Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Κοσμικές υποθέσεις, δικαστήρια, αδικίες και φιλανθρωπία προς όλους

Καθοδήγηση για τη στάση του χριστιανού απέναντι σε δικαστικές διαμάχες, δάνεια, ληστές και φυσικές καταστροφές, με έμφαση στη συμπάθεια και τη φιλανθρωπία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 5 από 16

Ἄλλος φιλόχριστος παιδευτὴς τῆς τοῦ κόσμου σοφίας ἠρώτησε τὸν μέγαν Γέροντα, εἰ μέλλει εὖ πρᾶξαι μεταβαίνων εἰς λαμπροτέραν ἀξίαν. Ὁ δέ φησιν· Μὴ ὑψηλοφρονήσῃς καὶ εὑρίσκεις χάριν παρὰ τῷ Θεῷ καὶ τοῖς ἀνθρώποις, καὶ συγκρότησιν μεγάλην ὅπου ἂν ᾖς.

Ὁ αὐτὸς ἠρώτησε τὸν ἄλλον Γέροντα περὶ τούτου. Ἀπόκρισις Ἰωάννου· Τέως τὰ ταπεινὰ ἐξελέξατο ὁ Θεός. Ἔχε τὴν ταπείνωσιν, καὶ βοηθεῖ σοι ὁ Θεὸς ἐν τάχει. Ὁ αὐτὸς ἐδεήθη τοῦ αὐτοῦ Γέροντος Ἰωάννου, ἵνα εὔξηται ὑπὲρ πασχικοῦ τινος.

Ἀπόκρισις· Ἀσκήσει ὅσον δύναται, καὶ εἰσακούονται οἱ εὐχόμενοι ὑπὲρ αὐτοῦ. «Πολλὰ γὰρ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.» Καὶ ὁ Κύριος εἶπε· «Τὸ γένος τοῦτο οὐκ ἐξέρχεται εἰ μὴ διὰ νηστειῶν καὶ προσευχῶν.» Ἄλλος φιλόχριστος ἠρώτησε τὸν αὐτὸν Γέροντα, λέγων·

Ἐπειδὴ λῃσταὶ ἐπεισῆλθον τῷ οἴκῳ ἡμῶν διὰ τὰς ἡμῶν ἁμαρτίας, οὐδὲν δὲ ἔλαβον ἐκ τοῦ οἴκου, κινήσω πρὸς αὐτοὺς ἢ μωροποιήσω; Ἀπόκρισις Ἰωάννου· Εἰ ὅλως ἔχομεν ὅτι διὰ τὰς ἡμῶν ἁμαρτίας ἐπῆλθον οἱ λῃσταί, ὁ δὲ Θεὸς διὰ τὴν αὐτοῦ φιλανθρωπίαν οὐ συνεχώρησε τὸ κακὸν γενέσθαι, κατὰ ποῖον τρόπον θέλομεν ἑαυτοὺς ἐκδικῆσαι καὶ μὴ συγχωρῆσαι τὰ πάντα τῷ Θεῷ φήσαντι· «Ἐμοὶ ἐκδίκησις! Ἐγὼ ἀνταποδώσω;» Εἰ ἐφοβούμεθα τὸν Θεόν, ὅτε ἐβλέπομεν αὐτοὺς πάσχοντάς τι, κατὰ τὴν δύναμιν ἡμῶν βοηθῆσαι αὐτοῖς ὠφείλομεν.

