Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Εκλογή επισκόπων, διευθέτηση εκκλησιαστικών διχασμών και αποφυγή ανθρωπαρέσκειας

Καθοδήγηση σχετικά με τις εκλογές και τη χειροτονία νέων επισκόπων, τη ματαίωση επιρροής καθαιρεθέντων και την καθαρότητα των κριτηρίων στην εκκλησιαστική διοίκηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 13 από 16

Καὶ εἰ ἀληθῶς «καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, ὅπου θέλομεν ὀρθοποδοῦντες κλίνει αὐτὴν ὁ Θεός.» Ἔρρωσο ἐν Κυρίῳ, ἔρρωσο. Ἐπίσκοπος ἐπὶ φιλαργυρίᾳ καὶ ἑτέροις πταίσμασι καταγνωσθεὶς καὶ ὑπὸ τοῦ λαοῦ διὰ ταῦτα μισούμενος, κατηγορήθη παρὰ τῆς συνόδου τῆς χώρας. Καὶ μετὰ τὸν ἔλεγχον ἐχρήσατο παραιτητικοῖς λιβέλλοις καὶ ἀπεκινήθη κοινῇ ψήφῳ τοῦ θρόνου. Οἱ δὲ τῆς πόλεως οἰκήτορες τρεῖς ἄνδρας κρίναντες ἀξίους εἶναι τῆς ἐπισκοπῆς ἀμφέβαλλον τίνα ἐξ αὐτῶν δεῖ ἐπιλέξασθαι, καὶ ἔπεμψαν ἐρωτῶντες τὸν μέγαν Γέροντα Βαρσανούφιον.

Ἀπόκρισις· Ὑμεῖς, μηδένα ἐπιλέξησθε, ἀλλὰ δότε τὸ ψήφισμα τῷ ἐπισκόπῳ, καὶ ὃν ἂν πληροφορήσῃ αὐτῷ ὁ Θεὸς δίδωσιν ὑμῖν. Ἄλλος φιλόχριστος ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα· Ἆρα πάντως δίδωσιν αὐτοῖς ὁ Θεὸς ἕνα ἐξ αὐτῶν;

Ἀπόκρισις· Ἐὰν μετὰ ὁμονοίας καὶ εὐθύτητος καρδίας καὶ κατὰ πίστιν Θεοῦ θέλωσιν, οὐ μόνον ἕνα ἐκ τούτων, ἀλλὰ καὶ ἄγγελον ἐξ οὐρανοῦ, ἐὰν αἰτήσωσιν, ὅ ἐστιν ἄνδρα ἰσάγγελον, παρέχει αὐτοῖς ὁ Θεός. Οὐ δύναται γὰρ ψεύσασθαι ὁ εἰπών· «Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει.» Πρὸς δὲ τοὺς κακῶς αἰτοῦντας εἶπεν· «Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.» Ἐρώτησις· Τί οὖν ὅτι ἐν τούτοις ἐστί τις καλλιώτερος τῶν ἄλλων, ἆρα αὐτὸν δίδωσιν ὁ Θεός;

Ἀπόκρισις· Τὸ ψήφισμα τὸ περὶ αὐτῶν ἐὰν δώσωσι τῷ ἀρχιεπισκόπῳ, εἴ τινα βλέπει ὁ Θεὸς ὅτι ὑπὲρ τοὺς ἄλλους ὠφελεῖ αὐτούς, τοῦτον καὶ δίδωσιν. Ἐὰν γὰρ λόγου χάριν αὐστηρὸς ᾖ καὶ ἀκμὴν χρῄζωσι παιδείας πρὸς ἐπανόρθωσιν, δίδοται αὐτοῖς.

Ἐρώτησις· Ἐὰν μερίζηται πόλις ἐκ τῶν τοιούτων καὶ οἱ μὲν κατὰ πίστιν τινὰς αἰτῶσι, οἱ δὲ κατὰ προσπάθειαν, εἰσὶ δὲ οἱ προβληθέντες ἐκ τῶν δύο μερῶν καλοί, τί ἐνταῦθα γίνεται; Ἀπόκρισις· Τοῖς κατὰ πίστιν αἰτοῦσι δίδωσιν ὁ Θεός, ἐκείνοις δὲ οὐ δίδωσιν, οὐχ ὡς ἀποβάλλων τοὺς παρ’ αὐτῶν προβληθέντας, ἀλλὰ τὴν κακὴν αἴτησιν αὐτῶν.

