Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Ελεημοσύνη, διαχείριση χρημάτων και πρακτική εφαρμογή των μακαρισμών

Ερωταποκρίσεις σχετικά με τον τρόπο, το μέτρο και τη διάκριση κατά την προσφορά ελεημοσύνης, τη διαχείριση ξένων χρημάτων για τους πτωχούς και την πνευματική σημασία των ευαγγελικών μακαρισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 1 από 16

Φιλόχριστός τις ἠρώτησε τὸν ἄλλον Γέροντα, Ἰωάννην· Παρακαλῶ σε Πάτερ, τοῦτό μοι σαφηνίσαι, ἵνα πληρωθεὶς χαρᾶς ἀπέλθω· Ἐπειδὴ λογισμὸν ἔχω ποιῆσαι εὐποιΐαν ἐκ τῶν ὑπαρχόντων μοι, τί συμφέρει; Ἵνα κατὰ μικρὸν ποιήσω ἢ ἐφάπαξ;

Ἀπόκρισις Ἰωάννου· Ἄδελφε, κἂν ἐγὼ οὔκ εἰμι ἱκανὸς ἀποκρίνασθαί σοι καθὼς δεῖ, ἀλλ’ ἔχεις τὴν νουθεσίαν τῆς Γραφῆς λεγούσης· «Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπανῆκε καὶ αὔριον δώσω, δυναμένου σου εὐποιεῖν, οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.» Μέτρα δέ εἰσι, καὶ εἷς ἕκαστος κατὰ τὸ μέτρον ἑαυτοῦ ποιεῖ. Ἔστι γὰρ ἄνθρωπος ὃς δύναται ὀλίγα ἐκ τῶν προσοδίων αὑτοῦ δοῦναι, καὶ ἔστιν ἄλλος δεκατεύων τὰ γενήματα αὑτοῦ, ἄλλος τὸ τέταρτον, ἄλλος τὸ τρίτον, καὶ ἄλλος τὸ ἥμισυ, ἕκαστος κατὰ τὸ ἴδιον μέτρον. Ὁ θέλων δὲ ἐλθεῖν εἰς τὸ τέλειον μέτρον, ἐμὲ τὸν ἐλάχιστον μὴ ἐρωτήσῃ, ἀλλὰ τὸν διδάσκαλον καὶ ἰατρὸν τῶν ψυχῶν, Ἰησοῦν τὸν Κύριον, τὸν λέγοντα ἐκείνῳ τῷ πλουσίῳ· «Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.» Στηρίζει δὲ τὸν λογισμόν σου ἡ παρουσία τοῦ θανάτου, κεκρυμμένη γάρ ἐστιν ἀπὸ παντὸς ἀνθρώπου.

Σπουδάσωμεν οὖν ποιῆσαι τὸ ἀγαθὸν πρὶν ἢ καταληφθῶμεν πρὸ τοῦ θανάτου—οὐκ οἴδαμεν γὰρ ἐν ποίᾳ ἡμέρᾳ γίνεται ἡ κλῆσις—μήποτε ἀπαράσκευοι εὑρεθῶμεν καὶ ἀποκλεισθῶμεν μετὰ τῶν πέντε μωρῶν παρθένων, τῶν μὴ λαβουσῶν ἔλαιον ἐν τοῖς ἀγγείοις αὑτῶν μετὰ τῶν λαμπάδων. Ποιήσωμεν δὲ τὴν δύναμιν κατὰ τὴν ἀσθένειαν ἡμῶν, καὶ ἀγαθός ἐστιν ὁ τῶν ἁπάντων Δεσπότης τοῦ εἰσαγαγεῖν ἡμᾶς μετὰ τῶν φρονίμων παρθένων εἰς τὸν νυμφῶνα αὑτοῦ εἰς τὴν χαρὰν τὴν ἀνεκλάλητον σὺν Χριστῷ. Ἀμήν.

Ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν Γέροντα εἰ χρὴ λαμβάνειν παρά τινων καὶ διδόναι πτωχοῖς, διὰ τὸ εἶναί τινας εἰς τοῦτο παρακαλοῦντας. Ἀπόκρισις Ἰωάννου· Ἐπειδὴ περὶ ἐλεημοσύνης ἐστὶ τὸ πρᾶγμα, οὐ πάντες χωροῦσι βαστάξαι τὰ λεγόμενα, ἀλλ’ οἱ φθάσαντες ἡσυχάσαι καὶ πενθῆσαι τὰς ἑαυτῶν ἁμαρτίας. Εἰσὶ γάρ τινες τάσσοντες ἑαυτοὺς εἰς τὴν τοιαύτην διακονίαν, καὶ ὁ Θεὸς οἶδε τί ποιεῖ μετ’ αὐτῶν περὶ τούτου. Οἱ δὲ πενθοῦντες οὐ σχολάζουσιν εἰς τοῦτο. Καὶ πῶς γὰρ ἀποτασσόμενοι τοῖς ἰδίοις, τὰ ἀλλότρια διοικήσουσι; Καὶ γὰρ ὁ ἐν ἁγίοις Ἱλαρίων τοῦτο ἐποίησε. Παρακαλέσαντος γάρ τινος αὐτὸν οὐκ ὀλίγα χρήματα λαβεῖν καὶ διαδοῦναι αὐτά, εἶπε τῷ παρακαλέσαντι ὅτι «Σοὶ πρέπει τὰ σὰ διαδοῦναι, ὅτι τε τὰς πόλεις περιέρχῃ καὶ τὰς κώμας γινώσκεις. Ἐγὼ γὰρ ὁ τὰ ἐμὰ ἀφείς, πῶς λάβω διαδοῦναι τὰ ἀλλότρια; Καὶ γὰρ καὶ πρόφασις γίνεται ἐκ τούτου κενοδοξίας ἢ φιλαργυρίας.» Ἐρώτησις· Ἐὰν οὖν φιλονεικήσῃ ὁ παρέχων ὅτι Ἐὰν μὴ λάβῃς καὶ διαδώσῃς, οὐδὲν παρέχω, ἆρα ἀφήσω τὸν πτωχὸν θλιβόμενον ἀπὸ πείνης;

Ἀπόκρισις· Ὡς εἶπον τῇ ἀγάπῃ σου, εἰσί τινες τάξαντες ἑαυτοὺς εἰς τοῦτο. Εἰ δὲ σὺ πενθῆσαι θέλεις τὰς ἁμαρτίας σου, μὴ πρόσχῃς τούτῳ τῷ πράγματι, κἂν ἔμπροσθεν τοῦ κελλίου σου ἴδῃς τινὰ ἀποπνιγόμενον, μὴ ἐπικοινωνήσῃς ἀλλοτρίᾳ διαδόσει καὶ ἀπασχολήσῃς σεαυτὸν ἀπὸ τοῦ πένθους. Ἀλλ’ ὁ κύριος τοῦ πράγματος ὀφείλει, μὴ εὑρίσκων τὸν ποιοῦντα αὐτῷ τὴν διακονίαν ταύτην, αὐτὸς ποιῆσαι αὐτὴν πρὸς τὸ μὴ ἐμποδισθῆναι τὸ ἔργον αὑτοῦ.

Φιλόχριστος ἠρώτησε τὸν αὐτὸν Γέροντα· Ἐάν τις αἰτῆται ἐντολὴν δοῦναι καὶ οὐκ ἔχῃ, ἆρα ὀφείλει δανείζεσθαι ἵνα παράσχῃ; Ἀπόκρισις· Ἐάν τις αἰτῆται δοῦναι ὃ οὐκ ἔχει, οὐκ ἔστιν ἀνάγκη δανείζεσθαι ἵνα παράσχῃ. Καὶ γὰρ ὁ Ἀπόστολος Πέτρος αἰτηθεὶς δοῦναι ἐντολὴν εἶπεν· «Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι», καὶ οὐκ ἐδανείσατο ἵνα παράσχῃ. Ἐὰν δὲ καὶ μόνην τὴν χρείαν αὑτοῦ τις ἔχῃ, οὐδ’ οὕτω δεῖ αὐτὴν ὡς ἔτυχεν ἀναλῶσαι, ἵνα μὴ λείψῃ αὐτῷ καὶ θλίβῃ μὴ φέρων τὴν ἔνδειαν. Ἐὰν δὲ ὁ ὀχλούμενος εἴπῃ τῷ αἰτοῦντι· Συγχώρησόν μοι, οὐκ ἔχω τί σοι δοῦναι, τοῦτο οὐκ ἔστι ψεῦδος. Ὁ γὰρ μὴ ἔχων εἰ μὴ τὸ τῆς χρείας, οὗτος οὐκ ἔχει δοῦναι ἑτέρῳ. Μόνον ἐρεῖ τῷ αἰτοῦντι·

Συγχώρησόν μοι, τὸ τῆς χρείας καὶ μόνον ἔχοντι. Μνήσθητι τῶν πέντε παρθένων, αἵτινες αἰτούμεναι παρὰ τῶν ἄλλων δοῦναι αὐταῖς ἔλαιον εἰς τὰς λαμπάδας, εἶπον αὐταῖς· «Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν.» Καὶ ὁ Ἀπόστολος δὲ Παῦλός φησι τοῖς Κορινθίοις ἐπιστέλλων· «Ἵνα γένηται τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα», καὶ «Οὐ γὰρ ἵνα ἑτέροις μὲν ἄνεσις, ὑμῖν δὲ θλῖψις.» Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Σαφήνισόν μοι Πάτερ, τί ἐστι ὅπερ εἶπας ὅτι Ἐάν τις ἔχῃ τὴν χρείαν αὑτοῦ μόνην, οὐκ ὀφείλει αὐτὴν ὡς ἔτυχεν ἀναλίσκειν, ἵνα μὴ θλίβῃ. Καὶ πῶς γίνεται θλιβῆναί τινα ἐπὶ τῷ ἑκουσίως γινομένῳ ὑπ’ αὐτοῦ;