Ἀλλ’ ἐπειδὴ εἰς τοῦτο οὐκ ἐφθάσαμεν, μήποτε καὶ θελήσαντες ἐμπέσωμεν εἰς κενοδοξίαν, μήτε καλὸν μήτε σαπρὸν αὐτοῖς ποιήσωμεν, ἀλλ’ εὐχαριστήσωμεν τῷ μὴ κατὰ τὰς ἁμαρτίας ἡμῶν ποιήσαντι μεθ’ ἡμῶν. Ἐρώτησις· Εἰ δὲ καὶ συνέβη αὐτοὺς κλέψαι τι ἐξ ἡμῶν, τί ἔδει ποιῆσαι ἡμᾶς;

Ἀπόκρισις· Τῶν μὲν τελείων ἐστὶ τὸ πάντων καταφρονεῖν, τῶν δὲ ἐν δευτέρᾳ τάξει τὸ λαβεῖν ἅπερ ἀπώλεσαν, ἢ καὶ ζημιωθῆναι μικρόν, ἀποβλέποντας εἰς τὴν στένωσιν καὶ ἀπορίαν τῶν ἀπαιτουμένων. Τοῦτο δέ ἐσθ’ ὅτε φέρει τινὰ καὶ εἰς τὸ χρήσασθαι νόμοις, ἀγνωμονούντων ἐκείνων.

Ἵνα μάθωμεν δὲ ὅτι καὶ φύημα τῆς φιλαργυρίας ἐστὶ τὸ πρᾶγμα τοῦτο καὶ γεννᾷ ἡμῖν βλάβην ψυχῆς, καὶ παραβαίνομεν τὴν λέγουσαν ἐντολήν· «Ἐάν τις θελήσῃ κριθῆναι μετὰ σοῦ καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.» Ἐρώτησις· Τί οὖν, Πάτερ, ἐάν τις ἔλθῃ θέλων λαβεῖν τὸ ἱμάτιόν μου, δώσω αὐτῷ παραχρῆμα; Καὶ πόσοι εἰσὶ κακοὶ καὶ πονηροὶ ἄνθρωποι ἡδέως ἔχοντες τοῦτο ποιῆσαι, ὥστε ἐὰν δύνωνται καὶ γυμνόν τινα ἀφῆσαι;

Ἀπόκρισις· Οὐ τοῦτο λέγει ἵνα τῷ θέλοντι παντὶ ἁπλῶς λαβεῖν· δώσῃς αὐτό, ἀλλὰ τῷ θέλοντί σοι κριθῆναι, ὅπερ ἀπανθρωπίαν σημαίνει καὶ δικαστήρια τὰ γεννῶντα τῇ ψυχῇ βλάβην. Ἐνταῦθα οὖν δεῖ τῶν σαρκικῶν καταφρονεῖν διὰ τὴν τῆς ψυχῆς σωτηρίαν. Φησὶ γάρ· «Τί ὄφελος ἀνθρώπῳ ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;» Ἐρώτησις· Ἐπειδὴ οὖν εἰσί τινες ἐν πείρᾳ τῶν δικαστηρίων ὄντες, καὶ οὐχ ὁμοίως βλάπτονται ὡς οἱ τούτων ἄπειροι. Ἆρα καλόν ἐστι κινεῖν δι’ αὐτῶν τὰ τοιαῦτα;

Ἀπόκρισις· Ἐὰν ἐν πείρᾳ εἰσὶ τῶν δικαστηρίων, ἀλλ’ εὑρισκόμεθα καὶ ἡμεῖς αἰτίαν αὐτοῖς προτιθέντες τῆς βλάβης. Πλὴν ἐν συγκρίσει κακῶν, ἐκεῖνο οὐκ ἔστιν ἔλαττον, τὸ γὰρ δι’ ἑαυτῶν κινῆσαι εἰς ἀπώλειαν ψυχῆς ἡμᾶς φέρει. Ἐὰν δὲ κἀκεῖνοι ὁμοίως ἡμῖν βλάπτωνται, ἡμεῖς γινόμεθα τῆς βλάβης αὐτῶν αἴτιοι, καὶ ἡ ἁμαρτία εἰς ἡμᾶς ἀνατρέχει καὶ τὴν αὐτὴν ὑφιστάμεθα ζημίαν. Γέγραπται γάρ· «Δεῖ τὸ κακὸν ἐλθεῖν, οὐαὶ δὲ δι’ οὗ ἔρχεται.» Ἐὰν δέ τις μὴ ἀρκούμενος τῇ ἀπαλλαγῇ, σπουδάζῃ τοὺς ἀντιδίκους αὑτοῦ κακῶς παθεῖν, τοῦτο χεῖρον πάντων ἐστί, καὶ πλεῖον παροργίζει τὸν Θεὸν τὸν εἰπόντα· «Μὴ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ», καὶ τὸ «Ἄφετε καὶ ἀφεθήσεται ὑμῖν.» Ἐρώτησις· Ἐὰν ᾖ χρεία μαρτυρῆσαι περὶ ἀληθινοῦ φονέως, δεῖ ψεύσασθαι ἵνα μὴ ἀποθανῇ;

