Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Η ηγουμενία του Αιλιανού, κανόνες φιλοξενίας και η κοίμηση του αββά Ιωάννη

Καθοδήγηση του νέου ηγουμένου Αιλιανού, πρακτικοί κανόνες για την υποδοχή επισκεπτών και τη διανομή αγαθών, και ιστορικές πληροφορίες για τις τελευταίες ημέρες και την εκδημία του αββά Ιωάννη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 20 από 22

Ταῦτα ἀκούσας ὁ ἀδελφός, ἐδήλωσε τῷ Γέροντι· Ἰδοὺ ὁ δοῦλος ὑμῶν, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου, καὶ τῇ κελεύσει τῶν Πατέρων, ἠξιώθη τοῦ μοναχικοῦ σχήματος. Καὶ ἐγένετο παρὰ πάντων ἀξίωσις τῷ ἐπισκόπῳ καὶ ἐχειροτονήθη πρεσβύτερος καὶ οὕτως προεβλήθη ἡγούμενος τῆς μονῆς. Καὶ τότε ἠξιώθη ἐν πρώτοις εἰσελθεῖν πρὸς αὐτὸν τὸν ἀββᾶν Ἰωάννην. Καὶ ἐδόξατο αὐτὸν ὁ Γέρων ὡς τὸν μακάριον τὸν ἀββᾶν· πολλὴ γὰρ ἦν τοῦ Γέροντος ἡ ταπείνωσις. Καὶ λέγει αὐτῷ· «Εὖξαι ἀββᾶ» κἀκεῖνος ἕστηκεν ἐννεός, μὴ τολμῶν εὔξασθαι ἐπ’ αὐτοῦ. Καὶ ὡς ἐδευτέρωσεν, ἵνα μὴ ἀντείπῃ, ηὔξατο.

Καὶ ἐπιτραπεὶς ἐκάθισε, καὶ λέγει αὐτῷ ὁ Γέρων· Ἄδελφε, πρὸ πολλοῦ χρόνου προεμήνυσεν ὁ ἅγιος Γέρων περὶ σοῦ ὅτι μέλλεις γενέσθαι μοναχὸς καὶ ἡγούμενος τοῦ κοινοβίου. Καὶ ἰδοὺ ὁ λόγος ἔφθασε κατὰ τὴν τοῦ Θεοῦ εὐδοκίαν. Πρόσεχε οὖν σεαυτῷ καὶ στερεωθῇ ἡ καρδία σου ἐν Κυρίῳ τῷ ἐνδυναμοῦντί σε. Ἀμήν.

Ὁ αὐτὸς ἠρώτησε τὸν Γέροντα λέγων· Συγχώρησον Πάτερ, τῇ προπετείᾳ μου καὶ περὶ ὧν ἐρωτῆσαι θέλω σαφήνισόν μοι· Τίνος χάριν οἱ πρῶτοι τῶν ἀδελφῶν οἱ γραφέντες κληρονόμοι παρῃτήσαντο τὴν τοῦ μοναστηρίου διοίκησιν; Καὶ διὰ τί συνεχωρήσατε αὐτοῖς, γινώσκοντες τὴν αὐτῶν ἀρετήν τε καὶ ὑπακοὴν καὶ ὅτι ἡ τάξις αὐτοὺς ἐκάλει; Ἐμοὶ δὲ τῷ ἀναξίῳ καὶ οὐδὲν ἔχοντι μοναχικῆς καταστάσεως ἔργον, ἐπετρέψατε τὴν τοιαύτην διοίκησιν, τὴν ἐκείνοις μᾶλλον πρέπουσαν.

Ἀπόκρισις Ἰωάννου· Οἱ ἀδελφοὶ παρῃτήσαντο διὰ τὴν πολλὴν ταπείνωσιν· Ἔχοντες γὰρ τοῦ διοικῆσαι τὴν ἐξουσίαν κατὰ Θεὸν ἐκ τῶν πραγμάτων τῆς διαθήκης, οὐ προσέδραμον τούτῳ, ἀλλ’ ἠγάπησαν μᾶλλον τὴν ὑπακοήν. Καὶ προθύμως ἐψηφίσαντό σε, εἰς ἔλεγχον τῶν κληρονομίας καὶ δωρεὰς ἀπαιτούντων, καὶ τὸ κοσμικὸν ἐχόντων τῆς φιλαργυρίας φρόνημα καὶ προτιμώντων τὰ γήϊνα τῆς βασιλείας τῶν οὐρανῶν. Χαίροντες οὖν τῇ αὐτῶν ταπεινώσει συνεχωρήσαμεν αὐτοῖς παραιτήσασθαι. Σοὶ δὲ ἐπετρέψαμεν καταδέξασθαι διὰ τὴν παρὰ τοῦ Θεοῦ κλῆσιν τοῦ πάντα πρὸς τὸ συμφέρον οἰκονομοῦντος ἑκάστῳ, κατὰ τὴν αὑτοῦ πρόγνωσιν. Μὴ οὖν νομίσῃς ὅτι κατὰ παρακοὴν αὐτῶν τοῦτο ἐγένετο. Καὶ γὰρ καὶ Μωϋσῆς ἐπιτραπεὶς παρὰ τοῦ Θεοῦ τὴν τοῦ λαοῦ διοίκησιν, εἶπεν· «Ἰσχνόφωνός εἰμι καὶ βραδύγλωσσος», καὶ συνεχώρησεν αὐτῷ ὁ Θεὸς εἰδὼς ὅτι τοῦτο εἶπεν οὐκ ἀντιλέγων ἀλλὰ κατὰ πολλὴν ταπείνωσιν. Τοῦτο καὶ Ἰερεμίας ὁ Προφήτης ἐποίησε, λέγων· «Δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι», καὶ οὐκ ἐλογίσθη αὐτῷ εἰς ἀντιλογίαν. Ἐχρήσατο τούτῳ καὶ ὁ ἑκατόνταρχος εἰπὼν τῷ Σωτῆρι· «Οὐκ ἄξιός εἰμι ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς», καὶ ἐθαυμάσθη αὐτοῦ ἡ πίστις συγκεκραμένη τῇ ταπεινώσει. Καὶ μὴ εἴπῃς διὰ τί οὖν ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ οὐ παρῃτήσατο τὴν ἡγεμονίαν καὶ οἱ ἀπόστολοι τὸ κήρυγμα; Ἆρα ὡς μὴ ἔχοντες ταπείνωσιν;

Καὶ ποία μείζων ταπείνωσις τῆς αὐτῶν εὑρίσκεται; Ἀλλὰ καὶ οἱ παραιτησάμενοι τὴν ὑπακοὴν εἶχον, καὶ οἱ καταδεξάμενοι τὴν ταπείνωσιν, οὐ δύναται γὰρ μία τῆς ἄλλης χωρισθῆναι. Ἀλλὰ τὰ πάντα γίνεται ἵνα τὰ κρίματα τοῦ Θεοῦ τὰ ὑπὲρ ἡμᾶς ὄντα προβῇ, καὶ ἵνα δειχθῶσι τῶν ἁγίων πολυτρόπως αἱ ἀρεταί. Πάντα οὖν πίστευε τὰ παρὰ τοῦ Θεοῦ καλῶς προβαίνειν, καὶ μηδὲν πλέον περιεργάζου. Ὁ Κύριος συνετίσει σε καὶ φωτίσει τοὺς ὀφθαλμοὺς τῆς διανοίας σου, εὐχαῖς ἁγίων.