Ἀπόκρισις Ἰωάννου· Πάντα χρὴ μετὰ διακρίσεως ποιεῖν. Τὸ δὲ συμμετρῆσαι ἑαυτὸν διάκρισίς ἐστι καὶ ἀσφάλεια τῷ λογισμῷ τοῦ μὴ ταραχθῆναι αὐτὸν μετὰ ταῦτα. Τὸ δὲ ὑπὲρ δύναμιν ποιῆσαι, εἴτε εὐποιΐαν, εἴτε ἄλλο τι, ἀδιακρισία ἐστίν· Ὕστερον γὰρ εἰς ταραχὴν καὶ ἀκηδίαν καὶ γογγυσμὸν φέρει τὸν ποιοῦντα. Καλὸν γὰρ καὶ πάνυ καλόν, ὡς ἡ χήρα ἐκείνη διδόναι τῷ δεομένῳ, καὶ οὐκ ἔστι τὸ πρᾶγμα κακόν.

Ἀλλ’ ὅτι ὁ ἄνθρωπος ὑπὲρ δύναμιν ποιῶν οὐ βαστάζει καὶ ὁ Θεὸς τὰ κατὰ δύναμιν ζητεῖ. Ἐρώτησις· Οὐκοῦν εἴ τίς ἐστι πλούσιος καὶ ἔχων ὑπὲρ τὴν χρείαν αὑτοῦ, οὐκέτι χρῄζει ταύτης τῆς διακρίσεως; Κατὰ γὰρ τὴν δύναμιν αὑτοῦ ποιεῖ καὶ αὐτός.

Ἀπόκρισις· Ναί, χρῄζει καὶ αὐτὸς τῆς διακρίσεως, ἵνα μὴ εὑρεθῇ ποιῶν ὑπὲρ τὴν δύναμιν τοῦ λογισμοῦ καὶ μεταμεληθῇ ἐπὶ τῷ γινομένῳ. Διὰ τοῦτο καὶ Παῦλος εἶπε· «Μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός.» Τὰ γὰρ τέλεια τῶν τελείων ἐστί, τὰ δὲ ἐλάττονα τῶν ἐλαττόνων. Ὁ γὰρ τέλειος καὶ τὴν πενίαν φέρει γενναίως, καὶ τοῦ πλούτου καταφρονεῖ καὶ πάντα ἀταράχως βαστάζει, κατὰ τὸν Ἀπόστολον τὸν λέγοντα· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ», καὶ «Ὁ κόσμος ἐσταύρωταί μοι» καὶ τὰ ἑξῆς.

Ἐρώτησις· Ὁ δὲ ἐξ ἀρχῆς μὴ ἡδέως ἔχων δοῦναι, πῶς ὀφείλει ποιῆσαι, ἵνα ἐθίσῃ παρέχειν; Ἀπόκρισις· Ὑπομιμνῄσκειν ἑαυτὸν ὀφείλει τῆς ἐκ Θεοῦ ἀνταποδόσεως ὑπὲρ τῶν διδομένων, καὶ ἄρχεσθαι ἀπὸ ἐλαχίστων πραγμάτων καὶ πάντοτε νουθετεῖν ἑαυτόν, ὅτι ὁ τὰ ὀλίγα παρέχων, ὀλίγα λαμβάνει, ὁ δὲ τὰ πολλὰ καὶ αὐτὸς πολλὰ λαμβάνει κατὰ τὸ εἰρημένον· «Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει.» Καὶ κατὰ μικρὸν ἐπιθυμεῖ ὁ λογισμὸς τὴν ἀνταπόδοσιν τῶν πολλῶν καὶ ἀεὶ προκόπτει εἰς τελείωσιν. Καὶ ὁ τοιοῦτος δύναται εἰς τέλεια μέτρα ἐλθεῖν τοῦ γυμνῶσαι ἑαυτὸν ἀπὸ τῶν γηΐνων πραγμάτων καὶ γενέσθαι τῷ πνεύματι μετὰ τῶν ἐπουρανίων.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐάν τις συναρπαγεὶς ἀδιακρίτως ἀναλώσῃ εἰς εὐποιΐαν τὰ τῆς χρείας αὑτοῦ καὶ μεταμεληθῇ, πῶς ὀφείλει ἑαυτὸν παραμυθεῖσθαι, ἵνα μὴ τῇ διαβολικῇ λύπῃ καταποθῇ; Ἀπόκρισις·

Μέμψεται ἑαυτὸν πρῶτον ἐπὶ τῇ ἀδιακρισίᾳ, καὶ ἀνακαλέσεται ἐκ τῆς λύπης τὸν λογισμὸν λέγων ὅτι Ἀφ’ οὗ εἰς πρᾶγμα ἀγαθὸν ἀνηλώθη, δυνατός ἐστιν ὁ φιλάνθρωπος Θεὸς ἐλεῆσαί με καὶ οἰκονομῆσαί με κατὰ τὸ θέλημα αὑτοῦ.