Ἀπόκρισις· Ἐὰν ἐν μηδενὶ ψεύσῃ, μηδ’ εἰς τοῦτο ψεύσῃ, γέγραπται γάρ· «Μὴ ἐλεήσῃς πτωχὸν ἐν κρίσει.» Ἐὰν γὰρ μή ἐστι θέλημα Θεοῦ, οὐκ ἀποθνῄσκει. Ἐὰν δέ τις καὶ εἰς ἄλλα ψεύδηται καὶ θέλῃ καὶ εἰς τοῦτο, ψευσάσθω ὡς ἔθος ἔχει, γέγραπται γὰρ ὅτι «Ὁ ποιῶν τὴν ἁμαρτίαν, ποιεῖ καὶ τὴν ἀνομίαν.» Ἐγὼ εἰς τοῦτο πράγματα οὐκ ἔχω.

Ἐὰν δὲ οὐκ ἔχῃς ἀνάγκην μαρτυρῆσαι, χρείαν ἔχεις εἰπεῖν μηδέν. Παροιμία γάρ ἐστιν ὠφέλιμος ὅτι Τὸ εἰπεῖν οὐκ οἶδα, οὐ βάλλει εἰς φυλακήν. Ἐρώτησις· Ἐάν τις ἔχῃ χρεώστας εὐπόρους, ὀφείλει ἀπαιτῆσαι παρ’ αὐτῶν τόκους; Ἐὰν δὲ ἄπορους, ἀπολάβῃ παρ’ αὐτῶν τὸ κεφάλαιον;

Ἀπόκρισις Ἰωάννου· Γέγραπται περὶ τοῦ δικαίου ὅτι «Τὸ ἀργύριον αὑτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ», τοῦτο δὲ σημαίνει ἵνα τὸ κεφάλαιον λάβωμεν. Ἐὰν δὲ ἀδυνατίσωσί τινες αὐτῶν, καὶ περὶ τούτων ἐγράφη ὅτι «Ἐὰν πτωχεύσῃ ὁ ἀδελφός σου, μὴ θλίψῃς αὐτὸν ἐν τῇ ἀπαιτήσει.» Ἐρώτησις· Ἐὰν δὲ αὐτὸς πένηται κἀγὼ πένωμαι, μὴ ἁμαρτάνω ἀπαιτῶν αὐτὸν διὰ τὴν ἀνάγκην μου;

Ἀπόκρισις· Οὐχ ἁμαρτάνεις. Πλὴν ὅσον ἐνδέχεται, καλόν ἐστι μὴ θλῖψαί τινα τὸν ἀδελφὸν αὑτοῦ, μὴ εὐποροῦντα δοῦναι. Ἐρώτησις· Ὅτε ζημιοῦμαι καὶ οὐ λυπεῖται ἡ καρδία μου, λέγει μοι ὁ λογισμὸς ὅτι τοῦτο ὠμότης ἐστίν, ἀλλ’ ὀφείλεις λυπηθῆναι μέν, εὐχαρίστως δὲ φέρειν. Ἆρα καλῶς λέγει μοι;