Ἐρώτησις· Τί οὖν ὅτι ὁ προβληθεὶς παρὰ τῶν μὴ κατὰ πίστιν αἰτούντων χρησιμώτερος μέλλει εἶναι μᾶλλον ὑπὲρ ἐκεῖνον τὸν προβληθέντα ὑπὸ τῶν κατὰ πίστιν αἰτούντων; Ἀπόκρισις· Ὁ Θεὸς ὁ καρδιογνώστης ἐπιδὼν τὴν προαίρεσιν τῶν καλῶς αἰτούντων, δίδωσιν αὐτοῖς τὸν προβληθέντα παρὰ τῶν ἄλλων, οὐ διὰ τὴν ἐκείνων αἴτησιν τὴν κακῷ λογισμῷ γενομένην, ἀλλὰ διὰ τὴν ἀγαθὴν τούτων προαίρεσιν, ἡδέως μὲν ἐχόντων λαβεῖν τὸν καλλιώτερον, ἐξ ἀγνοίας δὲ μὴ προβαλλομένων αὐτόν.

Ἐρώτησις· Ἀλλ’ εὑρίσκονται καὶ οἱ μὴ ὀρθῷ λογισμῷ αἰτήσαντες καὶ αὐτοὶ παρὰ τὴν ἀξίαν ἀπολαβόντες τὸν ἀγαθόν; Τί οὖν γίνεται; Ἀπόκρισις· Διὰ τοὺς ἀξίους ἐλεεῖ ὁ Θεὸς καὶ τοὺς ἀναξίους, αὐτὸς γὰρ «βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.» Ἐφανέρωσε δὲ τοῦτο ἡμῖν διὰ τῆς θείας Γραφῆς λέγων πρὸς Ἀβραὰμ ὅτι «Ἐὰν εὕρω δέκα δικαίους ἐν τῇ πόλει, οὐ μὴ ἀπολέσω τὸν τόπον δι’ αὐτούς.» Εἰ δὲ διὰ δέκα δικαίους τὴν πόλιν ἠφίει, πόσῳ μᾶλλον διὰ τοσούτους φιλανθρωπεύεται καὶ τοὺς ἄλλους!

Ἐρώτησις· Τί οὖν; Ὅτε καλῇ πίστει πάντες προβάλλονται, καὶ ὅμως οὐδεὶς τῶν προβληθέντων μέλλει χρήσιμος αὐτοῖς εἶναι. Ἆρα ἐξ αὐτῶν δίδωσιν αὐτοῖς τινα ὁ Θεός; Ἀπόκρισις· Ἐπειδὴ ἄξιοί εἰσιν εὐεργεσίας, παρορᾷ ὁ Θεὸς τὸ ψήφισμα καὶ τῇ ὥρᾳ πάντως σπείρει τι εἰς αὐτοὺς ἕτερον ψηφίσασθαι ἢ εἰς τὸν ἔχοντα τὴν ἐξουσίαν τῆς χειροτονίας, ἄλλον δοῦναι αὐτοῖς χρησιμώτερον τῶν προβληθέντων παρ’ αὐτῶν.

Ἐρώτησις· Τί οὖν ὅτι πάντες μὲν οἱ αἰτοῦντες οὐκ ὀρθῷ λογισμῷ αἰτοῦσι, ἀγαθὸν δὲ ἆρα προβάλλονται, ἆρα δίδοται αὐτοῖς ἢ οὔ; Ἀπόκρισις Βαρσανουφίου· Ὁ προγνώστης Θεὸς ἐὰν ἴδῃ ὅτι μέλλουσι μετανοεῖν, δίδωσιν αὐτοῖς αὐτόν, ἄξιοι γὰρ εὑρίσκονται διὰ τὴν μέλλουσαν μετάνοιαν. Ἐὰν δὲ ἴδῃ ὅτι ἀμετανόητοί εἰσιν, οὐ δίδωσιν αὐτοῖς τὸν τοιοῦτον διὰ τὴν αὐτῶν ἀναξιότητα.

