Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Συνύπαρξη πένθους και φαιδρότητας, ευταξία στον ναό και βιοτικές μέριμνες

Απαντήσεις περί του κατά Θεόν πένθους, οδηγίες για τη συμμετοχή στις ιερές συνάξεις, καθώς και υποδείξεις για την αποτροπή των βιοτικών μεριμνών και κοσμικών συνεργασιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 9 από 16

Ἐρώτησις· Ἐπειδὴ ὁ Κύριος εἶπε· «Μακάριοι οἱ πενθοῦντες» καὶ ὁ Ἀπόστολος λέγει· «Φαιδρὸν εἶναι καὶ εὐπρόσιτον.» Τί ποιῶν τις δοκεῖ πενθεῖν ἢ φαιδρὸς εἶναι; Καὶ πῶς δυνατὸν τὰ δύο κατ’ αὐτό, εἶναι τὸ πένθος καὶ τὴν φαιδρότητα;

Ἀπόκρισις Ἰωάννου· Πένθος ἐστὶν ἡ κατὰ Θεὸν λύπη, ἣν τίκτει ἡ μετάνοια. Τὰ δὲ τῆς μετανοίας γνωρίσματα, νηστεία, ψαλμῳδία, προσευχή, μελέτη τῶν τοῦ Θεοῦ λογίων. Ἡ δὲ φαιδρότης ἐστὶν ἡ κατὰ Θεὸν ἱλαρότης ἥτις καὶ λόγῳ καὶ προσώπῳ μετὰ σεμνότητος δείκνυται τοῖς ἐντυγχάνουσιν. Ἐχέτω οὖν ἡ καρδία τὸ πένθος, τὸ δὲ πρόσωπον καὶ ὁ λόγος τὴν σεμνὴν ἱλαρότητα, καὶ οὕτως ἀμφότερα δύνανται κατ’ αὐτὸ εἶναι.

Ἐρώτησις· Ἐὰν φίλος αἰτῇ με ἐγγυήσασθαι αὐτόν, ἐγγυήσωμαι ἢ οὔ; Ἀπόκρισις· Ἡ ἐγγύη πειρασμὸν φέρει. Εἰ οὖν φεύγειν θέλεις τὸν πειρασμόν, μὴ βάλῃς σεαυτὸν εἰς ἐγγύην. Ἀλλὰ μετὰ παρρησίας λάλησον αὐτῷ τὴν ἀλήθειαν λέγων ὅτι Τὴν ἀγάπην ἣν ἔχω πρὸς σὲ γνωρίζεις, ἐντολὴν δὲ ἔχω Πατέρων μὴ ἐγγυήσασθαί τινα, εἰδότων τὴν ἐμὴν ἀσθένειαν, μᾶλλον γὰρ αὐτοὶ προοίδασιν ἐμοῦ. Τὸ οὖν παραβῆναι τὴν ἐντολὴν καὶ ἁμαρτῆσαι εἰς τὸν Θεόν, φοβοῦμαι. Ταῦτα εἰπέ, κἂν λυπηθῇ μὴ φροντίσῃς. Διὰ δὲ προφάσεως εὐλόγου ἐὰν δύνασαι εὐλυτῶσαι, καλόν ἐστιν. Ἔστι γὰρ ὅτε συμβαίνει ἐκεῖνον μὴ καταδέχεσθαι λαβεῖν σε ἐγγυητὴν εἴτε κατὰ τιμὴν εἴτε ὡς δήποτε, καὶ οὐχ εὑρίσκεται παρὰ σὲ ἡ αἰτία καὶ οὐ λαμβάνει χώραν ἡ λύπη. Ἐὰν δὲ συναρπαγῇς ἐγγυῆσαι, μὴ βάλῃς σεαυτὸν εἰς ῥᾳθυμίαν περισσοτέραν, ἀλλ’ εἰπὲ τῷ λογισμῷ· Εἴ τι γέγονε, γέγονεν, ἀλλ’ ὁ Κύριος ἐκλυτρώσει με καὶ σκεπάσει εἰς τὰ μετὰ ταῦτα.