Ἀπόκρισις· Οὐ δεῖ ἐπὶ πράγματι τοῦ κόσμου τούτου λυπηθῆναι ὅλως, ἀλλ’ ἐπὶ μόνῃ τῇ ἁμαρτίᾳ. Ἐρώτησις· «Τὸ χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων», πῶς ἐστι; Ἀπόκρισις· Τὸ χαίρειν μετὰ χαιρόντων ἐστί, τὸ συγχαίρειν τοῖς κατορθοῦσι τὴν κατὰ Θεὸν ἀρετὴν καὶ τῇ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν εὐφραινομένοις. Τὸ δὲ κλαίειν μετὰ κλαιόντων, τὸ συμπάσχειν τοῖς ἁμαρτάνουσιν ἐπὶ τῇ μετανοίᾳ τῆς ἁμαρτίας.

Ἐρώτησις· Ἐὰν ἐμοὶ ἀγαπητὸς ἀποβάλῃ τέκνον αὑτοῦ ἢ πράγματα καὶ λυπῆται, πῶς ὀφείλω συλλυπηθῆναι αὐτῷ ὡς ἀγαπητῷ; Ἀπόκρισις· Ἐν τούτῳ αὐτῷ συλλυπεῖσθαι δεῖ, μήποτε τῇ πολλῇ λύπῃ κρατούμενος, λογίσηταί τι ἐπιβλαβὲς τῇ ἑαυτοῦ ψυχῇ, μὴ φέρων εὐχαρίστως τὸ πρᾶγμα.

Ἐρώτησις· Ἐπειδὴ γέγραπται· «Μακάριοι οἱ εἰρηνοποιοί», ἆρα καλόν ἐστι τὸ σπουδάζειν εἰς τὴν πάντων εἰρήνην; Ἀπόκρισις· Τὸ τὴν ἰδίαν καρδίαν εἰρηνοποιεῖν κάλλιόν ἐστι καὶ τοῦτο ἑκάστῳ ἁρμόζει, καὶ μακάριος ὁ τοῦτο ποιῶν. Τὸ δὲ εἰρηνοποιεῖν τοὺς μαχομένους οὐκ ἔστιν ἑκάστου, ἀλλὰ τῶν δυναμένων ἀβλαβῶς τοῦτο παρελθεῖν. Ὁ δὲ ἀσθενὴς χαίρειν ὀφείλει ἐπὶ τῇ πάντων εἰρήνῃ, μὴ παρεμβαλεῖν δὲ ἑαυτὸν εἰς τὴν μεσιτείαν τῆς ἑκάστου εἰρήνης, εἰ μὴ τῶν αὐτοῦ κατὰ Θεὸν ἀγαπητῶν, καὶ τοῦτο ὅταν μὴ πρόκειται αὐτῷ ζημία ψυχῆς.

Ἐρώτησις· Ὅταν κατὰ Θεὸν πρᾶγμα ποιῶ καὶ ἐξουδενῶμαι παρ’ ἀνθρώπων, λυποῦμαι ὡς σκανδαλίζων αὐτούς. Ἀπόκρισις Ἰωάννου· Ἐὰν ἐξουδενωθῇς ἀδίκως, μὴ λυπηθῇς, ὁ γὰρ διάβολος φθονεῖ τῷ ἀγαθῷ καὶ εἰς ἐκκοπὴν αὐτοῦ κινεῖ ταῦτα, ἀλλ’ ὕστερον καταργεῖται καὶ εἰς δόξαν φέρει τὸ πρᾶγμα ὁ Θεός. Ἐὰν δὲ ἁμαρτάνων δικαίως ἐξουδενωθῇς, αἰσχύνην ἑαυτῷ φέρεις, ἀλλ’ ἐὰν μετανοήσῃς, εἰς χαρὰν τοῦτο μεταβάλλεται.