Ἐρώτησις· Εἶπας, Πάτερ, ὅτι κἂν μερισθῇ πόλις, ἀπολαύουσι καὶ οἱ ἀνάξιοι τοῦ διδομένου ἀγαθοῦ διὰ τοὺς καλῶς αἰτοῦντας. Πῶς οὖν ἐστι τὸ εἰρημένον τῇ Γραφῇ ὅτι «Πᾶσα βασιλεία μερισθεῖσα ἐφ’ ἑαυτὴν οὐ σταθήσεται;» Ἰδοὺ γὰρ ἐνταῦθα καὶ μερίζεται ἡ πόλις, καὶ διὰ τῶν καλῶν ἡ πᾶσα σταθήσεται.

Ἀπόκρισις· Μερισθῆναι λέγεται τὸ ἐκκλῖναι τὰ δύο μέρη εἰς τὸ κακόν, τότε γὰρ πληροῦται τὸ «Οὐ σταθήσεται», δηλονότι εἰς τὸ ἀγαθόν. Τοῦτο δὲ οὐ ποιεῖ μερισμόν, ἡ γὰρ διδαχὴ τῶν ἀποστόλων μία ἐστὶ καὶ ὁ Ἀπόστολος εἶπεν· «Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω.» Τί οὖν; Λέγομεν ὅτι ἐκ τούτου ἐμερίσθη ἡ Ἐκκλησία καὶ οὐ σταθήσεται;

Μὴ γένοιτο! Εἶπε γὰρ ὁ Κύριος· «Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Ἀλλ’ ὁ μὴ στήκων ἐν τῷ μέρει τῷ ἀγαθῷ, οὗτος ἐμερίσθη ἐξ αὐτοῦ, ὁ δὲ στήκων οὐ μεμέρισται. Κατὰ γοῦν τὴν δοθεῖσαν αὐτοῖς ἀπόκρισιν παρὰ τοῦ Γέροντος οὕτως οἱ τῆς πόλεως ἐποίησαν, καὶ τοὺς τρεῖς ἐψηφίσαντο καὶ ἐδόθη αὐτοῖς ἐπίσκοπος ἅγιος καὶ εὐάρεστος τῷ Θεῷ. Ὁ δὲ πρῶτος, τοῖς χρήμασι πεποιθώς, ἔδραμεν ἐπὶ τὸ Βυζάντιον αἰτῶν λαβεῖν τὸν θρόνον. Καὶ φήμης διαδραμούσης ὅτι κατώρθωσε, πάντες ἐγένοντο ἐναγώνιοι καὶ ἔπεμψαν ἐρωτῶντες τὸν Γέροντα τί δεῖ ποιῆσαι.

Εὐλαβοῦντο γὰρ γνωρίσαι τῷ βασιλεῖ διὰ τὴν ἀποτυχίαν καὶ τὴν συμβαίνουσαν τῇ Ἐκκλησίᾳ ζημίαν. Καὶ ἐδήλωσεν αὐτοῖς ὁ Γέρων· Πέμψατε δέησιν πληροφοροῦσαν τὸν βασιλέα περὶ τῆς ἐκβολῆς ἐκείνου, ὅτι ὀρθῶς ἐγένετο καὶ τὰ ἶσα τῶν παραιτητικῶν αὐτοῦ λιβέλλων, καὶ εὐχαριστίαν ἐπὶ τῇ προβολῇ τούτου, ὅτι ἐκ Θεοῦ καὶ οὐκ ἐξ ἀνθρώπων ἐγένετο.

Καὶ οὕτω πληροφορεῖται ὁ βασιλεὺς κόψαι τὸν λογισμὸν ἐξ αὐτοῦ. Οἱ δὲ κακῶς θέλοντες ποιῆσαι τὸ πρᾶγμα, οὐκ ἔχουσιν εἰ μὴ κακῶς ἀπολέσαι τὰ χρήματα αὑτῶν καὶ ὕστερον αἰσχυνθῆναι. Περὶ δὲ τῶν ἀναλωμάτων, καθὼς εἶπεν ἡ Γραφή, ἀπέλθῃ Σαμψὼν μετὰ τῶν ἀλλοφύλων.