Ἐρώτησις· Ἐάν εἰσι δύο πένητες καὶ οὐκ ἔχω δοῦναι τοῖς δυσί, τίνα τῶν δύο προτιμήσω; Ἀπόκρισις· Τὸν ἀσθενέστερον δεῖ προτιμῆσαι. Ἐρώτησις· Ἐὰν δὲ βούλωμαι δοῦναι καὶ ἀμφιβάλῃ ὁ λογισμὸς μὴ δοῦναι, τί ποιήσω;

Ἀπόκρισις· Ἐρεύνησον αὐτόν, καὶ ἐὰν εὕρῃς αὐτὸν ὅτι διὰ σκνιπείαν τοῦτο ποιεῖ, δὸς καὶ ἄλλο τίποτε μικρὸν ὑπὲρ τὸ ὀφεῖλον δοθῆναι, λόγου χάριν ἕνα ὀβολόν, καὶ ἕξεις ἔλεος. Ἐρώτησις· Σαφήνισόν μοι καὶ τοῦτο, κύριε ἀββᾶ, ὁ μὴ ἔχων πόθεν δοῦναι, πῶς γίνεται συμμέτοχος τῆς εὐλογίας τῆς ῥηθείσης ὑπὸ τοῦ Σωτῆρος πρὸς τοὺς ἐκ δεξιῶν αὑτοῦ· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἑτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου, ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν» καὶ τὰ ἑξῆς;

Ἀπόκρισις Ἰωάννου· Ἄδελφε, ἐπειδὴ οὖν οἱ Ἀπόστολοι οὐκ εἶχον χρήματα, οὔκ εἰσι συμμέτοχοι ταύτης τῆς εὐλογίας; Τάξεις εἰσί, καὶ πρὸς ἕνα ἕκαστον ὁ Θεὸς ἐλάλησε κατὰ τὴν ἰδίαν αὐτοῦ τάξιν· Ἔδειξε γὰρ διὰ τῶν μακαρισμῶν τὴν διαφορὰν τῶν σῳζομένων. Ἀπὸ γὰρ τῶν αἰσθητῶν δύναταί τις νοῆσαι καὶ τὰ πνευματικά. Ὑπόθου ὅτι ἄνθρωπος ἔχων ὑγρὰ γενήματα, πωλεῖ εἰς ὁλοκοτίνιον, καὶ ἄλλος ἔχων ξηρὰ γενήματα, πωλεῖ εἰς ὁλοκοτίνιον, καὶ ἄλλος ἔχων διάφορα πράγματα, πωλεῖ εἰς ὁλοκοτίνιον. Καὶ ἐν τοῖς τεχνίταις τὸ αὐτό, ὁ μέν ἐστι τέκτων καὶ αἴρει κεράτιον τὴν ἡμέραν, ἄλλος οἰκοδόμος καὶ αἴρει καὶ αὐτὸς κεράτιον. Ἄλλος ἄλλην τέχνην μετέρχεται καὶ αἴρει τὸν αὐτὸν μισθόν. Καὶ αἱ μὲν τέχναι διάφοροι, καὶ τὰ γενήματα ὡσαύτως διάφορα, ἡ δὲ τιμὴ καὶ ὁ μισθὸς ὁ αὐτός. Ταῦτα δὲ λαβέ μοι εἰς σωτηρίαν ψυχῆς· τοῖς ἔχουσιν οὖν τὰ χρήματα καὶ διαδιδοῦσι πτωχοῖς ἀκενοδόξως, ῥηθήσεται τὸ «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου, ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν» καὶ τὰ ἑξῆς.

Πρόσχες δὲ τοῖς λοιποῖς μακαρισμοῖς καὶ εὑρίσκεις ἐν αὐτοῖς πολλὴν διαφοράν, μίαν δὲ σωτηρίαν ψυχῆς καὶ μίαν βασιλείαν. Εἶπε γάρ· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ πάλιν «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ οἱ ἄλλοι δὲ μακαρισμοὶ διάφοροι ὄντες, οὔκ εἰσιν ἀλλότριοι τῆς αὐτῆς βασιλείας τῶν οὐρανῶν. Ἐὰν οὖν μὴ ὑπάρχῃ σοι ποιῆσαί σοι ἐλεημοσύνην, γενοῦ πτωχὸς τῷ πνεύματι, ἵνα συγκληρονομήσῃς τοῖς ἁγίοις τὴν βασιλείαν τῶν οὐρανῶν.