Ἄλλος φιλόχριστος πάσχων κακῶς παρά τινος, ἐδήλωσε τῷ αὐτῷ Γέροντι περὶ τούτου. Καὶ ὁ Γέρων εἶπεν· Ἀγαθοποίησον αὐτόν. Καὶ τοῦτο ποιῶν πάλιν ἔπασχε κακῶς παρ’ αὐτοῦ, καὶ ἐδήλωσε πάλιν τῷ Γέροντι λέγων· Ἰδοὺ ἀγαθοποιῶ αὐτὸν καὶ οὐ παύεται κακοποιῶν με.

Καὶ εἶπεν ὁ Γέρων· Οὐκ ἐκείνῳ ποιεῖς τὸ ἀγαθόν, ἀλλὰ σεαυτῷ, τοῦ Κυρίου εἰπόντος· «Εὖ ποιεῖτε τοὺς ἐχθροὺς ὑμῶν καὶ εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς.» Ἕκαστος γὰρ κατὰ τὸ ἴδιον ἔργον ἀπολαμβάνει. Ἄλλος φιλόχριστος ξενοδοχῶν Πατέρας ἠρώτησε τὸν αὐτὸν Γέροντα λέγων· Τί ποιήσω, ὅτι ἀεὶ θλίβομαι ὅτι τις τῶν Πατέρων ἔρχεται καὶ οὐχ εὑρίσκω παραβαλεῖν αὐτῷ ἀναγκαῖα πράγματα;

Ἀπόκρισις Ἰωάννου· Οὗτος διαβολικός ἐστιν ὁ λογισμός. Ἀρκεῖ γὰρ αὐτοῖς παραθεῖναι τὰ εὑρισκόμενα, κατὰ τὸ εἰρημένον· «Ἀρκούμενοι τοῖς παροῦσι», καὶ ὁ Θεὸς αὐτοὺς πληροφορεῖ. Ἐὰν γάρ τις ζητῇ ταῦτα τὰ πράγματα, οὐ δύναται ξενοδοχῆσαι, ἀλλ’ εὔχεται μηδένα ἐλθεῖν πρὸς αὐτόν. Ἐὰν οὖν ἔχων τι παραθεῖναι, φείδῃ αὐτοῦ κατὰ σκνιπείαν, κἂν μυριάκις αὐτοὺς θεραπεύσῃς, οὐ πληροφορεῖται ἡ καρδία αὐτῶν, εἰ μή τι τοῦ πράγματος χρῄζεις εἰς ἄλλην χρείαν ἀναγκαιοτέραν ἢ δόσει τυχὸν ἀσθενούντων ἢ προσώπων τιμιωτέρων, πάντα γὰρ χρὴ ποιεῖν μετὰ διακρίσεως καὶ φόβου Θεοῦ. Ἐὰν δὲ δεῖ καὶ σὲ ἀπελθεῖν πούποτε, μὴ προσδόκα εὑρεῖν ἀνάπαυσιν, καὶ οὐ ταράττῃ. Ἐὰν γὰρ προσδοκήσῃς καὶ μὴ εὕρῃς, καταλαλεῖς τοῦ δεχομένου, καὶ ἡ καταλαλιὰ θάνατός ἐστι τῇ ψυχῇ. Ἀλλ’ εὐχαρίστει ἐν πᾶσιν, αὕτη γάρ ἐστιν ἡ πνευματικὴ καὶ ψυχωφελὴς τροφὴ καὶ ἀνάπαυσις.

Ἐρώτησις· Τί οὖν εἰ οὐκ ἐδέξαντό με ὅλως καί εἰμι κεκοπωμένος πάνυ ἐκ τῆς ὁδοιπορίας καὶ χρῄζω τροφῆς; Ἀπόκρισις· Ἐνθυμήθητι τίς ὁ πάντων φροντίζων καὶ πάντας τρέφων, ὅτι ὁ Θεός ἐστιν. Εἰ οὖν ἤθελεν ὁ Θεὸς τραφῆναί σε, ἐπληροφόρει αὐτοὺς δέξασθαί σε. Μὴ δεξαμένων δὲ αὐτῶν, δῆλόν ἐστιν ὅτι ὁ Θεὸς οὐ θέλει καὶ οὔκ εἰσιν αὐτοὶ αἴτιοι. Πάντα γὰρ γίνεται εἰς δοκιμὴν καὶ σωτηρίαν τοῦ ἀνθρώπου, ἵνα ὑπομείνῃ καὶ ἑαυτὸν μέμφηται ἐν πᾶσιν ὡς ἀνάξιον.