Ἀμήν. Ταῦτα ἀκούσας ἐδόξασε τὸν Θεὸν καὶ εἶπε τῷ Γέροντι· Πάτερ, ἐπειδὴ ἀρχάριός εἰμι καὶ οὐδὲν οἶδα, τί κελεύεις εἴπω τοῖς ἀδελφοῖς; Ἀπόκρισις· Εἰπὲ αὐτοῖς ταῦτα· Τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ φροντίζοντος ὑμῶν, αὐτοῦ εἰπόντος· «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς.» Προσέχετε ἑαυτοῖς μετὰ πάσης ταπεινοφροσύνης καὶ ἀγάπης εἰς Θεόν, καὶ εὐλογεῖ ὑμᾶς καὶ γίνεται ὑμῶν σκέπη καὶ ὁδηγός. Εἰπὲ δὲ αὐτοῖς·

Μή τις κρύψῃ λογισμόν, ἐπειδὴ ἡ χαρὰ τῶν πνευμάτων τὸ κρύβειν ἐστὶ τοὺς λογισμούς, ἵνα ἀπολέσωσι τὴν ψυχήν. Κἄν τις αὐτῶν εἴπῃ σοι τὸν λογισμὸν αὑτοῦ, εἰπὲ τῷ σῷ λογισμῷ· Κύριε, εἴ τι σοῦ ἐστιν εἰς σωτηρίαν τῆς ψυχῆς, δός μοι ἵνα λαλήσω αὐτῷ, καὶ ἵνα τὸν λόγον σου λαλήσω καὶ μὴ τὸν ἴδιον. Καὶ τὸ ἐρχόμενόν σοι εἰπέ, λέγων ἐν ἑαυτῷ ὅτι Οὐκ ἔστι ἐμὸς ὁ λόγος, γέγραπται γάρ· «Εἴ τις λαλεῖ ὡς λόγια Θεοῦ.» Ἐρώτησις· Ὅτε εὐλογοῦνται οἱ ἀδελφοὶ παρ’ ἐμοῦ, δώσω αὐτοῖς τὴν χεῖρά μου ἢ οὔ; Λέγει δέ μοι ὁ λογισμὸς ἵνα καταφιλῶ τὰς κεφαλὰς αὐτῶν, ἆρα καλόν ἐστιν;

Ἀπόκρισις· Ὅτε εὐλογοῦνται, δὸς τὴν χεῖρα καὶ εἰπὲ αὐτοῖς ὅτι Βλέπετε ὅτι κατὰ τὴν πίστιν ὑμῶν ποιεῖ ὁ Θεὸς μεθ’ ὑμῶν, μὴ οὖν κατὰ ἀνθρωπαρέσκειαν. Αὐτὸς γὰρ ὁ Κύριος εἶπεν· «Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται.» Ἐὰν οὖν ᾖ προφήτης καὶ δίκαιος, καὶ μὴ δέξηταί τις αὐτὸν ὡς προφήτην καὶ δίκαιον, μισθὸν οὐκ ἔχει. Ἐὰν δὲ καὶ μὴ ᾖ προφήτης μήτε δίκαιος καὶ δέξηται αὐτὸν ὡς προφήτην καὶ δίκαιον, μισθὸν προφήτου καὶ δικαίου λήψεται. Τὰς δὲ κεφαλὰς αὐτῶν οὐ χρὴ καταφιλεῖν, ὑπόκρισιν γὰρ ἔχει τὸ πρᾶγμα ἀνθρωπαρεσκείας.

Ἐρώτησις· Ὁποῖος ὀφείλω εἶναι πρὸς τοὺς ἀδελφούς; Ἀπόκρισις· Ἔχε ἑαυτὸν ὑποκάτω πάντων καὶ πάλιν διοικητὴν πάντων, ἀπαιτούμενος τὴν τάξιν ἣν κατεδέξω σπλαγχνίζεσθαι εἰς πάντας, ὡς εἶπεν ὁ Ἀπόστολος· «Ἀλλήλων τὰ βάρη βαστάζετε», «Νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους.» Μή τις κακὸν ἀντὶ κακοῦ ἀποδώσῃ, ἀλλὰ τὸ ἀγαθόν. Ἐὰν δέ τις μὴ ὑποτάσσηται, τοῦτον σημειοῦσθε. Ὁ αὐτὸς Ἀπόστολος συνετίσει σε τὰ λοιπὰ ἐκ τοῦ μικροῦ μου λόγου.

Ἐρώτησις· Ποταπὸς ὀφείλει εἶναι ὁ κανονάρχης καὶ ὁ οἰκονόμος πρὸς τοὺς ἀδελφούς; Ἀπόκρισις· Μακρόθυμος ἵνα δύνηται βαστάξαι τὸν ἀσθενάριον. Ἐρώτησις· Ἐάν τις τῶν ἀδελφῶν ἁμαρτήσῃ, πῶς αὐτὸν ἐλέγξω; Ἰδίᾳ ἢ ἐπὶ τῶν ἀδελφῶν;

Ἀπόκρισις Ἰωάννου· Ἐὰν ᾖ τὸ πρᾶγμα σκληρόν, ἐπὶ τῶν ἀδελφῶν, προειπεῖν δὲ αὐτῷ χρὴ ὅτι Ἐὰν μὴ διορθώσῃ, καὶ ἐπὶ τῶν ἀδελφῶν ἔχω εἰπεῖν, ὅτι οὕτως ἐνετείλατο ὁ Κύριος ὅτι «Ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ. Καὶ ἐὰν ἐπιστρέψῃ, ἐκέρδησας τὸν ἀδελφόν σου. Ἐὰν δὲ μή, λαβὲ μεθ’ ἑαυτοῦ ἕνα ἢ δύο», καὶ τὰ ἑξῆς. Ἐὰν δὲ μικρὸν ᾖ τὸ ἁμάρτημα, ἰδίᾳ ἔλεγξον αὐτὸν καὶ πρὸς αὐτὸν τὴν ἐπιτιμίαν.

