Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Εκκλησιαστικές ταραχές, διωγμοί και η διακονία των επισκόπων εν μέσω κινδύνων

Προτροπές προς ιεράρχες να παραμείνουν στο ποίμνιό τους και να μην υποκύψουν στη δειλία, απορρίπτοντας την εξαγορά κοσμικής προστασίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 12 από 16

Πολλάκις συμβαίνει τοῦτον τὸν Γέροντα Ἰωάννην ἐρωτώμενον ὑπό τινων, παραπέμπειν τὴν ἐρώτησιν τῷ μεγάλῳ Γέροντι, τῷ ἀββᾷ Βαρσανουφίῳ, κατὰ ταπείνωσιν καὶ μάλιστα ὅτε ἔμελλε μέγα καὶ θαυμαστὸν πρᾶγμα γενέσθαι, καὶ οὐδέποτε ἀπέτυχεν ἡ ἐρώτησις αὐτοῦ παραπεμφθεῖσα. Ἀνὴρ οὖν φιλόχριστος εἶπεν ἅπαξ τούτῳ τῷ Γέροντι Ἰωάννῃ· Τί χλευάζεις ἡμᾶς, Πάτερ Ἰωάννη, ἔχων τὴν αὐτὴν τοῦ Πνεύματος δύναμιν καὶ παραπέμπων ἡμᾶς τῷ ἁγίῳ καὶ μεγάλῳ Γέροντι, τῷ Πατρὶ Βαρσανουφίῳ;

Ὁ δέ φησιν· Ἐγὼ μὲν οὐδέν εἰμι, εἰ δὲ καὶ ἤμην, οὐκ ἔστι τοῦτο χλεύη. Εἰ γὰρ ἔπεμψα ὑμᾶς καὶ οὐκ ἐπετύχετε, ὑπῆρχεν ἂν χλεύη. Συμφέρον οὖν ὑμῖν ἐστιν, ἵνα δύο ὑπερεύχωνται περὶ ὑμῶν, περισσότεροι γὰρ οἱ δύο τοῦ ἑνός. Φαίνεται γὰρ καὶ ὁ Κύριος τοῦτο ποιῶν, φησὶ γάρ· «Ὁ Πατήρ μου μείζων μού ἐστι», δυνάμενος γὰρ καὶ αὐτὸς ποιῆσαι τὰ ἔργα τοῦ Πατρὸς αὑτοῦ καὶ εἰπὼν ὅτι «Εἴ τι δ’ ἂν βλέπῃ ὁ Υἱὸς τὸν Πατέρα ποιοῦντα, καὶ αὐτὸς ὁμοίως ποιεῖ.» Οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις παρέπεμπε τοὺς μαθητὰς πρὸς τὸν Πατέρα λέγων· «Ἐρωτήσατε τὸν Πατέρα καὶ ἐπὶ τῷ ὀνόματί μου δώσει ὑμῖν.» Καὶ πάλιν· «Καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα», καὶ πάλιν· «Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐδὲν ποιῶ, ἀλλ’ ὁ Πατὴρ ὁ οἰκῶν ἐν ἐμοί, αὐτὸς ποιεῖ τὰ ἔργα.» Θαῦμα γενόμενον παρ’ ἀμφοτέρων ἀναγκαῖον μαθεῖν·

Ἀνήρ τις σφόδρα φιλόχριστος καὶ φιλόξενος καὶ τὸ Ἀβραμιαῖον ἔργον ἐπιτελῶν, ἐκινδύνευε τοῦ ἀποθανεῖν ὑπό τινος ἀρρωστίας, καὶ ἀπηγορεύθη παρὰ τῶν ἰατρῶν. Τινὲς οὖν τῶν ἐν Κυρίῳ ἀγαπητῶν αὐτοῦ ἔπεμψαν ἐρωτῶντες τὸν Γέροντα Ἰωάννην περὶ αὐτοῦ, ἵνα εἰ ἔστι τὸ τέλος αὐτοῦ, διάθηται.