Ἄλλος φιλόχριστος ἠρώτησε τὸν αὐτὸν Γέροντα λέγων· Ὁ λογισμὸς ἐμβάλλει μοι δειλίαν, ὅτι Δύναται ὁ διάβολος ποιῆσαί σε ἁμαρτῆσαι, κἂν σὺ μὴ θέλῃς, ὑπεύθυνος γὰρ αὐτῷ ἐγένου. Καὶ πάνυ θλίβομαι ἐκ τούτου.

Ἀπόκρισις Ἰωάννου· Περὶ τοῦ διαβόλου μὴ ἔχε ὅτι ἐξουσίαν ἔχει κατά τινος. Ἐπεὶ ἡ αἰτία τῆς ἁμαρτίας οὐ κατὰ προαίρεσιν ἡμετέραν εὑρίσκεται, ἀλλὰ κατὰ ἀνάγκην τοῦ τὴν ἐξουσίαν εἰληφότος. Καθὼς οὖν οὐκ ἔχει ὁ ἄνθρωπος ἀνάγκην σωτηρίας, οὐδ’ ἁμαρτίας. Κατ’ ἐξουσίαν ἠπάτησε τὴν Εὔαν ἢ κατὰ συμβουλίαν; Οὐδαμοῦ φαίνεται ἐξουσία, ἐπεὶ οὐδεὶς ἐτόλμα φυγεῖν ἔχοντα τὴν ἐξουσίαν. Ἡμεῖς οὖν τοιοῦτοί ἐσμεν ὥσπερ ἄνθρωπος ἐλεύθερος δουλωθείς τινι τῇ ἰδίᾳ προαιρέσει.

Καὶ καιρῷ ἔρχεται εἰς ἑαυτὸν καὶ μετανοεῖ. Καὶ ἐὰν μὴ προσφύγῃ πρὸς δυνατώτερον ἐκείνου, οὐ δύναταί τις αὐτὸν ἐξελέσθαι. Ἐὰν δὲ προσφύγῃ, λοιπὸν ἐκεῖνος εἰδὼς ὅτι οὐκ ἔστιν αὐτοῦ δοῦλος εἰδικῶς, οὐ τολμᾷ τι ποιῆσαι αὐτῷ διὰ τὸν ἰσχυρότερον αὐτοῦ. Οὐκοῦν δῆλόν ἐστιν ὅτι ἐξουσίαν ἀνθρώπου οὐκ ἔχει. Καὶ σὺ οὖν εἰπὲ τῷ λογισμῷ ὅτι μὲν Χρεώστης, χρεώστης εἰμί, ἀλλὰ προσέφυγον πρὸς τὸν δυνάμενον ἐλευθερῶσαι καὶ καλέσαντά με καὶ λέγοντα· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς», καὶ ὀφείλω πάντοτε γρηγορεῖν ἵνα μὴ πάλιν ἐμπέσω εἰς τὰς χεῖρας αὐτοῦ. Ἐὰν δὲ πάλιν εἴπῃ ὁ λογισμός· Καὶ ἐπειδὴ οὐ δύναταί σε ἀναγκάσαι ἁμαρτῆσαι, ἰδοὺ ἀναμάρτητος εὑρίσκῃ, καὶ βαρῇ σε ἐκ τούτου τοῦ λογισμοῦ, εἰπὲ αὐτῷ· Ἐὰν εἴπῃς μοι ὅτι οὐκέτι ἁμαρτάνω, οὐ πιστεύω σοι ἐὰν μὴ καταλάβω τὴν πόλιν. Ἐὰν γὰρ ἀνύσῃ τις τὴν ὁδὸν ὅλην, καὶ ἔχῃ ἄλλο ἓν μίλιον, κἀκεῖ ἀναπέσῃ, οὐδὲν ὠφέλησεν, ἔξω γάρ ἐστι τῆς πόλεως. Ἔμπροσθεν οὖν τοῦ Θεοῦ ῥίψωμεν τὴν ἀδυναμίαν, καὶ αὐτὸς καταργήσει τὰ μηχανήματα, εὐχαῖς πάντων τῶν ἁγίων αὐτοῦ. Ἀμήν.