Πένθησον περὶ τῶν ἁμαρτιῶν σου ἐν τῷ κόσμῳ τούτῳ, ἵνα συμπαρακληθῇς τοῖς ἐγγεγραμμένοις τῷ Εὐαγγελίῳ. Κτῆσαι πρᾳότητα, ἵνα κληρονομήσῃς τὴν γῆν. Πείνασον καὶ δίψησον τὴν δικαιοσύνην, ἵνα χορτασθῇς ὑπ’ αὐτῆς.

Ἔσο καθαρὸς τῇ καρδίᾳ, ἵνα ἴδῃς τὸν Θεὸν ἐν τῇ δόξῃ αὐτοῦ. Γενοῦ εἰρηνοποιὸς τῇ καρδίᾳ σου, ἵνα υἱὸς κληθήσῃ Θεοῦ. Ἕτοιμος γενοῦ διὰ τῶν ἀγαθῶν πράξεων διωχθῆναι ἕνεκεν δικαιοσύνης, ἀπὸ πόλεως εἰς πόλιν, τοῦτ’ ἔστιν ἐκ τοῦ πονηροῦ λογισμοῦ τοῦ διαβόλου εἰς τὸν ἀγαθὸν λογισμὸν τοῦ Θεοῦ, ἵνα εὐφρανθῇς εἰς τὴν κληρονομίαν τῆς βασιλείας τῶν οὐρανῶν. Βάσταξον ὀνειδισμὸν καὶ διωγμὸν καὶ καταλαλιὰν ψευδῆ διὰ τὸν Κύριον, ἵνα χαρῇς ἐν ἀγαλλιάσει, πολὺν εὑρίσκων ἔμπροσθέν σου τὸν μισθὸν ἐν τοῖς οὐρανοῖς.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐπειδὴ οὖν ἕκαστος μακαρισμὸς μίαν ἀρετὴν περιέχει, ἀρκεῖ Πάτερ, αὕτη ἡ μία ἀρετὴ πρὸς σωτηρίαν τῷ ἔχοντι αὐτήν; Ἀπόκρισις· Ὥσπερ τὸ σῶμα ἕν ἐστι καὶ πολλὰ ἔχει μέλη, κἂν λείψῃ ἓν τῶν μελῶν, οὐκ ἔστι σῶμα τέλειον, οὕτως εἶναι νόησον καὶ ἐν τῷ ἔσω ἀνθρώπῳ. Μέλη γὰρ πολλὰ ἔχει, τὰς ἀρετάς, κἂν μία τούτων λείψῃ, οὐχ εὑρίσκεται τετελειωμένος ὁ ἄνθρωπος. Ὥσπερ δὲ τεχνίτης ἐπιστάμενος τὴν ἑαυτοῦ τέχνην καλῶς, ἄλλας τέχνας ἐπιτηδεύει διὰ τῆς αὑτοῦ εὐφυΐας καὶ οὐκ ὀνομάζεται τεχνίτης εἰ μὴ ἐκ τῆς ἑαυτοῦ τέχνης, οὕτως καὶ ἐνταῦθα ἔχων ὁ ἄνθρωπος ὅλας τὰς ἀρετὰς ἐξ ἐκείνης γνωρίζεται καὶ ὀνομάζεται ἐν ᾗ μάλιστα διαλάμπει ἡ τοῦ πνεύματος χάρις ἐν αὐτῷ.

Ἄλλος φιλόχριστος ἔδωκεν εὐλογίαν τινὶ διαδοῦναι πτωχοῖς ὡς ἔχων αὐτὸν πιστὸν καὶ εἶπεν αὐτῷ· Λαβὲ καὶ τῷ Θεῷ ποιεῖς τὸν λόγον. Κἀκεῖνος οὐκ ἐνόησεν ὅτι βάρος μέγα ἐπέθηκεν αὐτῷ, καὶ ἐνόμισεν ὅτι καὶ εἰ μὴ εἶπεν αὐτῷ τοῦτο, ἀφ’ οὗ ὅλος ἐδέξατο, λόγον εἶχε ποιῆσαι τῷ Θεῷ.