Ἐρώτησις· Ἐὰν ὑπομείνῃ τις ἐν τῷ κοινοβίῳ, ποίῳ τρόπῳ σῴζεται; Καὶ τί πλέον ἔχει ὁ οἰκῶν ἐν τόπῳ ἔνθα εἰσὶν οἱ ἅγιοι Πατέρες; Ἀπόκρισις· Ἐὰν ἀποθάνῃ τις ἐν τῇ μόνῃ μετὰ ταπεινοφροσύνης καὶ ὑπακοῆς, οὗτος διὰ τοῦ Χριστοῦ σῴζεται. Ὁ γὰρ Κύριος Ἰησοῦς λόγον δίδει ὑπὲρ αὐτοῦ. Ἐὰν δὲ ἔχῃ θέλημα καὶ ἔστιν ὅτε σχηματίζεται ὑπακοὴν καὶ ταπείνωσιν, τοῦτο κρῖμα τοῦ Θεοῦ ἐστι. Τὸν δὲ διὰ τὴν ἀνάπαυσιν τοῦ σώματος καὶ οὐ δι’ ὠφέλειαν ψυχῆς κατὰ τὸ ἴδιον θέλημα διάγοντα, τὸν τοιοῦτον χρὴ ἅπαξ ἅπαξ παρακαλεῖν διὰ «τὸν θέλοντα πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Ἐὰν δὲ ἐμμένῃ εἰς τὸ ἴδιον θέλημα, βαστάξατε αὐτὸν ἕως οὗ ἐντραπῇ ἢ ἐξ ἰδίου θελήματος ἀπορρίψῃ ἑαυτόν. Ἐὰν δὲ γεννᾷ βλάβην τοῖς ἀδελφοῖς, διαμάρτυραι αὐτῷ ὅτι Ἐὰν ἐμμείνῃς τῇ πράξει ταύτῃ, ὧδε μετὰ τῶν ἀδελφῶν οὐ δύνασαι μεῖναι. Καὶ γὰρ φύσει οὐ δύναται ἄνθρωπος βαστάξαι ἀνάπαυσιν ἑνὸς καὶ βλάψαι πολλούς. Ὁ δὲ μένων ἐν πίστει ἀγαθῇ καὶ κατὰ Θεὸν ἐν τῇ μόνῃ, λαμβάνει σκέπην παρὰ τοῦ Θεοῦ καὶ οἰκοδομεῖται. Καὶ ὁ κοιμηθεὶς ταύτην ἔχων τὴν πρᾶξιν, εὑρίσκει ἀνάπαυσιν. Τὸ δὲ πλέον ἔχειν τὸν οἰκοῦντα τὸν τόπον ἐν ᾧ εἰσι οἱ Πατέρες ἅγιοι, τοῦτ’ ἔστι τὸ ἔχειν πίστιν ἐν τῇ ἀγαθῇ πράξει καὶ πιστεύειν τῇ δυνάμει τῶν Πατέρων ὅτι «πολλὰ ἰσχύει δέησις δικαίου ἐνεργουμένη», ὅπερ οὐ πανταχοῦ εὑρίσκει τις.

Εἶπε γὰρ ὁ Κύριος περὶ τῶν Ἀποστόλων· «Ὅτε ἤμην μετ’ αὐτῶν, ἐγὼ αὐτοὺς ἐφύλαττον, νῦν δὲ πρὸς σὲ ἔρχομαι, φύλαξον αὐτοὺς ἐν τῷ ὀνόματί σου», ὅτι σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ὁ αὐτὸς ᾔτησε τὸν αὐτὸν Γέροντα λέγων· Κέλευσον δηλῶσαι τοῖς ἀδελφοῖς περὶ ὑπομονῆς καὶ ὑπακοῆς, ὅτι τὸν λόγον σου δέχονται. Καὶ ἐδήλωσεν ὁ Γέρων τοῖς ἀδελφοῖς ταῦτα· Ἀδελφοί, οὐκ ἐληλύθατε εἰς ἀνάπαυσιν ἀλλ’ εἰς θλῖψιν, ὅτι οὕτως ἐνετείλατο ὁ Κύριος τοῖς Ἀποστόλοις ὅτι «Θλῖψιν ἐπὶ τῆς γῆς καὶ λύπην ἔχετε, ὁ δὲ κόσμος χαρήσεται.» Ἐὰν ἀκολουθῆτε τῷ Κυρίῳ Ἰησοῦ, καὶ αὐτὸς μεθ’ ὑμῶν ἐστιν. Ἐὰν ἀποβάλητε αὐτόν, καὶ αὐτὸς ἀποβαλεῖ ὑμᾶς.

Ὁ θέλων οὖν εὑρεῖν εὐλογίαν παρὰ τοῦ Θεοῦ, ἀκούει αὐτοῦ ὅ τι αὐτὸς εἶπεν· «Ὁ φυλάσσων τὸν λόγον μου, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα.» Ὁ ζητῶν οὖν ζωὴν αἰώνιον, ζητεῖ φυλάξαι αὐτοῦ τὸν λόγον ἕως ἐκχύσεως αἵματος ἐν τῷ κόψαι τὸ ἴδιον θέλημα. Οὐδεὶς γὰρ ζητῶν ἴδιον θέλημα τὸ ἀπαρέσκον Θεῷ, μέρος ἔχει μετὰ τοῦ Χριστοῦ. Προσέχετε οὖν ἑαυτοῖς ἐν φόβῳ Θεοῦ, καὶ σκεπάζει ὑμᾶς ὁ Κύριος εὐχαῖς ἁγίων. Ἀμήν.

Ἐρώτησις· Εἰπέ μοι Πάτερ, πῶς ὀφείλω ἀπαντᾶν τοῖς εἰσερχομένοις, εἴτε κοσμικοῖς, εἴτε Πατράσιν, εἴτε ἀδελφοῖς; Ἀπόκρισις· Ἐν σοφίᾳ περιπατῶν πάντας δέχου ἀπροσκόπως, κατὰ τὸν Ἀπόστολον· «Ὃς ἤρεσκε καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» Διὰ δὲ τὴν ἀγάπην τοῦ Χριστοῦ ὑπομιμνῄσκω τὸν Κύριόν μου ὅτι ὁ καιρὸς ἔκλινεν εἰς τὴν ἀνάπαυσιν τοῦ σώματος καὶ εἰς τὴν πλησμονὴν τῆς κοιλίας, τὰ γεννῶντα πάντα τὰ πάθη. Ἵνα φυλάξῃς ἑαυτὸν ἀπὸ τῶν ἐρχομένων διὰ ταύτην τὴν πρόφασιν, εἴτε κοσμικῶν εἴτε ἀδελφῶν εἴτε Πατέρων. Καὶ ἐὰν γένηται ἔρχεσθαι αὐτούς, μήτε λιπάνῃς μήτε ἀποβάλῃς. Ἐὰν δὲ ᾖ ἄνθρωπος εἰς αὐτὸ τοῦτο σχολάζων, κόψον. Καὶ οὐκ ἀγνοεῖς ἅπαξ τὴν διαγωγὴν τοῦ ἀββᾶ πῶς διῆγε μετὰ τῶν ἐρχομένων. Συμφέρει σοι ἀκοῦσαι σκνιφὸς μὴ ὢν τοιοῦτος ἢ γὰρ ἀκοῦσαι τρυφητής. Λοιπὸν ἐν σεμνότητι δέχου, ποιῶν σχήματα περὶ ἑαυτοῦ, ἵνα εὑρεθῇς παρὰ μικρόν. Εἰ δέ τις βιάσεταί σε, λέγε αὐτῷ ὅτι Ἐντολὴν ἔχω παρὰ τῶν Πατέρων καὶ τοῦ Ἀποστόλου, ὅτι ὁ Ἀπόστολος λέγει· «Μὴ μεθύσκετε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία.» Οἱ Πατέρες λέγουσι· «Παρακαλοῦμεν πάντα ἄνθρωπον θέλοντα δοῦναι μετάνοιαν τῷ Θεῷ, ἵνα φυλάξῃ ἑαυτὸν ἀπὸ πολυοινίας, ἥτις γεννᾷ πάντα τὰ πάθη.» Φύλαξον οὖν σεαυτὸν ἐκ τῶν λεγόντων· Ἐὰν μὴ πίῃς, οὐ πίνω, ἐὰν μὴ φάγῃς, οὐ τρώγω.

