Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Ασθένεια, θάνατος και πνευματικές νουθεσίες περί κρίσεως και φιλίας

Απαντήσεις σε ζητήματα σχετικά με την παράταση της ζωής, τη θαυματουργική θεραπεία ασθενειών, τη στάση έναντι των φίλων και την αποφυγή λογισμών κατάκρισης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 2 από 16

Ἐρώτησις· Ἐάν τις ἀμελῶς ζήσας μέλλῃ ἀποθνῄσκειν καὶ συντάξηται τῷ Θεῷ, ὅτι ἐὰν ζήσῃ σπουδάζει ἀρέσαι αὐτῷ, ἆρα χαρίζεται αὐτῷ πλείονα ζωήν; Ἀπόκρισις· Ὁ Θεὸς καρδιογνώστης ἐστὶ καὶ εἰς τὴν εὐθύτητα τῆς καρδίας προσέχει. Ἐὰν οὖν ἴδῃ ὅτι ἐξ ἀληθείας καὶ ἐξ ὅλης ψυχῆς μέλλει μετανοεῖν, δίδωσιν αὐτῷ προσθήκην ζωῆς. Φησὶ γάρ· «Δώῃ σοι ὁ Κύριος κατὰ τὴν καρδίαν σου», τὸ γὰρ θέλημα τοῦ Θεοῦ ἐστιν ἡ σωτηρία τῶν ἀνθρώπων, καθὼς αὐτὸς εἶπε· «Ζῶ ἐγὼ ὅτι οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.» Κατευθύνωμεν οὖν ἡμῶν τὴν καρδίαν πρὸς αὐτὸν καὶ «πᾶσαν εἰς αὐτὸν τὴν μέριμναν ἡμῶν ἐπιρρίψωμεν», καὶ αὐτὸς κατευοδοῖ ἡμῶν τὰ συμφέροντα πρὸς τὴν ἡμετέραν σωτηρίαν.

Ἐρώτησις· Εἰπέ μοι, Πάτερ, εἰ ἔχει ὅρον τὸ τέλος τοῦ κόσμου. Ἀπόκρισις· Ἔστι μὲν τέλος τῷ κόσμῳ πάντως, ὁ δὲ Θεός, ἐὰν εὑρίσκῃ ἡμᾶς εὐαρεστοῦντας, προστίθησι τὸν χρόνον, φησὶ γάρ· «Δικαιοσύνη προστίθησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσονται.» Ἡ γὰρ τοῦ Θεοῦ πρόσταξις ὅρος λέγεται καὶ περὶ τῆς ζωῆς τῶν ἀνθρώπων. Καὶ γὰρ καὶ τῶν Ἀποστόλων ἐρωτησάντων, εἶπεν· «Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.» Ἄλλος φιλόχριστος ἀσθενήσας καὶ σφόδρα φλεγόμενος ὑπὸ τοῦ πυρετοῦ, ἐδεήθη τοῦ μεγάλου Γέροντος ὥστε εὔξασθαι ὑπὲρ αὐτοῦ, ἵνα κουφισθῇ τῆς ὀδύνης. Ἀπέστειλε δὲ καὶ ὕδωρ ἵνα εὐλογήσῃ αὐτὸ καὶ πίῃ, οὐκ ἔφερε γὰρ τὴν καῦσιν τοῦ πυρετοῦ. Καὶ εὐξαμένου τοῦ Γέροντος, ἔπιε καὶ ἔθραυσε παραυτίκα ὁ πυρετὸς καὶ ἐπαύσατο ἡ ὀδύνη. Καὶ θαυμάζων ὁ ἀδελφὸς καὶ δοξάζων ἐπὶ τούτῳ τὸν Θεόν, διηγήσατό τισι τὴν τοῦ Θεοῦ ἐνέργειαν καὶ τὴν εὐεργεσίαν τὴν διὰ τοῦ ἁγίου Γέροντος γενομένην.

Καὶ τῇ ἑξῆς ἐπέθετο αὐτῷ σφοδρῶς πάλιν ὁ πυρετός. Καὶ ἔπεμψε πρὸς τὸν Γέροντα, δεόμενος τοῦ ἐλεῆσαι αὐτόν. Καὶ δηλοῖ αὐτῷ ὁ Γέρων· Τοῦτο ἔπαθες ἵνα μὴ ᾖς φλύαρος. Καὶ ἐκουφίσθη τελείως τῇ δεήσει τοῦ ὁσίου Γέροντος.