Καὶ μὴ παύσῃ δεόμενος τοῦ Θεοῦ περὶ τούτου, καὶ αὐτὸς δυνατός ἐστι ποιῆσαι κατὰ τὸ μέγα ἔλεος αὑτοῦ. Ἐρώτησις· Ἀγαπητὸν ἔχω καὶ κινδυνεύει εἰς τὴν σωτηρίαν τῆς ψυχῆς αὐτοῦ ἢ εἰς ἀπώλειαν τῶν πραγμάτων αὐτοῦ, κελεύεις συνέλθω αὐτῷ;

Ἀπόκρισις· Ἐάν ἐστιν ἀγαπητός σου κατὰ Θεὸν καὶ κινδυνεύῃ εἰς τὴν σωτηρίαν τῆς ψυχῆς αὑτοῦ ἢ εἰς ἀπώλειαν τῶν πραγμάτων αὑτοῦ, σπούδασον συνελθεῖν αὐτῷ κατὰ τὴν δύναμίν σου, ἐφ’ ὅσον οὐχ εὑρίσκεις βλάβος ψυχῆς. Ἐὰν δὲ πρόκειται βλάβος ψυχῆς, ἀπόστα καὶ μὴ βάλῃς σεαυτόν, ἀφεὶς τὸ πρᾶγμα τῷ Θεῷ καὶ εὐχόμενος αὐτῷ περὶ τῆς βοηθείας τοῦ πλησίον, καὶ αὐτὸς δυνατός ἐστι κατὰ τὸ συμφέρον αὐτῷ ποιῆσαι, ὡς ἡμῖν δέοι.

Ἐρώτησις· Ἀγαπητὸν ἔχω καὶ εὑρέθη αἱρετικός. Νουθετήσω αὐτὸν περὶ τοῦ ὀρθοῦ φρονήματος ἢ οὔ; Ἀπόκρισις· Νουθέτησον αὐτὸν τὴν ὀρθὴν ἐπιγνῶναι πίστιν. Μὴ ἀντιβάλῃς δὲ αὐτῷ, μηδὲ θελήσῃς γνῶναι τί φρονεῖ, ἵνα μὴ ἐμβάλῃ εἰς σὲ τὸν ἰὸν αὑτοῦ. Ἀλλ’ ἐὰν θελήσῃ ὅλως ὠφεληθῆναι καὶ ἀκοῦσαι τὴν ἀλήθειαν περὶ τῆς πίστεως τοῦ Θεοῦ, λαβὲ αὐτὸν πρὸς ἁγίους Πατέρας τοὺς δυναμένους ἐν Χριστῷ αὐτὸν ὠφελῆσαι. Καὶ οὕτως εὑρίσκῃ ἀβλαβῶς κατὰ Θεὸν αὐτῷ συνερχόμενος. Ἐὰν δὲ μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν προσδέξηται τὴν διόρθωσιν, τὸν τοιοῦτον κατὰ τὸν Ἀπόστολον παραιτοῦ. Οὐ γὰρ θέλει ὁ Θεὸς ποιεῖν τινα ὑπὲρ δύναμιν αὐτοῦ, καθὼς λέγουσιν οἱ Πατέρες· «Ἐὰν γὰρ ἴδῃς, φησί, τινα πνιγόμενον ἐπὶ τοῦ ποταμοῦ, μὴ δώσῃς αὐτῷ τὴν χεῖρά σου, ἵνα μὴ συνελκύσῃ σε καὶ συναποθάνῃς αὐτῷ, ἀλλὰ δὸς αὐτῷ τὴν ῥάβδον σου, καὶ εἰ μὲν δυνηθῇς ἑλκῦσαι αὐτόν, ἰδοὺ καλῶς, εἰ δὲ μή, ἀφήσεις αὐτῷ τὴν ῥάβδον σου καὶ σὺ σωθήσῃ.» Τίς ποτε τῶν Πατέρων ἔχων ἀγαπητὸν ἐν Χριστῷ καὶ νομιζόμενος εἶναι ὀρθόδοξος, εὑρέθη αἱρετικὸς τῷ φρονήματι, καὶ οἱ ὄντες ἀγαπητοὶ αὐτοῦ ἀπέστησαν ἀπ’ αὐτοῦ. Μετὰ ταῦτα ἀκούσαντες ὅτι φανερῶς βούλεται ἀποστῆναι τῆς Ἐκκλησίας ἐλογίσαντο ἀπελθεῖν καὶ ποιῆσαι αὐτῷ μετάνοιαν, μήποτε κατὰ λύπην τοῦτο ποιῇ καὶ ἐπιγραφῇ αὐτοῖς τὸ κρῖμα. Καὶ ἐλθόντες ἠρώτησαν τὸν Γέροντα περὶ τούτου.