Ταῦτα ἀκούσαντες ἐρᾳθύμησαν πέμψαι τὴν δέησιν καὶ κατέλαβεν ἐκεῖνος τὴν μητρόπολιν πρὸς τὸν ἄρχοντα μετὰ βασιλικῆς κελεύσεως, ὥστε ἀναλαβεῖν τὸν θρόνον. Καὶ γενομένου πολλοῦ θορύβου καὶ ταραχῆς ἐν τῇ πόλει, ἔπεμψαν προσπίπτοντες τῷ Γέροντι περὶ τούτου.

Ὁ δὲ ἐδήλωσεν αὐτοῖς· Κακῶς ἐποιήσατε ῥᾳθυμήσαντες γνωρίσαι τῷ βασιλεῖ, μισεῖ γὰρ ὁ Θεὸς τὴν ῥᾳθυμίαν. Ὅμως ἐν τῷ ὀνόματι τοῦ Κυρίου λέγω ὅτι τὴν πόρταν τῆς πόλεως ἐὰν φθάσῃ, εἰς τὴν πόλιν οὐκ ἐμβαίνει. Οὐ συγχωρεῖ γὰρ αὐτῷ αὐτὸ ὁ Θεός.

Ταῦτα εἰπόντος τοῦ Γέροντος καὶ τοῦ ἄρχοντος τὴν πόλιν καταλαβόντος ἐπὶ τῷ πληρῶσαι τὴν βασιλικὴν κέλευσιν καὶ πάντων ἐν ἀθυμίᾳ καὶ φόβῳ τυγχανόντων, ἐξαίφνης κατέλαβε φήμη τὸν τοῦ βασιλέως μηνύουσα θάνατον, καὶ πάντα τὰ προσδοκώμενα διελύθη. Καὶ ἀνεχώρησεν ἄπρακτος εἰς μάτην αὐτῷ τῶν χρημάτων δαπανηθέντων, καθὼς προεῖπεν ὁ Γέρων. Αὐτοῖς γὰρ ἐβεβαιώθη τοῖς ἔργοις ἡ πρόρρησις, «Ὃ γὰρ ἔδησεν ἐπὶ τῆς γῆς, ἐδέθη ἐν τῷ οὐρανῷ», κατὰ τὸν λόγον τοῦ Κυρίου.

Ὁ χειροτονηθεὶς ἐπίσκοπος ἔχων ἑαυτὸν ἀνάξιον τῆς ἱερατικῆς λειτουργίας καὶ ἀνίκανον πρὸς τὴν διοίκησιν τῶν ἐκκλησιαστικῶν πραγμάτων, ἐλογίσατο ἀναχωρῆσαι καὶ ἔπεμψεν ἐρωτῶν τὸν αὐτὸν μέγαν Γέροντα περὶ τούτου.

Ἀπόκρισις Βαρσανουφίου· Χαίροις ἐν Κυρίῳ, δοῦλε τοῦ Θεοῦ καὶ ἱερουργὲ τῶν ἁγίων μυστηρίων. Γινώσκεις ὅτι ὁ ἅγιος Παῦλος ὁ Ἀπόστολος γράφων ἔλεγεν· «Ἀδελφοί, ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω παρὰ τῷ Θεῷ.» Κἀγὼ πιστεύω ὅτι νεύματι Θεοῦ ἐγένου καὶ οὐκ εἶ μισθωτός, ἀλλὰ ποιμήν. Μὴ οὖν θελήσῃς ἀποστῆναι, ἵνα μὴ αὐτὸν παροργίσῃς, αὐτὸς γὰρ εἶπεν· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.» Μὴ οὖν δειλανδρήσῃς, γέγραπται γὰρ ὅτι μετὰ τὴν τελευτὴν Μωϋσέως, φοβηθέντος Ἰησοῦ τοῦ Ναυῆ τοῦ εἰσενεγκεῖν τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, εἶπεν ὁ ἄγγελος πρὸς αὐτόν· «Ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ, ὅτι καθὼς ἤμην μετὰ Μωϋσέως, οὕτως ἔσομαι καὶ μετὰ σοῦ.» Καὶ παρ’ ἐμοῦ οὖν τοῦ ταλαιπώρου, ἄκουσον τὸν αὐτὸν λόγον· «Ἀνδρίζου καὶ ἴσχυε ἐν Κυρίῳ.» Ὁ αὐτὸς ἠρώτησε τὸν ἄλλον Γέροντα· Τίνας δεῖ, Πάτερ, χειροτονεῖν κληρικούς, ἢ ποῖον ἔχοντας βίον;