Καὶ μετὰ πάσης ταπεινοφροσύνης παρακάλεσον αὐτούς, λέγων ὅτι ὁ Ἀπόστολος εἶπεν· «Ὁ ἐσθίων μὴ ἐξουθενείτω τὸν μὴ ἐσθίοντα, Κυρίῳ γὰρ οὐκ ἐσθίει καὶ δοξάζει τὸν Θεόν.

Καὶ ὁ μὴ ἐσθίων μὴ κρινέτω τὸν ἐσθίοντα, Κυρίῳ γὰρ ἐσθίει καὶ δοξάζει τὸν Θεόν.» Ὥστε ἀμφότεροι τίμιοί εἰσι παρὰ τῷ Θεῷ, διότι κατὰ δόξαν Θεοῦ ποιοῦσι τὰ ἀμφότερα μέρη. Λοιπὸν ἅπαξ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ, ἕκαστος ποιήσει τὴν χρείαν αὑτοῦ, ὅτι Ἀσθενής εἰμι καὶ οὐ δύναμαι, καὶ ποιεῖτε μετ’ ἐμοῦ τὴν ἀγάπην, καὶ γὰρ ὁ Ἀπόστολος οὕτως εἶπεν· «Ἡ βασιλεία τῶν οὐρανῶν οὐκ ἔστι βρῶσις καὶ πόσις, ἀλλὰ ἀγάπη καὶ καθαρὰ καρδία», καὶ τὰ ἑξῆς. Λοιπὸν ἔχε φρόνησιν πρὸς τοὺς ἐρχομένους, ἵνα πρὸς ἕκαστον ἔχῃς σύνεσιν καὶ σοφίαν μαθεῖν, διὰ τί καὶ πῶς ἦλθε, ἢ διὰ τὸν Θεὸν ἢ διὰ βρώματα. Καὶ λοιπὸν ὅσον δύνῃ, μὴ δώσῃς ἑαυτὸν εἰς λόγον σαρκικῆς διδαχῆς εἰς τοὺς παραβάλλοντας, ἐὰν μή τις ἔχῃ χρείαν τῶν λόγων τοῦ Θεοῦ. Δίδει γάρ σοι ὁ Θεὸς σύνεσιν, ἀλλὰ τὴν συντυχίαν ποεῖσθαι ἀπὸ Βίου Πατέρων, ἀπὸ Εὐαγγελίου, ἀπὸ Ἀποστόλου, ἀπὸ τῶν Προφητῶν. Καὶ μὴ ἐνδώσῃς αὐτοῖς φθέγξασθαι κοσμικὸν πρᾶγμα, ἐπεὶ καὶ τὸ βρῶμα καὶ ὅλα σαρκικὰ γίνονται.

Ταῦτα δὲ ἃ εἶπον, οὐκ ἔστι σαρκικῆς διδαχῆς, ὅσα γὰρ διὰ κοσμικὰ πράγματα λαλεῖται, ταῦτα σβέσον μὴ λαλῆσαι, διδαχὴ γὰρ σαρκική ἐστι. Καὶ εἰπὲ αὐτῷ· Ἀββᾶ, εἶπεν ὁ Κύριος· «Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» Εἰ δὲ διὰ τὸν Θεὸν ἦλθες, τὰ τοῦ Θεοῦ δυνάμεθα συμβουλεῦσαι. Ὁ κόσμος τὸ ἴδιον ἀγαπᾷ, οὐ συμφωνεῖ οὖν ὁ κόσμος τῇ συμφωνίᾳ τοῦ Θεοῦ. Εἰ δὲ μήγε κολαζόμεθα παρὰ τὸ θέλημα τοῦ Θεοῦ συμβουλεύοντες. Ὁ Ἀπόστολος γὰρ εἶπε· «Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν, τῷ γὰρ βουλήματι τοῦ Θεοῦ οὐχ ὑποτάσσεται οὐδὲ γὰρ δύναται.» Ἐρώτησις· Εἰπέ μοι Πάτερ, πῶς γίνεται ἡ σαρκικὴ ἐρώτησις καὶ πῶς ἡ πρὸς αὐτὸν κατὰ Θεὸν ἀπόκρισις;

Ἀπόκρισις· Ἰδοὺ ἤρχοντό τινες πρὸς ἡμᾶς ἐρωτῶντες διὰ στρατείαν. Καὶ ἀπεκρινόμεθα αὐτοῖς ὅτι τὸ πρᾶγμα ἀδικίαν ἔχει, οὐ συνεργεῖ οὖν ὁ Θεὸς εἰς ἀδικίαν. Ἐάν σέ τις ἐρωτήσῃ περὶ τῶν σαρκικῶν, δὸς αὐτῷ ἀπόκρισιν τὸ ἀληθὲς καὶ μὴ τὸ χαλεπόν, τοῦτ’ ἔστι τὸ κατὰ Θεόν, καὶ μὴ τὸ σαρκικόν.

Ἐρώτησις· Δέσποτα, δέομαι τῶν οἰκτιρμῶν σου, αἴτησον μετὰ τοῦ ἁγίου Γέροντος ἵνα λυτρωθῶ τῆς ὑψηλοφροσύνης καὶ ἐν ταπεινῇ καρδίᾳ καὶ φόβῳ Θεοῦ δίδωμι τὴν ἀπόκρισιν ἑκάστῳ, ὥσπερ ᾐτήσατο καὶ περὶ τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν, τοῦ μακαρίου τοῦ ἀββᾶ.