Ἀπόκρισις Ἰωάννου· Τὸ πάθος πάθος ἐστί, μὴ οὖν ποιήσητε σχήματα. Οὐ γὰρ ὡς ἁμαρτήσαντες εἰς αὐτὸν μετανοεῖτε αὐτῷ, ἀλλ’ ἵνα μὴ ἀποστῇ τῆς Ἐκκλησίας. Οἱ αὐτοὶ πάλιν ἠρώτησαν αὐτόν· Ἐὰν οὖν τοῦτο ποιήσῃ καὶ περιτύχωμεν αὐτῷ, ἀσπασώμεθα αὐτὸν ἢ οὔ;

Ἀπόκρισις· Καθὼς διάκεισθε πρὸς πάντας τοὺς τοιούτους, οὕτω πρὸς τοῦτον γίνεσθε, ἐν τῇ αὐτῇ τάξει ἔχοντες καὶ αὐτόν. Ἐρώτησις· Ἐάν τις εἰσέλθῃ εἰς τὴν ἐκκλησίαν ἐν τῷ καιρῷ τῆς συνάξεως καὶ πρὸ τῆς ἀπολύσεως ἐξέλθῃ, μὴ ἁμαρτία ἐστίν;

Ἀπόκρισις· Τὸ τέλειον καὶ ἀρέσκον Θεῷ ἐστιν, ἵνα ὁ εἰσερχόμενος εἰς τὴν ἐκκλησίαν ἀκούῃ τῶν Γραφῶν καὶ μένῃ τὴν σύναξιν καὶ τὴν τελείαν ἀπόλυσιν. Χωρὶς γὰρ αἰτίας εὐλόγου, οὐ δεῖ πρὸ τῆς ἀπολύσεως ἀναχωρεῖν, ἐπεὶ καταφρόνησίς ἐστιν.

Ἀνάγκης δὲ προκειμένης συγγνώμην ἔχει, πλὴν οὐδ’ οὕτως ὀφείλει δικαιῶσαι ἑαυτόν, ἀλλ’ αἰτεῖν συγχώρησιν παρὰ τοῦ Θεοῦ, λέγων· Δέσποτα, συγχώρησόν μοι ὅτι οὐκ ἠδυνήθην φυλάξαι. Ἐρώτησις· Ὀφείλει τις λαλεῖν ἐν τῇ ἐκκλησίᾳ ἢ οὔ;

Ἀπόκρισις· Οὐ χρεία ὅλως ἐν τῷ οἴκῳ τοῦ Θεοῦ τῆς ἁγίας λειτουργίας προκειμένης τινὰ λαλεῖν, ἀλλὰ σχολάζειν τῇ προσευχῇ καὶ ἀκροᾶσθαι σπουδαίως τῶν θείων Γραφῶν, λαλοῦσι γὰρ τὰ πρὸς σωτηρίαν τῶν ἡμετέρων ψυχῶν.