Ἀπόκρισις Ἰωάννου· Ἀνθρώπους ἀξίους τοῦ Θεοῦ καὶ καλοὺς δεῖ χειροτονεῖν, ὥστε λειτουργεῖν εἰς τὰ ἅγια θυσιαστήρια τοῦ Θεοῦ, μάλιστα τοὺς μαρτυρουμένους ὑπὸ ἄλλων ἀνθρώπων πολλῶν κατὰ τὴν Γραφήν. Τοὺς τοιούτους ὀφείλετε σπουδάζειν χειροτονεῖν, καὶ κατακρίνειν αὐτοὺς μετὰ τὴν χειροτονίαν ὅτι Τὸ κρῖμα τῆς ἐκκλησίας ἔχει ὁ Θεὸς ἀπαιτῆσαι παρ’ ὑμῶν, ἐὰν ἀναχωρήσητε ἀπ’ αὐτῆς. Καὶ τοῦτο ποιοῦντες δεικνύετε τῷ Θεῷ τὴν προαίρεσιν ὑμῶν ὅτι καλοὺς ἀνθρώπους θέλετε χειροτονεῖν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ.

Ἐρώτησις· Ἐὰν ἅγιοι Πατέρες μαρτυρήσωσι περί τινος ὡς ἀξίου χειροτονηθῆναι, οὐκ ὀφείλω ἀρκεσθῆναι τῇ αὐτῶν μαρτυρίᾳ, μὴ δεόμενος τῆς ἀξιώσεως τῶν πολλῶν; Ἀπόκρισις· Δεῖ ἀρκεσθῆναι τῇ μαρτυρίᾳ τῶν Πατέρων, κατὰ τὸ θέλημα γὰρ τοῦ Θεοῦ λαλοῦσι, καὶ τοιούτους θέλει ὁ Θεὸς τοὺς λειτουργοὺς αὐτοῦ. Ἐὰν δὲ μετὰ τὴν τοιαύτην μαρτυρίαν εὕρῃς τὸν λογισμὸν ἀφ’ ἑαυτοῦ δυσχεραίνοντα, τοῦτο ζιζάνιόν ἐστι τοῦ διαβόλου.

Ἐρώτησις· Τί οὖν ὅτι μετὰ τὴν μαρτυρίαν τῶν Πατέρων παραιτεῖται ἐκεῖνος δέξασθαι τὴν χειροτονίαν ἢ καὶ χειροτονηθεὶς ἀνεχώρησεν; Ἀπόκρισις· Ἐὰν παραιτῆται, ἐπενεχθῇ αὐτῷ ἀνάγκη. Ἐὰν δὲ καὶ μετὰ τὴν ἀνάγκην τὴν χειροτονίαν φύγῃ, οὐκ ἔστι τοῦτο μέμψις τοῖς εἰποῦσί τι περὶ αὐτοῦ, ἀλλ’ ἡ μέμψις αὐτῷ ἐστιν, ὅτι ἠθέτησε τὸ θέλημα τοῦ Θεοῦ, ὀφείλει γὰρ δοκιμάσαι καὶ κοπιάσαι εἰς τὸ πρᾶγμα. Καὶ ὅταν ἴδῃ ἑαυτὸν μὴ δυνάμενον, πάλιν ὡς ἠρτυμένος ἅλατι Θεοῦ, ἐρωτήσει τοὺς ἁγίους καὶ κατὰ τὴν γνώμην αὐτῶν ποιήσει.