Καὶ ἀπεκρίνατο αὐτοῖς ὅτι Τὸ τέλος αὐτοῦ ἔφθασε καὶ ὀφείλει διαθέσθαι. Καὶ ταῦτα δηλώσας εἶπε τῷ ὑπηρετοῦντι αὐτῷ· Ἄνελθε πρὸς τὸν ἅγιον Γέροντα καὶ αἴτησαι ὑπὲρ αὐτοῦ εὐχήν, ἵνα χαρίσηται αὐτῷ ὁ Θεὸς προσθήκην ζωῆς διὰ τὸ ἀγαθὸν αὐτοῦ ἔργον τῆς φιλοξενίας. Ἐὰν γὰρ αἰτήσηται ὁ Γέρων, λαμβάνει τὴν χάριν.

Καὶ ἀνελθὼν ὁ ὑπηρέτης καὶ αἰτήσας, ἔσχε τὸν Γέροντα, εὐχὴν μὲν ποιοῦντα, οὐδὲν δὲ εἰπόντα. Καὶ πάλιν ἐκ δευτέρου καὶ ἐκ τρίτου πεμφθεὶς ὑπὸ τοῦ Γέροντος Ἰωάννου πρὸς τὸν ἐν ἁγίοις μέγαν Γέροντα. Καὶ τοῦ μεγάλου τὴν εὐχὴν μὲν ποιήσαντος, μηδὲν δὲ εἰπόντος.

Μαθὼν τοῦτο ὁ ἀββᾶς Ἰωάννης εἶπε τῷ μαθητῇ αὑτοῦ· Οὐκέτι ἀποθνῄσκει ὁ ἄνθρωπος ἐν τῇ ἀρρωστίᾳ ταύτῃ, ὁ γὰρ Γέρων ἔλαβε παρὰ Θεοῦ τὴν χάριν. Ὁ δὲ ἀββᾶς ἐγνώρισε πάντα τοῖς αἰτήσασι περὶ τούτου. Παραχρῆμα γὰρ ἀνένηψεν ὁ ἄνθρωπος ἐκ τοῦ κινδύνου καὶ τελείας ἰάσεως ἔτυχε ταῖς εὐχαῖς τοῦ μεγάλου Γέροντος καὶ τοῦ μιμητοῦ αὐτοῦ καὶ ὁμοτρόπου Ἰωάννου. Καὶ γνωσθέντος αὐτῷ τοῦ περὶ τῆς ἰάσεως θαύματος, ἔτι καὶ ἔτι προέκοπτε τῇ φιλοξενίᾳ εἰς δόξαν Θεοῦ. Ἀμήν.

Τινὲς φιλόχριστοι προσδοκῶντες ἀδικεῖσθαι ὑπό τινων δυνατῶν, ἠρώτησαν τὸν αὐτὸν Γέροντα Ἰωάννην εἰ ὤφειλον προσφυγεῖν ἄλλοις δυνατωτέροις προσώποις καὶ ἀγοράσαι τὴν ἑαυτῶν προστασίαν. Ὁ δὲ ἀποκριθεὶς εἶπε·

Μὴ ἀγοράζετε προστασίαν θνητοῦ καὶ φθαρτοῦ ἀνθρώπου, ὅτι σήμερόν ἐστι καὶ αὔριον οὐκ ἔστι. Ἐδώκατε τὰ ὑμῶν καὶ ἀπέθανεν ὁ προστάτης, καὶ ἀπωλέσατε τὰ ὑμῶν μετὰ τῆς προστασίας αὐτῶν. Θέλετε ἀγοράσαι προστασίαν ἄφθαρτον; Ἀγοράσατε τὴν προστασίαν τοῦ ἀθανάτου καὶ ἀφθάρτου βασιλέως Θεοῦ, τοῦτ’ ἔστι διὰ τῶν πτωχῶν, αὐτὸς γὰρ τὰ τῶν πτωχῶν εἰς ἑαυτὸν ἀναδέχεται· «Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν.» Γινώσκετε γὰρ ὅτι ἐὰν ἀγοράσητε προστασίαν ἀνθρώπου, ὁ Θεὸς οὐ προΐσταται ὑμῶν. Ἐὰν δὲ εἴπητε· Καὶ πῶς εὑρίσκομέν τινας τῶν Πατέρων ἔχοντας καὶ κατὰ σάρκα προστάτας;