Ἀπόκρισις Ἰωάννου· Εὐλογητὸς Κύριος! Γένοιτό σοι κατὰ τὸ θέλημά σου! Καὶ ὁ φιλάνθρωπος Θεὸς ὁ πάντα πλουσίως δωρούμενος χαρίσεταί σοι ταῖς εὐχαῖς τοῦ ἁγίου Γέροντος ἐν τῷ Πνεύματι τῷ ἁγίῳ τοῦ λαλεῖν ἐν τῷ φόβῳ αὐτοῦ, καὶ μετὰ πάσης ταπεινοφροσύνης καὶ ἀναξιότητος, διδόναι τὴν ἀπόκρισιν ἑκάστῳ καθώς ἐστι χρεία. Ὅπου οὖν φθάνεις, αἴτησον ἐν τῇ διανοίᾳ σου τὸν ἅγιον Γέροντα ὅτι Ἀββᾶ τί λαλήσω; Καὶ μὴ μεριμνήσῃς τί εἴπῃς, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου λέγοντος· «Μὴ μεριμνήσητε τί λαλήσετε, ὅτι οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς τὸ λαλοῦν ἐν ὑμῖν.» Ἐρώτησις· Πῶς ὀφείλομεν κεχρῆσθαι τῇ φιλοξενίᾳ καὶ τῇ τῶν πτωχῶν ἐντολῇ; Καὶ εἰ χρὴ πάντας τοὺς ἐρχομένους ἀφαρεὶ δέχεσθαι; Καὶ ἐπειδὴ ὀχλοῦσιν ἡμῖν διὰ ἱμάτια, ἐὰν ὅλως περισσεύσωμεν, εἰ χρὴ διδόναι; Καὶ τίνι;

Ἀπόκρισις· Τῇ φιλοξενίᾳ καὶ τῇ ἐντολῇ κατὰ δύναμιν, συμμετροῦντες τῷ πράγματι τῆς ὑπομονῆς. Κἂν εὕρητε πλεῖον εἰς τὰς χεῖρας, καὶ οὕτως χρήσασθε τῇ συμμετρίᾳ, ἵνα μή τις συνήθεια κατάσχῃ καὶ ἔρχεται ἀπορία καὶ τὸ αὐτὸ ἀπαιτεῖ.

Ἀκριβάζοντες διὰ τί ὁ ἐρχόμενος ἔρχεται· Ἐὰν γὰρ ᾖ κλέπτης, καθὼς εἶπον οἱ Πατέρες, δότε εὐλογίαν καὶ ἀπολύσατε. Καὶ ἐπειδή εἰσί τινες ὧδε ἐρχόμενοι ἐπιβαρῆσαι, μὴ δώσῃς αὐτοῖς παρρησίαν, καὶ γὰρ διὰ σκνιφείαν ἔρχονται βαρῆσαι, μὴ χρείαν ἔχοντες. Ἱμάτιον δὲ μηδενὶ δώσητε ὡς ἔτυχεν, ἐὰν μὴ πάνυ ᾖ ἄνθρωπος φοβούμενος τὸν Θεὸν καὶ αἰσχύνηται αἰτῆσαι. Ἐρευνῶντες οὖν τὴν ἀλήθειαν, εἰ ὄντως ἀκτήμων ᾖ καὶ χρῄζων ἐστὶ διὰ τὸν Θεὸν καὶ οὐ δι’ ἀσωτίαν, συμπαθήσατε αὐτῷ.

Ἐρώτησις· Διὰ τί οὐ χρὴ δέχεσθαι τοὺς περιάκτας εἰς τὸ κοινόβιον; Ἀπόκρισις· Ἐπειδὴ εἰσερχόμενοι θλίβουσι. Διὰ τοῦτο χρὴ εὐλογίαν διδόναι καὶ ἀπολύειν. Ἐρώτησις· Τί οὖν ὅτι φιλονεικοῦσιν εἰσελθεῖν;

Δεξόμεθα αὐτοὺς ἢ οὔ; Ἀπόκρισις· Τὸν μὴ ὀφείλοντα δεχθῆναι, κἂν πάνυ φιλονεικῇ, μὴ δέξῃ ὡς εἶπον οἱ Γέροντες. Ἀλλ’ ἐὰν ᾖ χρεία τοῦ δοῦναι αὐτῷ μικρὸν περισσόν, δὸς καὶ ἀπόλυσον. Τοῦτο γὰρ συμφέρει. Ἐρώτησις· Ἐὰν ἀγνοῶμέν τινα παντελῶς, καὶ οὐκ οἴδαμεν ὁποῖός ἐστι, δεξόμεθα αὐτὸν ἢ οὔ;

Ἀπόκρισις· Τὸν ἀγνοούμενον δέξαι τὸ πρῶτον ἅπαξ, καὶ μανθάνεις πῶς ἐστιν ὁ ἄνθρωπος. Μὴ ἀφαρεὶ δὲ ἀφήσῃς τινὰ δίχα δοκιμῆς οἰκειωθῆναι, ἵνα μὴ γένηται ἐξ αὐτοῦ πειρασμὸς καὶ θλίβητε, μὴ δυνάμενοι βαστάξαι.

Ἐρώτησις· Τίς ποτε μοναχὸς πρεσβύτερος παραβάλλων τῷ κοινοβίῳ βλάπτει τοὺς ἀδελφούς, καὶ λαλῶν καὶ ποιῶν σκάνδαλα, θέλει δὲ καὶ οἰκῆσαι πλησίον ὡς ἀπὸ δύο μιλίων ὅθεν γίνεται ἡ πάροδος τῶν ἀδελφῶν. Τί οὖν κελεύεις;

Παραχωρήσω αὐτῷ εἰσέρχεσθαι εἰς τὸ κοινόβιον καὶ οἰκῆσαι πλησίον ἐν τῷ εἰρημένῳ τόπῳ ἢ οὔ; Ἀπόκρισις· Κώλυσον αὐτὸν εἰσελθεῖν εἰς τὸ κοινόβιον λέγων αὐτῷ· Κύριε ἀββᾶ, ἐσκανδάλισας τοὺς ἀδελφούς, καὶ οὐ χρεία σε ἐλθεῖν ὧδε, ἵνα μὴ πάλιν ἀφήσῃς σκάνδαλον εἰς αὐτούς.

Καὶ μὴ νομίσῃς ὅτι διὰ μῖσος σὲ ἀποβάλλομεν, «Ὁ γὰρ μισῶν τὸν ἀδελφὸν αὑτοῦ ἀνθρωποκτόνος ἐστίν», ἀλλὰ διὰ τὸ σκάνδαλον. Ἀλλ’ οὐδὲ πλησίον δύνασαι οἰκῆσαι διὰ τὴν βλάβην τῶν ἀδελφῶν. Ταῦτα εἰπὲ αὐτῷ δι’ ἑαυτοῦ παραχρῆμα, ἵνα μὴ καταισχύνῃς αὐτὸν δι’ ἄλλου, κληρικὸς γάρ ἐστιν.