Ἐὰν δὲ γένηται ἀνάγκη τοῦ λαλῆσαι, χρὴ συντομεῦσαι διὰ τὴν τιμὴν καὶ τὸν φόβον τῆς προκειμένης ὥρας, καὶ οὕτως ἔχειν ὡς κατάκρισιν τὸ πρᾶγμα. Ἐρώτησις· Ἐὰν δὲ ἐγὼ μὲν οὐ θέλω λαλῆσαι, τινὲς δὲ τῶν Πατέρων παρόντων ἄρξωνται τῆς πρὸς ἐμὲ ὁμιλίας, τί ποιήσω ἵνα μὴ σκανδαλισθῶσιν ἐπὶ τῇ ἐμῇ σιωπῇ νομίζοντες εἶναι τὸ πρᾶγμα ἐν καταφρονήσει.

Ἀπόκρισις· Ἐὰν αὐτοὶ ἄρξωνται, ἀποκρίθητι μετὰ συντομίας, ἔχων καὶ οὕτως ὡς κατάκρισιν τὸ πρᾶγμα. Ἐρώτησις· Ἐπειδὴ λέγει μοι ὁ λογισμὸς μὴ συνεχῶς προϊέναι ἐκ τοῦ οἴκου, ἔστι δὲ ὅτε γίνονται πολλαὶ συνάξεις τὴν ἑβδομάδα, ὀφείλω κατιέναι εἰς αὐτὰς ἢ μᾶλλον ἡσυχάζειν ἐν τῷ οἴκῳ;

Ἀπόκρισις· Ἐὰν οἶδας ὅτι ἐκ τοῦ προελθεῖν βλάπτουσί σε αἱ συντυχίαι, συμφέρει τὸ μὴ συνεχῶς προϊέναι, μηδὲ προφάσει τῆς συνάξεως κατιέναι, ἀλλ’ ἅπαξ ἅπαξ. Πολλῶν γὰρ ἀπαλλάττει κακῶν ἡ ἡσυχία. Ἐρώτησις· Ἐὰν δὲ γένηταί μοι ἀνάγκη τοῦ προελθεῖν διὰ χρείαν ἐμὴν ἢ διὰ χρείαν Πατέρων, μὴ βάρος ἐστὶ τὸ μὴ ἀπελθεῖν εἰς τὴν σύναξιν;

Ἀπόκρισις Ἰωάννου· Ἐὰν ἀναγκαία χρεία ἐστὶν ἤγουν κέλευσις Πατέρων, σπούδασον κατὰ φόβον Θεοῦ ποιῆσαι τὸ πρᾶγμα καὶ μὴ διακριθῇς μὴ ἀπερχόμενος εἰς τὴν σύναξιν, ἀλλ’ ἀνάλυσον εἰς τὸν οἶκόν σου κἀκεῖ μνῄσκου τῶν ἁμαρτιῶν σου. Ἐὰν δὲ κατὰ ῥᾳθυμίαν καὶ μετεωρισμόν, συμφέρει μᾶλλον τὸ ἀπελθεῖν εἰς τὴν σύναξιν καὶ μὴ ῥέμβεσθαι, ἀλλὰ προσέχειν.

Ἐρώτησις· Ἆρα καλόν ἐστιν ἵνα κατέρχωμαι εἰς τὴν ἐκκλησίαν τὴν νύκτα ἢ ἐν τῷ οἴκῳ μου ποιήσω κατὰ δύναμιν τὴν ἀγρυπνίαν; Ἀπόκρισις· Καλόν ἐστιν ἐν τῷ οἴκῳ σου ἀγρυπνεῖν, ἐν γὰρ τῇ ἐκκλησίᾳ πολλάκις ὁμιλίαι γίνονται.

Ἐρώτησις· Ἐὰν θέλω ἐν μαρτυρίῳ ἢ ἐν ἐκκλησίᾳ εἰσελθεῖν, εἰσέλθω, προσκυνήσω τὸ θυσιαστήριον ἢ τὰ ἅγια λείψανα καὶ ἐκεῖ κοινωνῆσαι, μὴ βάρος ἐστί; Ἀπόκρισις· Τὸ εἰσελθεῖν καὶ προσκυνῆσαι οὐκ ἔστι βάρος, κοινωνεῖν δὲ χρὴ μετὰ παντὸς τοῦ λαοῦ. Φύλαξον δὲ ἑαυτὸν τοῦ μὴ κατὰ τιμὴν εἰσελθεῖν κοινωνῆσαι ἐν τῷ θυσιαστηρίῳ.