Οὐ κατὰ ἀγορασίαν ἔχουσι τὴν προστασίαν, ἀλλ’ αὐτοὶ μὲν δι’ ἀγάπην Θεοῦ παρεκάλεσαν ἐκείνους, οἱ δὲ προϊστάμενοι αὐτῶν κατὰ πίστιν αὐτοὺς προσεδέξαντο χαίροντες. Καὶ ψηλαφήσατε τὸ μέσον καὶ εὑρήσετε ὅτι οὐδὲν ἐδόθη εἰς ἀγορασίαν τῆς τοιαύτης προστασίας, οὐδὲ ᾔτησάν τι ἐκεῖνοι περισσὸν παρ’ αὐτῶν εἰ μὴ τὰς εὐχὰς αὐτῶν τὰς πρὸς τὸν Θεὸν τὰς ἐντιμοτέρας παντὸς χρυσίου καὶ ἀργυρίου. Τί γὰρ ἦν τὸ πρᾶγμα; Ἐὰν ἔλθῃ ὀργὴ παρὰ Κυρίου, αὐτοὶ δυσωπήσουσιν ὑπὲρ ἐκείνων. Βλέπε οὖν καὶ εὑρίσκεις ὅτι ἀπ’ ἀρχῆς μέχρι τέλους κατὰ Θεόν ἐστι τὸ πρᾶγμα.

Ἀκαταστασίας κινηθείσης τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ, καὶ προσδοκωμένων χειροτονεῖσθαί τινων μὴ κοινωνούντων αὐτῇ τῇ προστάξει τοῦ βασιλέως, καὶ ἐλπιζομένου διωγμοῦ γενέσθαι, ἠρώτησάν τινες φιλόχριστοι τὸν αὐτὸν Γέροντα, εἰ δεῖ ἀναχωρῆσαι καὶ κρύψαι τὰ ἴδια.

Ὁ δέ φησιν· Ἔστι τις δυνατώτερος τοῦ Θεοῦ; Εἰ εἰς τὰς χεῖρας τοῦ Θεοῦ ἐσμεν καὶ συμψάλλομεν τῷ Δαβὶδ ὅτι «Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου», τί φοβούμεθα; Ὅμως οὐκ εἶπεν ὁ Θεὸς καταστρέψαι Νινευὶ τὴν πόλιν;

Τί οὖν μὴ κατέστρεψεν; Οὐχί, ἀλλὰ διὰ τὴν μετάνοιαν αὐτῶν συνεχώρησεν αὐτῇ. Οὐκοῦν καὶ ἡμεῖς μετανοήσωμεν τῷ Θεῷ καὶ εἰρηνεύει πάντα. Καὶ πάλιν μὴ δυνατώτερός ἐστιν ὁ ἐπίγειος βασιλεὺς τοῦ Ναβουχοδονόσορ;

Καὶ ὅμως Δανιὴλ καὶ οἱ τρεῖς παῖδες ἐδυσώπησαν τὸν ἐπουράνιον Βασιλέα Θεόν, καὶ ὑπέταξεν αὐτοῖς τὸν βασιλέα. Ἡ δὲ ἐρώτησις ὑμῶν διπλοῦν ἔχει τὸν πόλεμον δειλίας καὶ φιλαργυρίας. Ἡμεῖς εἰς τὰς χεῖρας τοῦ Θεοῦ ἐσμεν, καὶ ἐξουσίαν ἔχει ποιῆσαι εἰς ἡμᾶς τὸ θέλημα αὑτοῦ. Μὴ οὖν φύγοιτε μηδὲ κρύψητέ τι ὑμῶν.

Οἱ αὐτοὶ πάλιν ἠρώτησαν τὸν αὐτὸν Γέροντα· Πῶς οὖν γέγραπται· «Ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἄλλην;» Ὁ δέ φησιν· Ἀλλ’ ἡμεῖς οὔπω ἐδιώχθημεν. Πρεσβύτερός τις ψηφισθεὶς παρὰ τῶν τῆς πόλεως εἰς ἐπισκοπήν, ἔπεμψεν ἐρωτῶν τὸν αὐτὸν Γέροντα, εἰ θέλει αὐτὸν ὁ Θεὸς γενέσθαι.