Ἐρώτησις· Ἄλλος τις παραβαλὼν τῷ κοινοβίῳ ἐποίησε πρᾶγμα δολερὸν καὶ ἄτοπον· Ἔλαβε γὰρ πράγματα ἐξ ὀνόματος τοῦ μακαρίου τοῦ ἀββᾶ δίχα αὐτοῦ. Καὶ τοῦτο μαθὼν ὁ ἀββᾶς παρήγγειλε μὴ εἰσελθεῖν αὐτὸν εἰς τὸ κοινόβιον. Καὶ ἀκούσας τοῦτο εἰσῆλθε διὰ τῆς πλαγίας εἰς τὴν αὐλήν. Καὶ ἰδὼν αὐτὸν ὁ θυρωρὸς ἀπήγγειλε τῷ ἀββᾷ, καὶ εἶπεν αὐτῷ· Ἔκβαλε αὐτὸν ἔξω. Καὶ ἐξέβαλεν αὐτὸν καὶ τελείως ἔκοψεν αὐτὸν ἔνθεν. Πάλιν οὖν ἐὰν ἔλθῃ, συγχωρήσω αὐτὸν εἰσελθεῖν ἢ οὔ;

Ἀπόκρισις· Οὐ χρείαν ἔχεις τοῦ δέξασθαι αὐτόν, οὐκ ὠφελεῖ γάρ σε. Ἀλλ’ ἐὰν ἔλθῃ, δήλωσον αὐτῷ δι’ ἄλλου ὅτι Οὐ δύνασαι εἰσελθεῖν ὧδε, οὐκ ἔχει γὰρ τὸ πρᾶγμα ὠφέλειαν ψυχῆς. Ἐρώτησις· Ἄλλος ἀδελφὸς οἰκήσας ποτὲ ἐν τῷ κοινοβίῳ καὶ μὴ ὠφελῶν τοὺς ἀδελφοὺς ἐξῆλθε. Καὶ μετὰ χρόνον ἠβουλήθη ἀναλῦσαι, καὶ οὐκ ἐδέξατο αὐτὸν ὁ ἀββᾶς, εἰπὼν ὅτι κἂν ἐγὼ θέλω, οὐ δύναμαι βλάψαι τὴν συνείδησιν τῶν ἀδελφῶν. Θλίβονται γὰρ ἐὰν δέξωμαί σε, καὶ οὐκ ἔστι τοῦτο δυνατόν. Ἐπειδὴ οὖν καὶ νῦν ἦλθε δεχθῆναι θέλων, τί κελεύεις εἴπω αὐτῷ;

Ἀπόκρισις· Εἰπὲ αὐτῷ ὅτι Ἅπαξ καὶ δὶς ἐλάλησας περὶ τούτου τῷ ἀββᾷ, καὶ εἶπέ σοι ὅτι οὐ δυνατόν. Λοιπὸν μὴ προσδοκήσῃς μήτε νῦν μήτε μετὰ καιρὸν οἰκῆσαι ὧδε. Καὶ ἀπόλυσον αὐτόν. Ἐὰν δὲ παραβάλῃ ἅπαξ καὶ ἅπαξ, δέξαι αὐτὸν μετὰ πτωχείας ὡς ἀδελφόν. Ἐὰν δὲ συνεχῶς, εἰπὲ αὐτῷ· Οὐ καταγινώσκει σου τὸ συνειδός;

Ἐρώτησις· Ἐάν τις ἐνέγκῃ ἡμῖν πρᾶγμα ἐπ’ ἐλπίδι τοῦ λαβεῖν πλέον, τί ποιήσω; Λάβω ἢ οὔ; Συμβαίνει δὲ ὅτε καὶ χρείαν ἔχω τοῦ πράγματος. Ἀπόκρισις· Ἐὰν οὐ χρείαν ἔχῃς, μὴ λάβῃς. Ἐὰν δὲ χρείαν ἔχῃς, εἰπὲ αὐτῷ ὅτι Ἐὰν λάβω, τὴν τιμὴν δίδωμι. Καὶ σπούδασον δοῦναι αὐτῷ τὰ ἶσα.

Ἐρώτησις· Ἐπειδή ἐστιν ὅτε παραβάλλουσιν ἡμῖν γυναῖκες κατὰ πίστιν καὶ μητέρες δὲ τῶν παρ’ ἡμῖν ἀδελφῶν, καὶ δεχόμεθα αὐτὰς εἰς τὸ κελλίον τὸ ἔξωθεν. Καὶ ἔχει θυρίδας εἰς τὴν μονήν, ὀφείλω διὰ τῆς θυρίδος συντυγχάνειν αὐταῖς ἢ οὔ; Καὶ ἐπειδὴ ἡ γραῖά μου οὐκ ἠθέλησε εἶναι παρὰ τοῖς ἀνεψιοῖς αὐτῆς καὶ πάντα τὰ αὐτῆς ἐδωρήσατό μοι. Κελεύεις ἵνα ὅτε ἅπαξ ἅπαξ ἔρχεται, λαλῶ αὐτῇ καὶ χορηγῶ αὐτῇ τὴν χρείαν αὐτῆς; Ἢ πῶς ποιήσω; Πῶς χρὴ γενέσθαι;

Ἀπόκρισις Ἰωάννου· Ἐὰν γένηται πρόφασις τοῦ γυναῖκας παραβαλεῖν ὑμῖν διὰ τὸν Θεόν, οὐ διὰ θεωρίαν τοῦ τόπου οὐδὲ διὰ θέλημα, ἀλλ’ εἰδικῶς διὰ τὸ ἀκοῦσαι λόγον Θεοῦ ἢ προσενεγκεῖν τι τῷ τόπῳ, καὶ χρεία ἐστὶ συντυχεῖν αὐταῖς, σύντυχε καὶ βίασαι τοῦ φυλάξαι τοὺς ὀφθαλμούς σου ὅτι «Ὁ ἐπιβλέπων γυναικὶ εἰς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ», καὶ πᾶν πρᾶγμα διὰ τὸν Θεὸν γινόμενον ὁ Θεὸς σκεπάζει. Μὴ ἐν ἀνθρωπαρεσκείᾳ, μὴ ὡς ζητῶν ἔπαινον, ἀλλ’ ἐκ καθαρᾶς καρδίας ἔκτεινον τὸν λογισμὸν πρὸς τὸν Θεόν. Κἄν ἐστι μήτηρ ἀδελφοῦ καὶ ἔλθῃ διά τινα ἀνάγκην, λάλησον μετ’ αὐτῆς κατὰ τὴν ἐντολὴν ἣν ἔχεις. Ἐπεὶ χωρὶς ἀνάγκης, οὐ χρεία ἐστίν.

Δύναται γὰρ ὁ υἱὸς αὐτῆς πληροφορῆσαι αὐτήν, ὑμῶν ὑπουργούντων τὰ τῆς χρείας, οὐκ ἐν ἀσωτίᾳ ἀλλὰ τὰ ἐπάναγκες. Τῇ δὲ γραίᾳ σου τὸν χρόνον τῆς ζωῆς αὐτῆς ὀφειλέτης εἶ ἅπαξ ἅπαξ λαλῆσαι καὶ ποιεῖν τὰς χρείας αὐτῆς, εἴτε εἰς τὴν πόλιν θέλει εἶναι, εἴτε εἰς ταύτην τὴν κώμην. Τοὺς δὲ παῖδας μὴ συγχωρήσῃς ποιεῖν τὰ θελήματα αὐτῶν, ἕως οὗ εὐοδώσῃς αὐτοὺς εἰς βίον. Διοίκει δὲ αὐτοὺς ἐν φόβῳ Θεοῦ. Τρέφων αὐτοὺς καὶ ἐνδύων μετὰ ἀκριβείας διὰ τὴν ἀσωτίαν καὶ καταφρόνησιν, καὶ τὸ μὴ ζητεῖν τι περισσόν. Ἀλλὰ δοκιμάζων τὰ τῆς χρείας, καὶ ἐλέγχων αὐτούς, καὶ λέγων αὐτοῖς· Θέτε παρ’ ἑαυτοῖς ὅτι οὔκ ἐστε δοῦλοι ἀλλ’ ἐλεύθεροι. Πόσην ἀμεριμνίαν ἔχετε καὶ ἀνάπαυσιν πλείονα τῶν ἐχόντων οὐσίας; Κἂν ἀποθάνῃ ἡ γραῖα, ἐλευθέρωσον αὐτοὺς καὶ δὸς αὐτοῖς τὴν ἀποτροφὴν αὐτῶν μετὰ συμμετρίας, εἴτε ἐνταῦθα ἐν τῇ κώμῃ, εἴτε ὅπου θέλεις· Οὐκ ἔστι γὰρ τοῦτο ὑπὸ νόμον. Ἀπειλῶν αὐτοῖς ἀλλοτριώσουσι καὶ τῶν σῶν ἐναριθμήσουσι.