Ἔκτοτε οὖν ἐφοβεῖτο ἀναγγεῖλαί τινι οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἄλλας εὐεργεσίας τοῦ ἁγίου Γέροντος ὧν αὐτὸς ἐπειράθη. Ὁ αὐτὸς ἀδελφὸς ἰδὼν τὸν ἀββᾶν διηγούμενον τοῖς ἐρχομένοις ἀδελφοῖς τὰ θαυμάσια τοῦ ἁγίου Γέροντος, ἠρώτησε περὶ τούτου τὸν ἄλλον Γέροντα Ἰωάννην. Καὶ ὑπ’ αὐτοῦ διδαχθεὶς τὰ τοῦ σκοποῦ, οὐκέτι τούτῳ προσέθηκεν. Ἔτι δὲ ἠρώτησε καὶ τοῦτο τὸν αὐτὸν Γέροντα· Τί ἐστιν, ὦ Πάτερ Ἰωάννη, ὅτι ὥρας ὥρας βλέπω τὸν ἀββᾶν ὅτι λαλεῖ περὶ τῆς ἀρετῆς τῶν Γερόντων καὶ εὐφραίνομαι τοῖς ῥήμασιν αὐτοῦ ὡς εἰς οἰκοδομὴν οὖσιν. Ἄλλοτε δὲ δοκῶ ὅτι οὐκ οἰκοδομεῖ ταῦτα, ἀλλὰ σκανδαλίζει, διότι ἰδίους Πατέρας αὐτὸς ἐπαινεῖ, καὶ θλίβομαι. Πάσχω δὲ τοῦτο καὶ εἰς ἑτέρους Πατέρας, δοκῶν αὐτοὺς ἀφαρεὶ λαλοῦντας. Παρακαλῶ οὖν σε, Πάτερ, εἰπεῖν μοι τί ἐστι τοῦτο καὶ εὖξαι ἵνα λυτρωθῶ τούτου τοῦ πονηροῦ λογισμοῦ.

Ἀπόκρισις Ἰωάννου· Ἄδελφε, δώῃ σοι ὁ Θεὸς ἀκοῦσαι καὶ συνιέναι καὶ ἐνεγκεῖν εἰς ἔργα τὰ λαλούμενά σοι. Τοῦτο δὲ δικαίωμά ἐστι καὶ κατάκρισις. Δικαίωμα μέν, ὅτι ψηφίζεις σεαυτὸν ἄξιον τοῦ διηγήματος. Κατάκρισις δὲ ὅτι λέγεις· Καὶ πῶς οὗτος διηγεῖται; Καὶ οὐ μνημονεύεις ὅτι «Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ;» Δύνασαι εἰπεῖν μοι διὰ τί ὁ Κύριος θεραπεύων τινάς, ἐπετίμησεν αὐτοῖς μὴ εἰπεῖν τινι τὸ γεγονός, καὶ ἄλλῳ εἶπεν· «Ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσάγαγε περὶ τοῦ καθαρισμοῦ σου», καὶ αὐθὶς «εἰς μαρτύριον αὐτοῖς», καὶ «Διήγησαι ὅσα ἐποίησέ σοι ὁ Θεός;» Εἰσὶν οὖν τὰ λαλούμενα ὑπὸ τοῦ ἀββᾶ εἰς ὠφέλειαν μὲν τῶν μετὰ φόβου ἀκουόντων, εἰς κατάκρισιν δὲ τῶν μὴ μετὰ πίστεως δεχομένων. Καὶ ἀκμὴν οὐ δύναται διακριθῆναι ταῦτα παρὰ σοῦ, ὅτι ἀκμὴν μεταβάλλεταί σου ἡ καρδία.

Φησὶ γὰρ ὁ Ἀπόστολος· «Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις. Οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. Καὶ πρὸς ταῦτα τίς ἱκανός; Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ.» Εἰ οὖν διστάζεις εἰς τὸν Γέροντα πῶς ἐπετίμησέ σοι λαλήσαντι καὶ τῷ ἀββᾷ οὐκ ἐπετίμησεν, οὐκ ὀφείλεις διακριθῆναι ὅτι τίποτέ ἐστιν ἐν τῷ μέσῳ, ἀλλὰ ταπεινοῦσθαι τῇ καρδίᾳ, λέγων ὅτι Ἐμοὶ μὲν ὡς ἀναξίῳ ἐπετίμησεν ὁ Γέρων, τούτῳ δὲ ὡς ἀξίῳ, συνεχώρησεν εἰπεῖν διὰ τὴν ὠφέλειαν τῶν ἀκουόντων.