Ἐρώτησις· Ἐπειδὴ τὰ χωρία μου ἡ ἀκρὶς βλάπτει, κἂν διώξω, οἱ γείτονες μάχονται μεθ’ ἡμῶν, κἂν ἐάσω, βλάπτομαι, τί ποιήσω; Ἀπόκρισις· Ἁγίασμα λαβὲ καὶ βάλε εἰς τὰ χωρία, κἂν μετ’ εἰρήνης δυνηθῇς ἄνευ μάχης διῶξαι ἢ καταχῶσαι, οὐκ ἔστι σοι ἁμαρτία. Ἐὰν δὲ μάχη γίνηται, πρὸς τὸ συμφέρον τῆς ψυχῆς σου, ἄφες τὸ πρᾶγμα τῷ Θεῷ, καὶ ὃ δ’ ἂν γένηται θελήματι Θεοῦ γίνεται.

Ἐρώτησις· Τί γάρ, δέσποτα, ὅλως ὀφείλομεν διῶξαι τὴν ὀργὴν τοῦ Θεοῦ, οὐ παροργίζομεν ἐν τούτῳ τὸν Θεόν; Ἀπόκρισις· Οἱ μὲν τέλειοι οὐ διώκουσιν αὐτήν, ἔχουσι γὰρ ὅλην τὴν ἐλπίδα αὐτῶν εἰς τὸν Θεόν. Ἀλλ’ ἡμεῖς ἐπειδὴ σαρκικοί ἐσμεν καὶ δεόμεθα τῶν γηΐνων, κατακρίνοντες ἑαυτοὺς ὡς ἁμαρτάνοντας ἐν τούτῳ διώξωμεν μετὰ προσευχῆς καὶ ψαλμῳδίας, δεόμενοι τοῦ Θεοῦ, ἵνα συγχωρήσῃ ἡμῖν, καὶ σπουδάζοντες τοῦ λοιποῦ εὐχαριστῆσαι αὐτῷ. Ἐὰν γὰρ καὶ τοῦτο παρέλθῃ, χείρονα τούτου ἐπιφέρουσιν ἡμῖν αἱ ἁμαρτίαι, καὶ οὐκ ἔνι δίχα μετανοίας καὶ ἐλέους παύσασθαι ἐξ ἡμῶν τὰ κακά. Φησὶ γάρ· «Μακάριοι οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσονται.» Καὶ μὴ εἴπῃς· Καὶ διὰ τί εἰς παιδείαν ἐπιφέρων ὁ Θεὸς τὴν ὀργήν, ἀνέχεται τῶν μὴ μετανοούντων διωκόντων αὐτήν; Ὁ γὰρ Θεὸς πρὸς ἀπειλὴν ἐπιφέρει τὴν ὀργήν, ἵνα μετανοήσωμεν καὶ ἀνέχεται ἡμῶν διωκόντων, προσδεχόμενος τῇ μακροθυμίᾳ τὴν πρὸς αὐτὸν ἡμῶν ἐπιστροφήν. Ἐὰν γὰρ ἐπιμένωμεν τοῖς αὐτοῖς καὶ μετὰ τὸ διῶξαι εἰς χείρονα ἐμπίπτωμεν κακά, καὶ πληροῦται εἰς ἡμᾶς τὸ προφητικὸν ῥητόν· «Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη.» Καὶ οὐκ ἔνι ἄλλο προσδοκῆσαι, εἰ μὴ τὴν κόλασιν τὴν αἰώνιον καὶ τὸ σκότος τὸ ἐξώτερον καὶ τὸν σκώληκα τὸν ἰοβόλον καὶ τὸν βρυγμὸν τῶν ὀδόντων.