Ἐρώτησις· Ἐὰν φαίνηταί μοι ὅτι χρεία παρασαλεῦσαί τινα τῶν δεδομένων μοι παρ’ ὑμῶν παραγγελιῶν, ποιήσω ἢ οὔ; Εἰ δὲ οὐ χρὴ καὶ ἡττηθῶ ὡς ἄνθρωπος, τί ποιήσω; Ἀπόκρισις· Ἐὰν ἀπαιτῇ τὸ πρᾶγμα ἐν ἀληθείᾳ τὸ παρασαλεῦσαι, μὴ κωλύσῃς, ἐὰν δὲ μὴ καὶ ἡττηθῇς ὡς ἄνθρωπος, καὶ βλέπῃς ἐν τῷ πράγματι μικρὸν ὅτι χρεία ἦν, καὶ ὁ λογισμὸς οὐ δύναται συγκόψαι τὸ πᾶν, συγκατάβηθι τῷ λογισμῷ, καὶ αἴτησαι παρὰ τοῦ Θεοῦ συγχώρησιν καὶ παραφέρει. Οὐ μόνον δὲ ἐν τούτῳ, ἀλλὰ καὶ ἐν παντὶ πράγματι, χρὴ βαστάζειν τὴν μέμψιν. Ἐὰν γὰρ ποιήσῃς, φησίν, οὐρανὸν καινὸν καὶ γῆν καινήν, οὐ δύνασαι ἀμεριμνῆσαι.

Ἐρώτησις· Ἐὰν συνείδω ἐναλλάξαι τι τῆς ὡρισμένης ἐκ τοῦ μακαρίου τοῦ ἀββᾶ διατυπώσεως, ἢ καὶ διορθώσασθαί τι ἐν τῇ μονῇ, κελεύεις ποιήσω ἢ οὔ; Ἀπόκρισις· Εἴ τι φαίνεταί σοι ὅτι χρεία ἐναλλάξαι ἐν φόβῳ Θεοῦ, μὴ διακριθῇς. Καὶ ὅσα χρῄζει διορθώσεως διορθωθῇ, μὴ ἐν πλατυσμῷ, ἀλλ’ ὡς ἀπαιτεῖ ἡ χρεία, καὶ αὐτὸ μικρὸν ἐν στενώσει, ὡς ἐν παροικίᾳ· Τὰ γὰρ τοῦ αἰῶνος τούτου σκηνή ἐστι. Ὅτε βλέπεις τὸν λογισμὸν ζητοῦντα ποιῆσαί τι πρᾶγμα, εἰπὲ αὐτῷ· Διὰ τί θέλεις ποιῆσαι; Καὶ εἰ μέν ἐστι τὸ πρᾶγμα χρείας οὔσης ἀναγκαίας, γενέσθω.

Ἐὰν δὲ οὐκ ἔστιν ἀνάγκη, εἰπὲ τῷ λογισμῷ· Τί ὠφελεῖ σε ἐκ τούτου; Ἐὰν δὲ ᾖ σαρκικὸς λογισμός, καταφρόνησον αὐτοῦ. Ἐὰν δὲ πάνυ ὀχλήσῃ σοι, μὴ ἀποκριθῇς αὐτῷ, ἀλλὰ πρόσφυγε τῷ Θεῷ. Ἐρώτησις· Δέσποτα, ἐπειδὴ προεμήνυσας ἡμῖν περὶ τῆς ὑμῶν τελευτῆς καί εἰμι ἐν φόβῳ καὶ λύπῃ, μὴ διὰ τὴν ἀναξιότητά μου ἐγκαταλειφθῶμεν παρὰ τοῦ Θεοῦ;

Δός μοι λόγον, παρακαλῶ, ὅτι ὥσπερ βοηθούμεθα ἐν τῇ ζωῇ ὑμῶν, οὕτω μέλλομεν βοηθεῖσθαι καὶ μετὰ τὴν ὑμῶν πρὸς τὸν Θεὸν ἀναχώρησιν, καὶ ἵνα συνεργῇ ἡμῖν ὁ Θεὸς ἐν πᾶσι κατὰ τὸ αὑτοῦ ἔλεος. Ἀπόκρισις· Ὁ Θεὸς ἅπαξ εἶπεν· «Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλείπω», καὶ πιστεύομεν εἰς τὸν Θεόν, ὅτι καὶ περισσὸν οὗ ἤμεθα μεθ’ ὑμῶν ποιεῖ. Κἂν οὖν εἴπῃς, κἂν μὴ εἴπῃς, πλέον οὗ ζητεῖς αὐτὸς συνεργεῖ μεθ’ ὑμῶν, καθὼς εἶπεν ὁ Ἀπόστολος ὅτι «Προσεύξασθαι καθ’ ὃ δεῖ οὐκ οἴδαμεν.» Ὁ Κύριος Ἰησοῦς Χριστὸς ὁ κατελθὼν διὰ τὴν σωτηρίαν ἡμῶν ἐκ τοῦ πατρικοῦ θρόνου, αὐτὸς καὶ σώσει καὶ ἀποκαταστήσει καὶ φυλάξει ἐκ τοῦ πονηροῦ, ἡμῶν συνεργούντων, εὐχαῖς ἁγίων. Ἀμήν.