Νοήσωμεν δὲ πῶς πανταχόθεν φέρει ἡμᾶς ὁ Γέρων εἰς ταπείνωσιν τοῦ μέμψασθαι ἑαυτοῖς καὶ ἔχειν ἑαυτοὺς ἀναξίους, καὶ ἡμεῖς οὐ θέλομεν βαλεῖν κάτω τὸν αὐχένα. Ἔλθωμεν οὖν εἰς ταπείνωσιν καὶ ὁ Θεὸς ἀποκαλύπτει ἡμῖν τὰ μυστήρια αὑτοῦ, ἵνα ὅπου δεῖ ἀεὶ λαλῶμεν, καὶ ὅπου οὐ δεῖ, ἀεὶ σιωπῶμεν, ὅπως γίνωνται τὰ ἀμφότερα εἰς ὠφέλειαν ἡμῶν τε καὶ τῶν ἀκουόντων. Μὴ οὖν κρίνωμεν ἢ ἐξουθενήσωμεν τοὺς ἀκούοντας, ἵνα μὴ κατακριθῶμεν ἀντὶ τοῦ οἰκοδομηθῆναι ἡμᾶς. Ἐὰν γὰρ ἐρωτήσωμεν τὸν λογισμὸν ἡμῶν λέγοντες· Οἴδαμεν πῶς λαλεῖ ὁ λαλῶν εἰ ὑπὸ τοῦ Πνεύματος ἐνεργεῖται; εὑρίσκομεν ὅτι οὐ πάντως οἴδαμεν. Ὥστε οὖν λογιζώμεθα τὰ καλὰ καὶ μὴ τὰ κακά· Ὁ γὰρ κακὸς κακὰ λογίζεται, ὁ δὲ καλὸς καλά.

Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἄλλος φιλόχριστος ἔχων πάθος ἐν τῷ σώματι αὑτοῦ, ἔπεμψεν αἰτῶν τὸν αὐτὸν Γέροντα Ἰωάννην εὔξασθαι ὑπὲρ αὐτοῦ ἵνα τύχῃ ἰάσεως. Καὶ ὁ Γέρων εἶπε ὅτι Θεραπεύει σε ὁ Κύριος διὰ τάχους. Ὁ δὲ ἐβράδυνε θεραπευθῆναι.

Ἔχων δὲ πίστιν εἰς τὸν Γέροντα, ἐθαύμασε λέγων· Ἆρα τί ἐστι τὸ πρᾶγμα; Ὅτι ὁ Γέρων οὐ ψεύδεται, ὁ Θεὸς γὰρ ἐν αὐτῷ λαλεῖ, κἀγὼ δὲ οὐκ ἐθεραπεύθην. Καὶ ἐλθὼν ἠρώτησε περὶ τούτου τὸν μέγαν Γέροντα. Ἀπόκρισις Βαρσανουφίου·

Εἰ πιστεύομεν ὅτι οὐ ψεύδεται ὁ Θεὸς καὶ ὅτι πάντα δυνατὰ τῷ πιστεύοντι, πῶς οὐκ ἐπέτυχες τοῦ ποθουμένου; Μὴ ἆρα λεληθότως ἀπιστία πολιτεύεται παρὰ σοί; Ἐγὼ πιστεύω μετὰ ἀληθείας ὅτι εἴ τι ἐλάλησέ σοι ὁ Θεὸς διὰ τοῦ ἀδελφοῦ Ἰωάννου γίνεταί σοι. Παρακαλῶ δὲ τὴν φιλόχριστόν σου ἀγάπην μηκέτι παρασύρῃς με εἰς τὴν ἱπποδρομίαν, ἐγήρασα γάρ, ταῦτα δὲ λέγω σοι σημαίνων ἣν εἶπας ἔχειν μεθ’ ἡμῶν σου ὁμοψυχίαν. Οὐδεὶς γὰρ τὴν ἑαυτοῦ ψυχὴν μερίζει εἰς δύο, τοῦ ἀφῆσαι τὸ ἓν μέρος εἰς μίαν, τὸ δὲ ἄλλο εἰς ἄλλην ἐργασίαν. Ἵνα δὲ μάθῃς ὅτι οὐ παύομαι δεόμενος τοῦ Θεοῦ ἕως οὗ συνεισενέγκῃ σε μετ’ ἐμοῦ «εἰς τὰς θύρας αὑτοῦ ἐν ἐξομολογήσει καὶ εἰς τὰς αὐλὰς αὑτοῦ ἐν ὕμνοις», ταῦτά σοι εἶπον.