Ἀπόκρισις Ἰωάννου· Ἄδελφε, ὑπὲρ ἐμὲ ἠρώτησας, ἐλάχιστος γάρ εἰμι ἄνθρωπος καὶ εἰς τοῦτο τὸ μέτρον οὐκ ἔφθασα. Ὅμως ἀφῆκας τὸν Ἀπόστολον καὶ ἐρωτᾷς ἐμὲ τὸν μηδέποτε ἀρχὴν βαλόντα εἶναι μοναχόν. Τί δὲ λέγει ὁ Ἀπόστολος ὅτι «Ὁ ὀρεγόμενος ἐπισκοπῆς, καλοῦ ἔργου ἐπιθυμεῖ. Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι» καὶ τὰ ἑξῆς. Ἀλλ’ ἐπειδὴ ἡ Γραφὴ λέγει, ὡς ἐκ προσώπου τοῦ Θεοῦ πρὸς υἱοὺς Ἰσραὴλ ὅτι «Ἐὰν ἐρωτήσητε ἐν τῷ ὀνόματί μου ψευδοπροφήτην καί ἐστε ἄξιοι τοῦ ἀκοῦσαι τὴν ἀλήθειαν, λόγον ἀληθινὸν ἐμβάλλω εἰς τὸ στόμα τοῦ ψευδοπροφήτου τοῦ εἰπεῖν ὑμῖν», τούτου χάριν κἀγώ σοι λέγω ὅτι «Εἰ καλῶς ἐκόσμησάς σου τὸν οἶκον καὶ ἡτοίμησας τὴν καρδίαν σου εἰς ὑποδοχὴν τοῦ τοιούτου εὐώδους μύρου», κατὰ τὴν διδασκαλίαν τοῦ Ἀποστόλου, ἡτοίμασταί σοι παρὰ τοῦ Θεοῦ, ἀψευδὴς γὰρ ὁ λέγων· «Δώῃ σοι Κύριος κατὰ τὴν καρδίαν σου.» Χωρεπίσκοπός τις ἠρώτησε τὸν αὐτὸν Γέροντα, εἰ ὀφείλει ἀποστῆναι τῆς χωρεπισκοπῆς καὶ ἀναχωρῆσαι εἰς μοναστήριον.

Ἀπόκρισις· Ἀφῆσαι τὸν ἐμπιστευθεῖσάν σοι φροντίδα τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν οὐ συμβουλεύομαί σοι, ἀλλὰ προσέχειν τῇ ἑαυτοῦ ψυχῇ κατὰ φόβον Θεοῦ. Μὴ λάβῃς δῶρα παρά τινος, μὴ ἐκκλίνῃς κρίσιν, μὴ αἰσχυνθῇς πρόσωπον δυνάστου καὶ ἀθῳώσῃς τὸν ἔνοχον ἢ κατακρίνῃς τὸν ἀθῷον. Καὶ τὴν φιλαργυρίαν μακρὰν ποίησον ἀπὸ σοῦ ἥτις ῥίζα ἐστὶ πάντων τῶν κακῶν, ἡ τοιαύτη γὰρ καλεῖται, καὶ ἔστι, δευτέρα εἰδωλατρεία. Καὶ μὴ ὑψηλοφρονήσῃς, ἵνα μαθητευθῇς τῷ Ἀποστόλῳ λέγοντι· «Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συνεπαγόμενοι.» Μὴ ἀνθρωπαρεσκήσῃς, οἶδας γὰρ τί ἀπόκειται τούτοις.

Ἀλλότριος γίνεται τῆς δουλείας τοῦ Χριστοῦ, φησὶ γὰρ ὁ Ἀπόστολος· «Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» Καὶ ὑποτάγηθι τῷ Κυρίῳ λέγοντι· «Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Σβέσον τὴν ὀργὴν ἀπὸ σοῦ, ὅτι πτῶσίς ἐστι τῷ ἀνθρώπῳ. Πάντα κατὰ Θεὸν πράττε, καὶ εὑρίσκεις αὐτὸν βοηθόν. Πάντοτε δὲ φοβοῦ τὸν θάνατον, δεῖ γὰρ αὐτὸν ἐλθεῖν ἐφ’ ἡμᾶς.

Μνῄσκου τῆς ὥρας τῆς ἐξόδου, καὶ οὐχ ἁμαρτήσῃς εἰς Θεόν. Καὶ ἐὰν φθάσῃς ἡσυχάσαι, εὑρίσκεις ἀνάπαυσιν μετὰ χάριτος ὅπου δ’ ἂν ἡσυχάσῃς. Ἐπίσκοπός τις ἀπὸ μοναχῶν ἔχων μεγάλην πίστιν εἰς τοὺς Γέροντας, ἔπεμψεν ἐρωτῶν τὸν μέγαν Γέροντα εἰ ὀφείλει καταλεῖψαι τὸν κόσμον καὶ εἰς τὸν μονήρη βίον ἐπανελθεῖν. Ἅμα δὲ αἰτῶν τὴν παρ’ αὐτοῦ εὐχήν τε καὶ εὐλογίαν καὶ βοήθειαν.