Τινὲς ἐν τῷ κοινοβίῳ Γέροντες ἠρώτησαν τὸν αὐτὸν Γέροντα· Παρακαλοῦμεν ἵνα εἴπῃς ἡμῖν Δέσποτα, διὰ τί μεθ’ ὃ ἐπηγγείλασθε ἡμῖν ὅτι δυσωπεῖτε τὸν Δεσπότην Θεὸν ἀφεῖναι μεθ’ ὑμᾶς τὸν μακάριον τὸν ἀββᾶν, πάλιν ἔλαβε αὐτὸν πρὸ ὑμῶν, ὁ ἀεὶ ποιῶν τὸ θέλημα τῶν φοβουμένων αὐτόν; Καὶ τοῦτο δὲ Πάτερ δίδαξον ἡμᾶς, διὰ τί ἔστιν ὅτε κρύπτει ὁ Θεὸς πρᾶγμα ἀπὸ τῶν ἁγίων, ὡς ἐπὶ τοῦ Προφήτου Ἐλισσαίου; Καὶ τίνος χάριν ἀνῆλθε τὰ ἀνθράκια εἰς τὸν ἀββᾶν, ὅτε ἔμελλε τελευτᾶν;

Ἀπόκρισις Ἰωάννου· Καθὼς εἶπε τῷ ἀββᾷ Ἀντωνίῳ ὅτι «Ταῦτα κρίματά ἐστι Θεοῦ καὶ οὐ δύνῃ αὐτὰ μαθεῖν.» Τοῦτ’ ἔστιν. Περὶ δὲ τῶν ἀνθρακίων καὶ τῆς ἀλλοιώσεως, ἅπαξ ὑπὲρ τὸ μέτρον ἔλαβεν ὁ ἀββᾶς δόξαν ὑπὸ τῶν ἀνθρώπων καὶ τοῦ Θεοῦ, ἵνα οὖν μὴ θεοποιῶσιν αὐτὸν οἱ ἄνθρωποι. Καὶ γὰρ ἐν ἀληθείᾳ κατηξιώθη Πνεύματος ἁγίου καὶ τελειότητος, ἔσβεσεν ὁ Θεὸς διὰ τῆς προφάσεως ταύτης τὴν δόξαν τῶν ἀνθρώπων, ἵνα τελείως ὑπερπερισσεύσῃ ἡ δόξα τοῦ Θεοῦ.

Οὐδὲ γὰρ ἔτι ἠδύνατο, τοιούτου μέτρου ὤν, φροντίζειν τὰ γήϊνα, καὶ εἰς μέσον ἀνθρώπων, οὐκ ἠδύνατο εὐλυτῶσαι. Διὰ τοῦτο ἔλαβεν αὐτὸν ὁ Θεός. Περὶ γὰρ ἡμῶν προσεδοκήσαμεν ὅτι γίνεται καθὼς ἐλογιζόμεθα καὶ ἐγένετο κατὰ τὸ θέλημα τοῦ Θεοῦ τοῦ ὑπερέχοντος τῇ προνοίᾳ τῆς σωτηρίας. Λοιπὸν οὐκ ἔστιν ἀνθρώπου τὸ ἐκζητεῖν τὰ ἀκατάληπτα, ἀλλὰ πᾶσαν ἔννοιαν καὶ πᾶν ἔργον ἀγαθὸν ἐπιρρίπτειν τῷ ἐξουσίαν ἔχοντι, ἵνα κατὰ τὸ θέλημα αὐτοῦ γένηται. Ὁ Κύριος Ἰησοῦς Χριστὸς πληροφορήσαι ὑμᾶς, ἀπορρίψαι ἀφ’ ὑμῶν πᾶσαν διψυχίαν καὶ κακίαν πονηρίας.

Ἐρρῶσθαι ὑμᾶς εὔχομαι ἐν Κυρίῳ. Ἀμήν. Εὔξασθε ὑπὲρ ἐμοῦ, ἵνα κἀγὼ εὕρω ἔλεος καὶ σωθῶ ἀπὸ τῆς ψευδογνωσίας καὶ τῆς ἀφροσύνης, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὤικησε δὲ ὁ αὐτὸς ἀββᾶς Ἰωάννης ἐν τῷ πρώτῳ κελλίῳ τοῦ μεγάλου Γέροντος τῷ κτισθέντι αὐτῷ ἔξω τῆς μονῆς, ἔτη δέκα καὶ ὀκτὼ ἡσυχάζων ἕως τῆς ἑαυτοῦ τελευτῆς, προμηνύσας αὐτὴν οὕτως λέγων ὅτι Εἰς τὰ ἕβδομα τοῦ ἀββᾶ Σερίδου τότε τελευτῶ. Καὶ ἡμῶν δεομένων αὐτοῦ μὴ ἀφῆσαι ἡμᾶς ὀρφανούς, ἔλεγεν ὅτι Εἰ ἔμεινεν ὁ ἀββᾶς Σέριδος, εἶχον μεῖναι ἄλλα πέντε ἔτη, ἐπειδὴ δὲ ἔκρυψέ μοι ὁ Θεὸς καὶ ἔλαβεν αὐτόν, οὐκέτι μένω. Τότε ὁ ἀββᾶς Αἰλιανός, ὡς νεωστὶ κουρευθεὶς καὶ τῇ προβολῇ αὐτοῦ γενόμενος ἡγούμενος τοῦ κοινοβίου, παρηνώχλει τῷ ἀββᾷ Βαρσανουφίῳ διὰ πολλῶν δεήσεων καὶ δακρύων, χαρίσασθαι ἡμῖν αὐτόν, ὡς αὐτοῦ τοῦ ἀββᾶ Βαρσανουφίου μηκέτι παρέχοντος ἀπόκρισιν. Τοῦτο οὖν γνοὺς τῷ πνεύματι ὁ ἀββᾶς Ἰωάννης, πάλιν τῇ ἄλλῃ ἡμέρᾳ ὅτε κατήλθομεν παρακαλέσαι αὐτόν, προλαβὼν εἶπε τῷ ἀββᾷ Αἰλιανῷ· Τί τῷ Γέροντι παρενοχλεῖς δι’ ἐμέ; Μὴ κακοπαθῇς, οὐ γὰρ μένω. Τότε ἡμῶν πλησθέντων κλαυθμοῦ, καὶ αὐτῷ προσπεσόντων, ἀντελάβετο ὁ ἀββᾶς Αἰλιανὸς καὶ εἶπε·

Κἂν δύο ἑβδομάδας χάρισαί μοι, ἵνα ἐρωτήσω σε περὶ τοῦ μοναστηρίου καὶ τῆς διοικήσεως αὐτοῦ. Ὁ δὲ Γέρων, σπλαγχνισθεὶς καὶ κινηθεὶς ἐκ τοῦ ἐνοικοῦντος αὐτῷ ἁγίου Πνεύματος, εἶπε· Καὶ ἰδοὺ ἔχεις με τὰς δύο ἑβδομάδας.

Ἔμεινε δὲ ὁ ἀββᾶς Αἰλιανὸς ἐρωτῶν αὐτὸν περὶ ἑκάστου πράγματος τῆς διοικήσεως τοῦ κοινοβίου, καὶ τῶν δύο ἑβδομάδων πληρωθεισῶν, ἐνετείλατο ἡμῖν μὴ φανερῶσαι τὴν κοίμησιν αὐτοῦ, ἄχρι τῆς ἡμέρας. Καὶ καλέσας πάντας τοὺς ἀδελφοὺς καὶ τοὺς εὑρεθέντας ἐν τῷ κοινοβίῳ, ἠσπάσατο ἕκαστον καὶ εὐλόγησεν αὐτούς. Καὶ ἀπολύσας πάντας, παρέδωκεν ἐν εἰρήνῃ τὸ πνεῦμα αὑτοῦ τῷ Θεῷ.