Ἀκούσας δὲ ταῦτα ἐθαύμασε πῶς ὁ Γέρων ἐφανέρωσεν αὐτῷ τὰ περὶ τῆς ἱπποδρομίας καὶ ἐδόξασε τὸν Θεόν. Καὶ τοῦ λοιποῦ ἀπείχετο τῆς τοιαύτης πονηρᾶς θέας. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα·

Φίλον ἔσχον ἀγαπητὸν ὁμόψυχον ἐπὶ ξένης διάγοντα. Καὶ οὕτως ἀνήχθημεν ὡς ἀδελφοὶ ἔχοντες ὅλα ἐπίκοινα. Νῦν δὲ ἔφθασα λαβεῖν μοι βίον καὶ πάλιν ἐμείναμεν οὕτως. Καὶ πολεμεῖ με ὁ λογισμὸς λέγων μήποτε ὁ γάμος ἐποίησε δισταγμὸν ἐν τῇ καρδίᾳ αὑτοῦ πρός με, καὶ οὐ τὴν αὐτὴν σῴζει διάθεσιν.

Ἀπόκρισις Βαρσανουφίου· Ἐὰν θέλῃς μαθεῖν τί ἔχει ἡ καρδία αὐτοῦ, τούτῳ τῷ τρόπῳ μάθε· Ψηλάφησον τὴν καρδίαν σου μεθ’ ὃ ἔλαβες τὸν βίον, εἰ σῴζεις τὴν αὐτὴν διάθεσιν πρὸς αὐτόν. Καὶ ἐὰν εὕρῃς ὅτι οὐ σῴζεις σύ, οὐδ’ αὐτός. Ἐὰν δὲ ἔμεινεν ἡ διάθεσίς σου, μάθε ὅτι καὶ ἡ αὐτοῦ. Τοῦτο οὖν ἔχε τὸ σημεῖον ὅτι κατὰ τὴν καρδίαν σου καὶ ἐκείνου εὑρίσκεις πάντοτε, Θεοῦ εὐοδοῦντος.

Ἄλλος φιλόχριστος ἔπεμψεν αἰτῶν τὸν αὐτὸν μέγαν Γέροντα εὔξασθαι ὑπὲρ αὐτοῦ ἵνα ὁ Κύριος μνησθείη αὐτοῦ ἐν τῇ βασιλείᾳ αὑτοῦ. Ἀπόκρισις· Ἰδοὺ ὁ Κύριος Ἰησοῦς Χριστὸς οὐ κατῄσχυνέ μου τὸ πρόσωπον, ἀλλ’ ἐχαρίσατό μοι τὴν σωτηρίαν τῆς ψυχῆς σου, καὶ δέδωκέ μοι τὴν χάριν τοῦ μνησθῆναί σου ἐν τῇ βασιλείᾳ αὑτοῦ. Λαβόντες οὖν τὴν τοιαύτην χάριν, ὡς εὐγνώμονες φυλάξωμεν, καὶ μὴ γενώμεθα ὡς οἱ χοῖροι μὴ δυνάμενοι διακρῖναι τοὺς ἐντίμους μαργαρίτας. Οἶδας δὲ ὅτι εἴ τις τιμᾶται ὑπό τινος, οὐκ ὀφείλει αὐτὸν ἀτιμάσαι.

Τιμηθέντες οὖν ὑπὸ τοῦ Θεοῦ μὴ ὄντες ἄξιοι, ἀξίους ἑαυτοὺς ποιήσωμεν. Τιμήσωμεν αὐτὸν διὰ τῆς τῶν ἁγίων αὐτοῦ ἐντολῶν τηρήσεως. Αὐτὸς γὰρ εἶπεν· «Εἰ Πατήρ εἰμι ἐγώ, ποῦ ἐστί μου ἡ τιμή; Καὶ εἰ Κύριός εἰμι, ποῦ ἐστιν ἡ δόξα μου;» Αὐτὸς δὲ ὁ παντοκράτωρ Θεὸς συνεργήσαι σοι τέκνον, τοῦ ἀκοῦσαι καὶ φυλάξαι τὰ συμφέροντα.