Πολλοὶ γὰρ τῶν ἁγίων παρῃτήσαντο καὶ ἠναγκάσθησαν ὑπὸ τοῦ Θεοῦ. Καὶ γὰρ Μωϋσῆς εἶπεν· «Ἰδὲ προχειρίσαι ἄλλον», καὶ ὁ Ἰερεμίας φησί· «Νεώτερός εἰμι καὶ οὐ δύναμαι λαλῆσαι.» Καὶ ἄλλοι τῶν Πατέρων ἔφυγον τὴν χειροτονίαν, ἁρπαγέντες δὲ καὶ χειροτονηθέντες, ἐβάστασαν τὴν λειτουργίαν διὰ τὸ ὄνομα τοῦ Θεοῦ. Ὁ δὲ ἀναγκαζόμενος εἰς τοῦτο ἐλθεῖν καὶ παραιτούμενος, τὴν ὑπακοὴν φεύγει, καὶ ἡ Γραφὴ λέγει· «Ἀγαθὴ ἡ ὑπακοὴ ὑπὲρ θυσίαν.» Ἐὰν δὲ κατανοήσῃ τις ἄλλους ἡσυχάζοντας καὶ μὴ συντυγχάνοντάς τινι τὸ σύνολον, οὐκ ὀφείλει λογίσασθαι περὶ αὐτῶν τι τοιοῦτον, ὥστε ἐλθεῖν εἰς τὸ μέσον τῶν ἀνθρώπων. Ὅταν δέ τις συντυγχάνῃ καὶ γενομένης χρείας οὐ παραιτεῖται εἰσελθεῖν καὶ εἰς κώμας καὶ πόλεις, καὶ μαρτυρηθῇ ὅτι καλός ἐστι καὶ ἐπιτήδειος, τοὺς τοιούτους ὀφείλουσιν οἱ ἐπίσκοποι καὶ ἁρπάζειν καὶ χειροτονεῖν, οὗτοι γὰρ δύνανται οὐ μόνον τὴν ἑαυτῶν ψυχὴν ὠφελῆσαι, ἀλλὰ καὶ ἄλλων. Διὰ τοῦτο γὰρ παρήγγειλεν ὁ Ἀπόστολος Τίτῳ «καταστῆσαι κατὰ πᾶσαν ἐκκλησίαν πρεσβυτέρους», δηλονότι ἀξίους τοῦ πράγματος, οἷος καὶ ὁ Τιμόθεος ἦν. Καὶ ὁ ἅγιος δὲ Γρηγόριος καὶ οἱ κατ’ αὐτὸν ἐξ ἀνάγκης ἐγένοντο. Καὶ ἐὰν ἐρευνήσωμεν καὶ ἄλλοι πολλοὶ εὑρίσκονται ἐπὶ τῶν χρόνων ἡμῶν δοῦλοι τοῦ Θεοῦ τὸ αὐτὸ παθόντες, ὅμως περισσότερον θλιβέντες ὑπέμειναν τὸν κόπον, φοβούμενοι ἀθετῆσαι τὸ θέλημα τοῦ Θεοῦ.

Εἰ δὲ ἀκρίτως τις παραιτήσεται, εὐχῶν χρεία ἵνα μὴ θλίψῃ ἡ παραίτησις τὴν αὐτοῦ ψυχήν. Συμβαίνει γὰρ διὰ δικαιώματος τὸν Σατανᾶν ὑποσκελίσαι τὸν ἄνθρωπον, ὃν καταργήσει Κύριος μακρὰν ἀπὸ τῶν ψυχῶν ἡμῶν καὶ ἀπὸ πάντων τῶν φοβουμένων αὐτόν. Ἀμήν.

Ὁ αὐτὸς ἐν φόβῳ Θεοῦ θέλων χειροτονῆσαι διακόνους τῇ Ἐκκλησίᾳ καὶ προβαλέσθαι τινὰς εἰς τὰ ἐκκλησιαστικὰ ὀφφίκια. Καὶ ἀγνοῶν τίνας κατὰ Θεὸν ἐπιλέξηται, ἔπεμψε γνῶσιν τῷ αὐτῷ Γέροντι περιέχουσαν τὰ ὀνόματα τῶν κληρικῶν, ἵνα οὓς βούλεται αὐτὸς ἐπιλέξηται. Τοῦ δὲ Γέροντος ἐπιλεξαμένου τινὰς ἐξ αὐτῶν δοκοῦντας κατὰ ἄνθρωπον ἀνεπιτηδείους εἶναι πρὸς τὴν διοίκησιν, θαυμάσας ὁ ἐπίσκοπος ἠρώτησεν αὐτὸν περὶ τούτου.