Ἀπόκρισις Βαρσανουφίου· Εὔκαιρόν μοι εἰπεῖν τὸν λόγον τοῦ Ἀποστόλου λέγοντος· «Ἐγενόμην ἄφρων, ὑμεῖς με ἠναγκάσατε.» Ἀλλ’ ἐπειδὴ κατὰ Θεόν ἐστι τὰ λαλούμενα καὶ οὐ κατὰ ἄνθρωπον, εἴη μοι εἰπεῖν αὐτῷ τὸ ῥηθὲν ὑπὸ τοῦ θεράποντος αὐτοῦ Μωϋσέως· «Ἢ συνεισένεγκέ μοι τὸν γραφέντα μοι υἱὸν πνευματικὸν εἰς τὴν αἰώνιον ζωήν, ἢ κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου.» Καὶ μὴ εἴη μοι ἰδεῖν τὸ πρόσωπον Ἰακὼβ τοῦ Πατρὸς Ἰωσήφ, μὴ ἔχοντι τὸν Βενιαμὶν μετ’ ἐμοῦ. Καὶ πιστεύω εἰς τὸ ὄνομα αὐτοῦ τὸ ἅγιον, ὅτι οὐ μὴ ἀθετήσῃ μου τὸ αἴτημα. Ἡ γὰρ χαρὰ τῆς ἁγίας Τριάδος καὶ ἡ τῶν ἁγίων ἀγγέλων ἡ σωτηρία ἐστὶ τῶν σῳζομένων. Οὐ παύομαι οὖν δεόμενος τοῦ Θεοῦ ἕως οὗ χαροποιήσῃ με εἰς τὴν σὴν σωτηρίαν. Ἀλλὰ πρόσεχε μὴ χαυνώσωσι ταῦτα τὸν λογισμόν σου εἰς ῥᾳθυμίαν. Ἐπὶ πᾶσι τούτοις μνῄσκου ὅτι ὁ κόσμος παράγει, καὶ ἡ δόξα αὐτοῦ πρόσκαιρός ἐστι καὶ ἡ ἀπόλαυσις αὐτοῦ φθαρτή.

Ἐπίλεγξαι σεαυτῷ «συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν.» Καὶ πάλιν ὅτι ἄκοντες ἀφῶμεν τὸν κόσμον, καὶ οὐκ ἔστι μακρὸς ὁ βίος ἡμῶν. Τί γάρ ἐστιν ἡ ζωὴ τοῦ ἀνθρώπου; Μάλιστα ὅτι πεποίθησιν ζωῆς οὐκ ἔχομεν ἐν τῷ κόσμῳ τούτῳ ἀπὸ πρωῒ ἕως ὀψέ. Θέλοντες ἀφήσωμεν πράγματα, ἵνα ἔχωμεν τὴν ἀντιμισθίαν. Ἐπιλεξώμεθα τὴν ἀμεριμνίαν τὴν ἀπὸ τῶν γηΐνων πραγμάτων, οἱ ἐπιποθοῦντες ὀφθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ, ἵνα παρρησιασώμεθα λέγειν· «Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.» Γόργευσαι, ὀξυπόδησον, «ὡς ἡμέρα ἐστί», πρὸ τοῦ καταλαβεῖν τὴν νύκτα, ἐν ᾗ πενθοῦσιν οἱ ῥᾳθυμοῦντες καὶ ὀκνηροὶ μετανοοῦντες τότε εἰς μάτην. Μάθε ὅτι ὁ καιρὸς οὐ μένει, καὶ ἐὰν φθάσῃ ἡ ὥρα, ὁ ὑπηρέτης οὐ δυσωπεῖται. Τίς γὰρ ἐδυσώπησεν αὐτὸν καὶ εἰσηκούσθη; Δοῦλός ἐστιν ἀληθὴς τοῦ ἀληθινοῦ Δεσπότου, πληρῶν γνησίως τὰ προστάγματα αὐτοῦ.