Ἐὰν δὲ κατὰ κέλευσιν τοῦ ἱερέως κληθῇς, παρακάλεσον καὶ ἅπαξ καὶ δὶς καὶ ἐὰν ἐπιμείνῃ, ποίησον ὑπακοήν, αὐτὸς γὰρ οἶδε τί ποιεῖ καὶ βάρος ἐάν ἐστιν, αὐτῷ ἐπιγράφεται. Πρόσεχε δὲ σεαυτῷ μήποτε ἐκ τούτου ἀναφυῇ σοι κενοδοξία. Ἀλλ’ εἰσέρχου κατακρίνων ἑαυτὸν ὡς ἀνάξιον, οὕτως γὰρ ἔχει τὸ πρᾶγμα.

Τίς ποτε βουλόμενος κοινωνῆσαί τινι ἐν πράγματι, ἠρώτησε τὸν Γέροντα εἰ καλόν ἐστιν. Ὁ δὲ ἀπεκρίθη· Τὸ πρᾶγμα τοῦτο οὐκ ἔχει ὄφελος οὔτε ψυχῇ οὔτε σώματι, ἀλλὰ μᾶλλον θλίψεις καὶ ἀκαιρίας. Καὶ ἐπειδὴ ἄφρων εἰμὶ καὶ τὴν Γραφὴν οὐκ οἶδα, κοσμικὴν λέγω σοι παροιμίαν· «Κοινωνὸν ἔχεις, κύριον ἔχεις.» Λοιπὸν ὡς θέλεις ποίησον, ἐντολὴν γάρ τινι οὐ διδόαμεν, ἵνα μὴ θλίψωμέν τινα, αὐτὸς λοιπὸν δοκίμασον ἑαυτὸν εἰ ἡδέως ἔχεις τὴν θλῖψιν ἢ οὔ. Ὁ Κύριος μεθ’ ὑμῶν. Ἀμήν.

Ἐρώτησις· Ἐπειδὴ ὁ λογισμὸς ὑπογράφει μοι στένωσιν τῶν χρειῶν καὶ ὅτι οὐ δύναμαι τραφῆναι μετὰ τῶν ἐμῶν οἰκετῶν, καὶ ἐκ τούτου γίνομαι ἐν λύπῃ. Τί ἐστι τοῦτο; Ἀπόκρισις· Ἀνθρωπίνη ἐστὶν ἡ λύπη αὕτη, εἰ γὰρ εἴχομεν εἰς τὸν Θεὸν τὴν ἐλπίδα, αὐτὸς ᾠκονόμει ἡμᾶς ὡς θέλει. «Ἐπίρριψον οὖν ἐπὶ Κύριον τὴν μέριμνάν σου», καὶ ἱκανός ἐστι τοῦ φροντίσαι σου καὶ τῶν σῶν ἄνευ λύπης καὶ θλίψεως. Καὶ εἰπὲ αὐτῷ· «Γενηθήτω τὸ θέλημά σου», καὶ οὐκ ἀφεῖ σε λυπηθῆναι ἢ θλιβῆναι. Ὁ Κύριος ἐλεήσει καὶ σκεπάσει σε ἐν τῇ δεξιᾷ αὑτοῦ. Ἀμήν.

Σχολαστικῷ τινι φιλοχρίστῳ ἀγαπητῷ τοῦ κοινοβίου τῶν Πατέρων εἶπεν ὁ ἀββᾶς ποιῆσαι ἀναγκαῖον καὶ ἐπειγόμενον πρᾶγμα, ἔθος γὰρ εἶχε διὰ τὸν Θεὸν προθύμως ποιεῖν τὰς αὐτῶν αἰτήσεις. Καὶ κατὰ διαβόλου ἐνέργειαν, συνέβη αὐτὸν ῥᾳθυμῆσαι ἐν τῷ πράγματι. Καὶ θλιβόμενος ὁ ἀββᾶς ἠρώτησε τὸν αὐτὸν Γέροντα τί ὀφείλει γράψαι αὐτῷ.