Ἄλλος φιλόχριστος ἠρώτησε τὸν αὐτὸν Γέροντα· Ἐπειδὴ ὃν θέλω πατῆσαι οἶνον ἐν τῇ ἐμῇ ληνῷ ἰουδαϊκός ἐστι, ἆρα μὴ ἁμαρτία ἐστί; Ἀπόκρισις Ἰωάννου· Εἰ ὅτε βρέχει ὁ Θεός, εἰς τὸ χωρίον σου βρέχει καὶ ἀφεῖ τὸ τοῦ ἰουδαίου, μηδὲ σὺ πατήσῃς οἶνον αὐτοῖς. Εἰ δὲ φιλάνθρωπός ἐστιν εἰς πάντας καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, διὰ τί σὺ θέλεις εἶναι ἀπάνθρωπος, καὶ μὴ μᾶλλον οἰκτίρμων ὡς αὐτός φησι· «Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος;» Ἐρώτησις· Ἐάν τις θαρρήσῃ μοι πρᾶγμα ἐντειλάμενος μηδενὶ εἰπεῖν καὶ ἄλλος ὁρκίζῃ με εἰπεῖν αὐτῷ, τί ποιήσω;

Ἐὰν γὰρ εἴπω, λυπῶ τὸν θαρρήσαντά μοι, καὶ ἐὰν μὴ εἴπω, λυπῶ τὸν ἐπερωτήσαντά με καὶ πάλιν φοβοῦμαι τὸν ὅρκον. Ἀπόκρισις· Ὁ ὁρκίζων σε αὐτὸς βαστάζει τὴν ἁμαρτίαν. Οὐ χρὴ οὖν προφάσει τοῦ ὅρκου φανερῶσαι τὸ μυστήριον τοῦ ἀδελφοῦ. Εἰπὲ δὲ αὐτῷ· Εἰ σὺ ἐθάρρησάς μοι λόγον, ἡδέως εἶχες ἵνα αὐτὸν ἐκφάνω τινί; Εἰ οὖν σὺ οὐκ εἶχες ἡδέως, μηδὲ σὺ ἐπερωτήσῃς με εἰπεῖν σοι τὰ τοῦ ἀδελφοῦ, εἴρηται γάρ· «Ὃ μισεῖς γενέσθαι σοι, μὴ ποιήσῃς τῷ πλησίον σου.» Καὶ πάλιν· «Εἴ τι θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.» Ἐρώτησις· Πῶς ὀφείλω διακεῖσθαι, ὅτι πᾶς ἄνθρωπος δίκαιος ἢ ὅτι πάντων ἀνθρώπων ἐγὼ ἁμαρτωλότερός εἰμι;

Δυσχεραίνει γὰρ ὁ λογισμὸς ἔχειν πάντα ἄνθρωπον δίκαιον. Ἀπόκρισις· Ἔχε ἑαυτὸν ἁμαρτωλότερον καὶ ἐλαχιστότερον πάντων, καὶ ἔχεις ἀνάπαυσιν. Ἐρώτησις· Ὅτε λαλῶ τινι περὶ τοῦ Βίου τῶν Πατέρων καὶ τῶν Ἀποκρίσεων αὐτῶν, μεγάλα φρονεῖ ἡ καρδία μου. Εἰπέ μοι οὖν πῶς μετὰ ταπεινοφροσύνης λαλήσω, καὶ τίνι χρὴ λέγειν αὐτά, καὶ ποίῳ σκοπῷ.