Ὁ δέ φησιν· Μὴ γὰρ ἀπ’ ἐμαυτοῦ εἶπόν τι, εὐχὴν ἐποιήσαμεν καὶ εἴ τι ἐπληροφόρησεν ὁ Θεός, εἶπον, οὐχ ὅτι δὲ ἱκανός εἰμι ἐρρέθη ἡ ἀπόκρισις αὕτη δι’ ἐμοῦ, χρείας γὰρ γενομένης καὶ τὸ στόμα τῆς ὄνου ἤνοιξεν ὁ Θεός.

Ἐρώτησις· Ὁ αὐτὸς ἔπεμψεν ἐρωτῶν τὸν αὐτὸν Γέροντα Ἰωάννην· Πῶς δύνανται οὗτοι ἀπαντῆσαι εἰς τὰ πράγματα ἢ εἰς ἀποκρίσεις ἀναγκαίας πεμφθῆναι; Ἰδιῶται ὄντες τῷ λόγῳ καὶ εὐκαταφρόνητοι τοῖς ἀνθρώποις γινόμενοι.

Ἀπόκρισις Ἰωάννου· Εἰπὲ τῷ κυρίῳ τῷ ἐπισκόπῳ· Ἐὰν γένῃ κατὰ τὸν Ἀβραάμ, ἐκ τῶν λίθων τούτων δύναται ὁ Θεὸς ἐγεῖραί σοι τέκνα, καὶ ἐὰν σπουδάσῃς ἔχειν ὅλην σου τὴν ἐλπίδα εἰς τὸν Θεόν, ἀλάλους καὶ ἀνοήτους ἀνθρώπους ἐὰν καταστήσῃς οἰκονόμους καὶ ἐκδίκους φοβερωτέρους τῶν ἀρχόντων ποιεῖ αὐτοὺς ὁ Θεός. Κἂν εἰς ἀποκρίσεις αὐτοὺς πέμψῃς, πάντα ὅσα θέλεις ἀνύεις δι’ αὐτῶν, εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ. Ἐὰν δὲ μή, ῥήτορα συνήγορον ἐὰν πέμψῃς, ὡς ὑπάγει ἔρχεται. Πολεμάρχαι ἦσαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ὅτε κατεύθυνον τὴν καρδίαν αὑτῶν, ἐνίκων τοὺς ἐχθρούς, καὶ ὅτε ἠμέλουν τῆς σωτηρίας αὑτῶν, ἡττῶντο ὑπὸ τῶν ἐχθρῶν αὑτῶν.

Ἐρώτησις· Καὶ πῶς δύναμαι γενέσθαι κατὰ τὸν Ἀβραάμ; Ἀπόκρισις· Οὐκ εἶπον ἐὰν μὴ γένῃ κατὰ τὸν Ἀβραὰμ εἰς πάντα, ἀλλ’ εἰς τὸ κόψαι μόνον τὸ θέλημά σου ὡς ἐκεῖνος, καὶ θῦσαι τὸν υἱὸν αὑτοῦ τῇ προαιρέσει. Καὶ γὰρ πολλὰ ἦν τὰ κατορθώματα αὐτοῦ καὶ ἐὰν μὴ δυνάμεθα εἰς πάντα αὐτῷ ὁμοιωθῆναι, ἀλλ’ εἰς φανερὰ δυνάμεθα.