Ἐρωτηθεὶς δὲ ὁ αὐτὸς Γέρων περὶ τούτου εἶπεν· Ἐπλανήθη ὁ λαβών, ὅτι ὅλως ἐθάρρησε δύνασθαι λόγον δοῦναι τῷ Θεῷ περὶ οἱουδήποτε πράγματος. «Τίς παρρησιάσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;» Τῶν τελείων γάρ ἐστι Πατέρων τοῦτο τὸ πρᾶγμα. Ὤφειλε δὲ εἰπεῖν τῷ διδόντι· Οὔκ εἰμι ἱκανὸς ἐπὶ τούτῳ λαβεῖν ὥστε δοῦναι λόγον τῷ Θεῷ, ἄνθρωπος ἁμαρτωλὸς ὤν, ἀλλὰ τοῦτο σπουδάζω τὸ συνεισενεγκεῖν πᾶσάν μου τὴν δύναμιν ἐν τῷ πράγματι, τοῦτο δὲ Θεοῦ ἐστι τὸ συνεργῆσαι γενέσθαι κατὰ τὸ θέλημα αὐτοῦ. Καὶ εἰ οὕτως εἶπε, ταπείνωσις αὐτῷ ἐλογίζετο καὶ οὐκ εἶχεν αὐτὸν ὁ Θεὸς κατακρῖναι πλέον τῆς δυνάμεως αὐτοῦ. Ὅτε δὲ ὡς θαρρῶν δοῦναι τὸν λόγον ἐδέξατο, τότε μετὰ ἀκριβείας ἀπαιτεῖται τὸν λόγον παρὰ τοῦ Θεοῦ. Οὐκ ὤφειλε δὲ καὶ ὁ δοὺς ἀπαιτῆσαι τὸν ἀδελφὸν τὸν τοιοῦτον λόγον· Καὶ γὰρ δοκῶν αὐτὸν ἔχειν πιστόν, κατὰ ἀγνωσίαν ἄπιστον αὐτὸν ἔσχεν. Ἀλλ’ ἔδει ἅπαξ πιστεύσαντα αὐτῷ, ἐᾶσαι τῷ Θεῷ τὸ πρᾶγμα καὶ μὴ διακριθῆναι εἰς τὸν ἄνθρωπον, ὁ γὰρ διακρινόμενος οὐδὲ πιστεῦσαι ὀφείλει.

Ἐρώτησις· Ἐπειδή εἰσί τινες φανερῶς καὶ δημοσίᾳ λαμβάνοντες ἐκ τῆς διαδόσεως, ἄλλοι δὲ ἐρυθριῶντες φανερῶς λαβεῖν διὰ τὴν εὐγένειαν, καὶ ἄλλοι ἀσθενεῖς ἐν τοῖς οἴκοις ἀνακείμενοι, ἆρα ὀφείλει τις ποιεῖν τισιν αὐτῶν διαφορὰν ἢ πᾶσιν ἐπίσης διδόναι τὰ τῆς εὐλογίας;

Ἀπόκρισις· Πάντας τοὺς φανερῶς λαμβάνοντας ἔχε ἐν μιᾷ τάξει, εἰ μή τις ἐν αὐτοῖς ἐστιν ἔχων ἀσθένειαν καὶ πάθος, τούτῳ γὰρ δεῖ προσθεῖναι μικρόν. Τοὺς δὲ ἐρυθριῶντας φανερῶς καὶ δημοσίᾳ λαμβάνειν, καὶ τοὺς ἐν ἀσθενείαις κατακειμένους, ἔχε ἐν ἑτέρᾳ τάξει, παρέχων αὐτοῖς περισσὸν κατὰ τὴν χρείαν αὐτῶν, καὶ καθὼς ἔχει ἡ χείρ σου καὶ εὑρίσκει.

Ἐρώτησις τοῦ αὐτοῦ· Ἐὰν ὁ παρέχων τινὶ χρήματα διαδοῦναι εἴτε Πατράσιν εἴτε πτωχοῖς εἴπῃ αὐτῷ ἐν φανερῷ τόπῳ παρασχεῖν, εὑρίσκονται δέ τινες πλησίον πάνυ ἐνδεεῖς, μὴ ἄτοπόν ἐστι κἀκείνοις μεταδοῦναι; Ἀπόκρισις Ἰωάννου·

Οὐκ ἔστιν ἄτοπον, ἐὰν πάνυ δέωνται, παρασχεῖν καὶ αὐτοῖς. Συμβαίνει γὰρ ὅτι μὴ εἰδὼς ἐκεῖνος ὅτι οὕτω χρῄζουσιν, οὐκ εἶπε δοθῆναι αὐτοῖς. Ἐὰν δὲ εἰδικῶς παραγγείλῃ αὐτῷ μηδαμοῦ ἀλλαχοῦ δοῦναι, εἰ μὴ ἐν ἐκείνῳ μόνῳ τῷ τόπῳ, μὴ παρεξέλθῃ τὴν αὐτοῦ ἐντολήν, χρεία οὖν προερωτᾶν αὐτὸν περὶ τούτου καὶ ὡς λέγει ποιῆσαι, καὶ εὑρίσκεται ἀμέριμνος.