Φοβηθῶμεν τὴν φρικωδεστάτην ἡμέραν καὶ ὥραν ἐκείνην, ἐν ᾗ οὐ προΐσταται ἡμῶν ἀδελφὸς ἢ συγγενής, οὐκ ἀρχὴ ἢ ἐξουσία, οὐ πλοῦτος καὶ δόξα, ἀλλ’ «Ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ.» Πωλήσωμεν τὰ φθαρτὰ πράγματα τὰ ἕλκοντα ἡμᾶς εἰς τὴν ἄβυσσον τῆς ἀπωλείας, καὶ ἀγοράσαντες ἑαυτοῖς ἔνδυμα γάμου ἔλθωμεν εἰς τελειότητα.

Ἐὰν γὰρ ἔλθωμεν εἰς τελειότητα, καταλαμβάνομεν τὴν τελειότητα τῆς κατὰ Θεὸν τελείας ἀγάπης τῆς ἔξω βαλλούσης τὸν φόβον, καὶ ᾄδομεν μετὰ χαρᾶς μετὰ τοῦ Ἀποστόλου Παύλου· «Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.» Τέκνον γνήσιον, ἴδοιμί σε ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μου, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀσπάζομαί σε ἐν Κυρίῳ ὀνόματι τοῦ Θεοῦ, ἀσπάζομαί σε ἐν Χριστῷ Ἰησοῦ, ἀσπάζομαί σε ἐν ἁγίῳ Πνεύματι, τιμιώτατε.

Ἄλλος ἐπίσκοπος αἰτῶν ἔπεμψε τὸν αὐτὸν μέγαν Γέροντα δοῦναι αὐτῷ παράθεσιν. Ὁ δέ φησιν· Τί εἴπω πρὸς τὴν ὑμῶν θεοφίλειαν; Εἴπω ὅτι οὐκ ἔξεστι δούλῳ δοῦναι παράθεσιν τῷ κυρίῳ αὐτοῦ; Ἀλλ’ ἀκμὴν οὐκ ἀπηλλάγην τῆς κενοδοξίας μου τοῦ ἔχειν ἑαυτὸν δοῦλον εἶναι πάντων. Ἀπορῶ οὖν μὴ εὑρίσκων ἀπολογίαν. Εἰς τοῦτο δὲ μόνον εὑρίσκω καταφυγεῖν ὅτι Συγχώρησόν μοι διὰ τὸν Κύριον, καὶ εὖξαι ὑπὲρ ἐμοῦ ἵνα μὴ κατακριθῶ εἰς τὴν αὐτοῦ παρουσίαν, καὶ ἵνα γνῶ ὅτι ἐστὶ Θεός, καὶ φροντίσω τῶν αὐτοῦ θείων ἐντολῶν καὶ ἐλεηθῶ.

Ἀγῶνος ὄντος περὶ πίστεως, μετεστάλη τις ἐπίσκοπος παρὰ τοῦ βασιλέως. Καὶ ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα διὰ γραμμάτων λέγων· Τί δεῖ ποιῆσαι; Προσεδόκα γὰρ καὶ διαστροφὴν εὑρίσκειν παρά τινων δυνατῶν κατὰ κόσμον οὐκ ἐχόντων ὑγιῶς περὶ τὴν πίστιν.

Ἀπόκρισις· Ἐξ ὧν διδάσκει ἡμᾶς ὁ ὑμέτερος ἄγγελος, εὑρίσκομεν ὅτι μετὰ τῆς ἀναστάσεως τῆς κατὰ Θεόν, ἔσχε Δανιὴλ τὴν φιλίαν τοῦ βασιλέως. Καὶ ἔχων τὰς ἐλπίδας εἰς τὸν Θεὸν τὸν σῴζοντα τοὺς δούλους αὑτοῦ καὶ «ἐγγὺς ὄντα πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ», οὐκ ἐφοβήθη τὴν ἀπειλὴν καὶ ἐπιβουλὴν τοῦ βασιλικοῦ προστάγματος, οὐδὲ ἐθρόησεν τοῦτο αὐτόν. Ἀλλὰ στηριχθέντα τῇ πίστει τοῦ Χριστοῦ, ὑπερεδόξασεν αὐτὸν ὁ Θεὸς διὰ τῆς πίστεως.