Ἐρώτησις· Πέπεισμαι ὅτι ἃ λέγετε παρὰ τοῦ Θεοῦ εἰσι καὶ ὀφείλω πάντως ποιῆσαι, ἀλλ’ ἐπειδὴ νομίζω πάντας τοὺς τῆς ἐκκλησίας ἐν τούτῳ εἰς ἐμὲ σκανδαλίζεσθαι, καὶ βαρεῖται ἐκ τούτου ὁ λογισμός, τί κελεύεις ἵνα αὐτοὺς πάντας ποιήσω ἢ τοὺς νομιζομένους εἶναι ἡμῖν χρησίμους εἰς τὰ πράγματα;

Ἀπόκρισις Ἰωάννου· Ὁ Κύριος εἶπεν· «Εἴ τις οὐ μισεῖ πατέρα ἢ μητέρα καὶ γυναῖκα καὶ τέκνα, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής.» Τὸ δὲ μισεῖν τὴν ψυχήν ἐστιν, ἵνα σὺν τῇ ἀσκήσει κόψῃ τις καὶ τὰ ἴδια θελήματα.

Καὶ ὁ τοιοῦτος οὔτε λόγοις ἀνθρώπων οὔτε ἀνθρωπαρεσκείᾳ προσέχει, ἀλλ’ ἐρωτήμασι θείοις καὶ ἀποκρίσεσι διὰ στόματος ἁγίων. Πιστεύειν δὲ δεῖ τὸν ἐρωτῶντα ὅτι κατὰ τὴν καρδίαν αὐτοῦ ἐμβάλλει ὁ Θεὸς εἰς τὸ στόμα τοῦ ἐρωτωμένου, φησὶ γάρ· «Δώῃ σοι κατὰ τὴν καρδίαν σου.» Ἐφανερώθημεν οὖν ὅτι ἄνθρωποί ἐσμεν μὴ δυνάμενοι βαστάσαι ὀνειδισμοὺς καὶ θλίψεις ἀνθρώπων. Κἂν γὰρ θελήσῃ τις πάντας οἰκοδομεῖν οὐ δύναται, οὐδὲ γὰρ πάντες τὸ αὐτὸ θέλουσιν. Ἠρώτησας περὶ τελειότητος, τοῦτ’ ἔστι τὸ ῥῖψαι τὸ πᾶν τῷ Θεῷ ἐπιλέξασθαι οὓς θέλει.

Καὶ ὅτε ἠκούσαμεν, οὐκ ἐβαστάξαμεν καὶ οὐκ οἴδαμεν ὅτι οὐχ ὡς βλέπει ὁ Θεὸς βλέπουσιν οἱ ἄνθρωποι. Οἱ γὰρ ἄνθρωποι τὰ φαινόμενα διακρίνουσι καὶ ἔχουσι συμμεμιγμένον καὶ τὸ θέλημα. Ὁ δὲ Θεὸς τὰ μὴ φαινόμενα καὶ τὰ βάθη τῆς καρδίας διακρίνει καὶ βλέπει τὰ μέλλοντα ὡς ὄντα. Ἐπειδὴ οὖν πολλὰ ὠφέλησαν τὸ γνῶναι ὅτι ἀκμὴν μένει ἐν ἡμῖν τὸ ἀνθρώπινον, ἵνα μάθωμεν τὰ μέτρα ἡμῶν, ποῦ ἐσμεν καὶ ταπεινωθῶμεν ἵνα λάβωμεν τὴν χάριν τῶν ταπεινῶν. Ἐδεήθωμεν τοῦ Θεοῦ ἵνα καθὼς ἔδωκε τῷ προφήτῃ Ἰεζεκιὴλ ἀντὶ τῶν ἀνθρωπίνων βολβίτων βόλβιτα βοῶν, καὶ τοῖς Ἰσραηλίταις βασιλέα, ὅτε εἶδεν αὐτοὺς τοῦτο θέλοντας, οὕτω συγκατέλθῃ τῷ θελήματι τῆς ἀσθενείας ἡμῶν. Καὶ ἰδοὺ συγκατέβη ἡ ἀγαθότης αὐτοῦ καὶ ἔκοψεν ἡμῖν τὸ θέλημα αὑτοῦ. Ἐὰν οὖν μεμψώμεθα ἑαυτοὺς λέγοντες ὅτι ἀκμὴν λάχανα ἐσθίομεν, καταξιοῖ ἡμᾶς ὁ Θεὸς τῆς στερεᾶς τροφῆς, ἥτις ἐστὶ τῶν τελείων ἐν Χριστῷ. Ἀμήν.