Ἐρώτησις· Ἐπειδὴ τὸ πρᾶγμα τοῦτο καὶ τῶν συνεργούντων χρῄζει, ἐὰν λάβω τινὰς οὓς νομίζω εἶναι πιστούς, μὴ ὀφείλω, Πάτερ, διακριθῆναι πιστεῦσαι αὐτοῖς τὸ πρᾶγμα; Ἀπόκρισις· Ἐὰν φθάσῃς ἔχειν αὐτοὺς πιστούς, μὴ διακριθῇς πιστεῦσαι αὐτοῖς, τῷ γὰρ Θεῷ τὰ πάντα πεφανέρωται καὶ αὐτὸς οἶδεν ἡμῶν τὰ ἐγκάρδια καὶ κατὰ τὸ ἔργον ἀποδίδωσιν ἑκάστῳ. Ἐὰν οὖν παράψωνται, αὐτοὶ ἑαυτοῖς ὄψονται.

Ἐρώτησις· Ἐὰν δὲ καταλάβω ὅτι παρήψατό τις αὐτῶν, τί ὀφείλω ποιῆσαι; Ἐλέγξω αὐτὸν καὶ ἀπολάβω αὐτὰ ἀπ’ αὐτοῦ ἢ οὔ; Ἀπόκρισις· Ἐὰν εὕρῃς ἀκριβῶς ὅτι παρήψατο, σκόπησον εἰ δέχεται ὁ λογισμὸς αὐτοῦ ἐλεγχθῆναι. Καὶ οὕτως εἰπὲ αὐτῷ τὸ πρᾶγμα μετὰ πρᾳότητος καὶ νουθεσίας τῆς κατὰ Θεόν, καὶ ἀνάλαβε αὐτὰ ἀπ’ αὐτοῦ. Εἰ δὲ μὴ δέχηται τὸν ἔλεγχον, μὴ βλάψῃς τὴν συνείδησιν αὐτοῦ, μήποτε ἀπὸ αἰσχύνης εἰς χεῖρόν τι ἔλθῃ, ἀλλ’ ἔασον αὐτὸν ἔχειν εἴ τι ἔλαβε. Τὰ γὰρ τοῦ Θεοῦ ἔλαβε, καὶ αὐτὸς ὁ Θεὸς πλειότερον ἐπίσταται εἰ χρῄζει ὧν ἔλαβε, καὶ οἶδε πῶς κρίνει τὸ πρᾶγμα αὐτοῦ.

Ἐρώτησις· Καὶ ὀφείλω τοῦ λοιποῦ τῷ τοιούτῳ οὕτω πιστεῦσαι; Ἀπόκρισις· Ἐὰν μάθῃς ὅτι καὶ ἄλλοτε τοῦτο ἐποίησε καὶ σπουδάζει παραβλάπτειν τὸ πρᾶγμα, μηκέτι πιστεύσῃς αὐτῷ. Εἰ δὲ χρηστὸς ὑπάρχων ἀεί, νῦν ἐκ διαβόλου συνηρπάγη ἢ χρῄζων αὐτῶν ἔλαβεν, οὐκ ἄτοπον πάλιν πιστεῦσαι αὐτῷ.

Πάντως γὰρ διορθοῦται. Μόνον μὴ σκανδαλίσῃς αὐτόν. Ἐρώτησις· Τοῖς παρερχομένοις διὰ τῶν οἴκων πτωχοῖς τί ὀφείλω διδόναι; Ἀπόκρισις· Καθὼς εὑρίσκει ἡ χείρ σου εἴτε μικρὸν βουκίον, εἴτε ἄκρατον, εἴτε δύο νουμία, εἴτε φολερόν, μόνον ἀθλίπτως παράσχου κατὰ φόβον Θεοῦ, ἐν τούτῳ γὰρ δοξάζεται ὁ φιλάνθρωπος Θεός.

Ἐρώτησις· Συμβαίνει ὅτι ἔχω πρᾶγμα ἀναγκαῖον, καὶ ἄλλο δευτερεῖον, εἴτε οἶνον εἴτε ἄρτον. Καὶ λέγει μοι ὁ λογισμὸς ἐκ τοῦ ἀναγκαίου διδόναι τοῖς πτωχοῖς, δυσχεραίνω δὲ τοῦτο ποιῆσαι, ἵνα μᾶλλον τὰ καλλιώτερα δώσω αὐτοῖς καὶ κρατήσω τὰ δευτερεῖα. Ὅταν δὲ Πατέρες ἔρχονται πρός με, λογίζομαι αὐτοὺς προτιμᾶν τῶν πτωχῶν καὶ κατὰ δύναμιν αὐτοὺς ἀναπαῦσαι. Ἆρα καλῶς λογίζομαι ἢ οὔ;

Ἀπόκρισις· Περὶ μὲν τῶν πτωχῶν, ὁπότε οὐκ ἐφθάσαμεν ἔχειν αὐτοὺς ἐξ ἴσου οὐδὲ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτούς, κατὰ δύναμίν σου πρᾶξον, εἰδὼς τὴν ἀσθένειάν σου, καὶ δὸς αὐτοῖς τὰ δευτερεῖα. Περὶ δὲ τῶν Πατέρων αὐτοὺς δεῖ προτιμᾶν, ὅτι δοῦλοί εἰσι τοῦ Θεοῦ, γέγραπται γάρ· «Τῷ τὴν τιμήν, τὴν τιμήν», καὶ γὰρ ὁ Κύριος προετίμησεν αὐτούς.