Καὶ ὁ δέ φησι· Γράψον αὐτῷ ταῦτα· Οἴδαμεν ὅτι θλῖψίς ἐσμεν, καὶ ὀχλοῦμέν σοι περὶ πράγματος καὶ θλίβομέν σε. Καὶ ῥᾳθυμεῖς καὶ θλίβεις ἡμᾶς μηδὲν ποιῶν. Μετὰ ἐλευθερίας οὖν εἰπὲ ἡμῖν εἰ βαροῦμέν σε, καὶ οὐκέτι βαροῦμεν. Εἰ μὴ γὰρ διὰ σοῦ, οὐ δύναται ὁ Θεὸς καὶ δι’ ἄλλου ποιῆσαι τὴν χρείαν ἡμῶν; Ἢ οὖν σπούδασον ἢ δήλωσον ἡμῖν καὶ ὁ Θεὸς φροντίζει. Καὶ εὖξαι ὑπὲρ ἡμῶν.

Ταῦτα ἀκούσας ἐκεῖνος ὡς πῦρ ἔσχεν ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ γνησίως ἠγρύπνησεν ἐν τῷ πράγματι διὰ τῶν εὐχῶν αὐτῶν, καὶ ταχέως προέβη καὶ ἐγένετο ἡ χρεία. Καὶ ἐλθὼν ἔβαλε μετάνοιαν καὶ ᾔτησε συγχώρησιν. Οὕτως ἰσχύει ὁ λόγος τοῦ δυνατοῦ ἐκ Πνεύματος ἁγίου προερχόμενος, καὶ πάντα συντόμως ἐνεργεῖ. «Λόγοι, γάρ φησι, σοφῶν ὡς τὰ βούκεντρα.» Ἰδοὺ γὰρ τὸ πρᾶγμα ἐνηργήθη καὶ ἡ ψυχὴ αὐτοῦ διωρθώθη ἐκ τῆς μητρὸς τῶν κακῶν ῥᾳθυμίας.

Ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν Γέροντα· Ὁ καταφρονῶν πράγματος Θεοῦ, ἵνα ἢ βλαβῇ ἢ ἀπώληται, ποίᾳ καταδίκῃ ὑπόκειται; Ἀπόκρισις Ἰωάννου· Ὁ τοιοῦτος ἔοικε τῷ κλέψαντι ἢ κακῶς κεχρημένῳ τῷ πράγματι παρὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ τὴν αὐτὴν ὑπομένει κατάκρισιν.

Ἐρώτησις· Ἐάν τις σπουδάζῃ μὴ καταφρονῆσαι καὶ ἀπώληται ἢ βλαβῇ τὸ πρᾶγμα μὴ θέλοντος αὐτοῦ, ἆρα κατακρίνεται; Ἀπόκρισις· Ὀφείλει μέμψασθαι ἑαυτόν, καὶ αἰτῆσαι παρὰ τοῦ Θεοῦ συγγνώμην ὡς ἀμελήσας. Ἐρώτησις· Ἐάν τις περὶ πράγματος Θεοῦ ἀμφιβάλλῃ πρός τινα καὶ οὐ λαμβάνῃ λύσιν, ἕως πότε ὀφείλει ἐπιμεῖναι;

Ἀπόκρισις· Ἐὰν γεννᾷ βλάβην ψυχῆς ἡ ἀμφιβολία, οὐ χρεία ὅλως ἐπιμεῖναι αὐτῇ. Ἐὰν δὲ μὴ ἔχῃ βλάβην, οὐκ ὀφείλει ἐκκακῆσαι οὐδὲ ἀμεριμνῆσαι, ἐπεὶ ὡς ῥᾴθυμος κατακρίνεται. «Ἐπικατάρατος, γάρ φησιν, ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς.» Ὀφείλει δὲ παρακαλεῖν τὸν Θεὸν συνεργῆσαι τῇ ἀπαλλαγῇ κατὰ τὸ συμφέρον.