἰ ἔνι τίποτε ἀνθρώπινον, οἶδας, εἰς φροντίδα σε βαροῦμεν κατὰ Θεόν, ᾧ οὐκ ἔστι φροντίς, ἀλλὰ σωτηρία ψυχῆς, καθὼς λέγει ἡ Γραφή· «Ὅτι ὁ ἐπιστρέφων ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὑτοῦ, σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.» Ἀνδρίζου ἐν Κυρίῳ καὶ πίστευσον τῷ Ἰησοῦ, καὶ αὐτὸς φυλάττει ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, καθὼς περὶ τῶν Ἀποστόλων αὑτοῦ ᾐτήσατο παρὰ τοῦ Πατρός.

Μὴ οὖν διστάζῃς, ἀλλ’ ἔκχυσον τὴν καρδίαν σου εἰς τὸν Θεὸν καὶ εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν καὶ εἰς τὸ Πνεῦμα τῆς ἀληθείας. Καὶ ἐν τούτῳ πιστεύω ὅτι εὑρίσκεις τὸ ἔλεος εἰς τὸ βῆμα τοῦ Θεοῦ. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, γίνεται μεθ’ ἡμῶν. Ἀμήν.