Φιλόχριστος ἄλλος ἀσθενῶν ἠρώτησε τὸν αὐτὸν Γέροντα Ἰωάννην, εἰ μέλλει ζῆσαι ἢ ἀποθανεῖν. Καὶ ἀπεκρίνατο αὐτῷ οὕτως· Ἐὰν εἴπω σοι ὅτι ἀποθνῄσκεις, ὡς βεβιασμένη γίνεται ἡ σωτηρία σου. Βλέπων γὰρ ἑαυτὸν εἰς τὸ στόμα τοῦ θανάτου, ὡς κατὰ ἀνάγκην ῥίπτεις σου τὰ πράγματα. Ἐὰν δὲ προσδοκᾷς ζῆσαι ἔτι πολὺν χρόνον καὶ ἔλθῃ σοι λογισμὸς τοῦ σωθῆναι καὶ τάξῃς οὕτως τὸν λογισμόν σου εἰς τὸ ἀγαθόν, κἂν ἀποθάνῃς εὐθέως, κατὰ προαίρεσιν εὑρίσκεταί σου ἡ σωτηρία καὶ οὐ βεβιασμένη.

Ἐρώτησις· Τί οὖν; Ἐὰν διὰ τὸν φόβον τοῦ θανάτου ποιῇ τις πρᾶγμα ἀγαθόν, οὐ γίνεται αὐτῷ εἰς σωτηρίαν; Ἀπόκρισις· Οὐχ ὁμοία ἐστὶν ἡ κατὰ ἀνάγκην σωτηρία τῇ κατὰ προαίρεσιν, ἀλλ’ ὅμως κρείττων ἐστὶ τοῦ μηδὲν ποιοῦντος·

Ἀπώλεια γάρ ἐστι τῇ ψυχῇ τὸ μηδὲν τότε ποιῆσαι, ὅτε κύριοι οὐ μέλλομεν εἶναι ἑαυτῶν. Ἐπιστάμενος οὖν τὰ ἀμφότερα, χρῶ εἰς τὰ σὰ ὡς φρόνιμος καὶ μὴ ὡς αἱ μωραὶ παρθένοι αἱ ἀποκλεισθεῖσαι τοῦ νυμφῶνος διὰ τὸ μὴ ἔχειν καρπὸν ἐλεημοσύνης καὶ εὐποιΐας.

Ἐρώτησις· Ἐὰν οὖν τις ὑπομιμνήσκῃ τὴν ψυχὴν αὑτοῦ περὶ τοῦ θανάτου καὶ διὰ τοῦτο σπουδάζῃ ποιεῖν τὸ ἀγαθόν, οὐκ ἔστι τοῦτο ἑκούσιος μισθός; Ἀπόκρισις· Ἐπειδὴ τὴν μνήμην τοῦ θανάτου ἔχει, καλόν ἐστιν, ἵνα μάθῃ ὅτι θνητός ἐστι, καὶ ὁ θνητὸς οὐκ ἔστιν αἰώνιος, καὶ ὁ μὴ ὢν αἰώνιος, ἀκουσίως καταλιμπάνει τὸν αἰῶνα τοῦτον. Ἀπὸ τῆς συνεχοῦς οὖν μνήμης τοῦ θανάτου μανθάνει τὸ κατὰ προαίρεσιν ποιεῖν τὸ ἀγαθόν. Τὸ δὲ ἰδεῖν τὸν θάνατον πρὸ ὀφθαλμῶν καὶ ποιῆσαι, οὐκ ἔστι κατὰ ταύτην τὴν πρᾶξιν, ἐκεῖνο γὰρ διὰ συνεχοῦς μελέτης γέγονε κατὰ προαίρεσιν, τοῦτο δὲ διὰ τὸν προκείμενον φόβον τοῦ θανάτου, γέγονε κατὰ ἀνάγκην.

Ἐρώτησις· Εἰπέ μοι, Πάτερ, τί μὲν ὠφελεῖ τὸ ἑκούσιον τὴν ψυχήν, τί δὲ τὸ ἀκούσιον; Ἀπόκρισις· Τὸ ἑκούσιον τελείως ῥύεται τὴν ψυχὴν ἐκ τοῦ θανάτου, τὸ δὲ ἀκούσιον μειοῦται ἐκ τῆς χάριτος ταύτης καὶ ἧττον εὑρίσκεται.