Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ζητήματα καὶ ἀποκρίσεις

Βαρσανούφιος ὁ Μέγας

Η παιδαγωγία της ασθένειας και η απόλυτη εμπιστοσύνη στον Θεό

Αποκρίσεις προς τον γέροντα Ανδρέα και άλλους ασθενούντες μοναχούς σχετικά με την υπομονή στις σωματικές θλίψεις ως αναπλήρωση της άσκησης και της ψαλμωδίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 7 από 12

Ταῦτα δεξάμενος ὁ γέρων εἰς πένθος καὶ δάκρυα ἐπὶ πολλὰς ἡμέρας ἑαυτὸν ἔδωκε. Καὶ γράφει αὐτῷ ὁ μέγας Γέρων παραμυθούμενος αὐτὸν οὕτως· Ἀδελφέ, ὅσα παρῆλθε, βάλωμεν εἰς τὰ ὀπίσω κατὰ τὸν ἀποστολικὸν λόγον λέγοντα· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινά.» Ζεύξωμεν ἑαυτοὺς ὁμοθυμαδὸν ἐν τῷ χρηστῷ ζυγῷ τοῦ Χριστοῦ καὶ στερεώσωμεν ἑαυτοὺς εἰς τὴν τοῦ Χριστοῦ ἀγάπην. Φησὶ γάρ· «Ὁ Θεὸς ἀγάπη ἐστί.» Εἴ τις οὖν ἑαυτὸν λέγει ἔχειν τὴν ἀγάπην, μὴ ἐχέτω τίποτε μισούμενον ἀπὸ τοῦ Χριστοῦ. Σπουδάσωμεν οὖν καθαρίσαι τὴν καρδίαν ἡμῶν ἀπὸ τῶν παθῶν τοῦ παλαιοῦ ἀνθρώπου, ὧν μισεῖ ὁ Θεός, ὅτι «ναοὶ αὐτοῦ ἐσμεν», καὶ ἐν ναῷ μεμιασμένῳ πάθεσιν, οὐ κατοικεῖ τὸ θεῖον. Εἰσέλθωμεν οὖν καὶ ποιήσωμεν τὴν μικρὰν ἡμῶν ἡσυχίαν, τὸ ἱκανὸν γὰρ ἐγένετο. Καὶ δεηθῶμεν ἵνα κατὰ τὸ αὐτοῦ θέλημα εἴη ὁ ἡσύχιος ἡμῶν βίος, δοξάζοντες τὴν ἁγίαν αὐτοῦ καὶ ἄχραντον Τριάδα. Εἴσβα οὖν κἀμὲ παράθου τῷ Θεῷ, καὶ μὴ ὀχλήσῃς ἐν τοῖς νῦν τοῦ ἐρωτῆσαί με ἢ γράψαι, ἀσχολοῦμαι γὰρ τέως. Τὸν ἀνάλαβον ἔπεμψα διὰ τὴν κέλευσίν σου. Εἰδὼς ὅτι οὐδέν εἰμι, εἰ μὴ «γῆ καὶ σποδός», οὐχ ὡς οὖν ἱκανὸς ἔπεμψα, εἰμὶ γὰρ ἀκάθαρτος καὶ χρεώστης ἐν πᾶσιν, ἀλλ’ ἵνα μὴ ἀθετήσω τὴν λέγουσαν ἐντολὴν ὅτι «Παντὶ τῷ αἰτοῦντί σε, δός.» Καὶ διὰ τὴν ἀγάπην τὴν ἐν Χριστῷ ἔπεμψα.

Λαβὼν οὖν εὖξαι ὑπὲρ ἐμοῦ. Καὶ εὖξαι «ἵνα μὴ εἰς κενὸν εἴη ἡμῶν ὁ κόπος», ἀλλ’ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Γέρων τις ἀσθενής, Ἀνδρέας ὀνόματι, ἡσυχάζων ἐν τῷ κοινοβίῳ, ἀνήγγειλε τῷ αὐτῷ μεγάλῳ Γέροντί τινα τῶν κρυπτῶν αὑτοῦ σφαλμάτων, ἅμα δὲ καὶ εὐχαριστῶν ὑπὲρ ὧν ἠξιώθη πλησίον τοῦ τοιούτου οἰκῆσαι καὶ περὶ ἀσθενείας σωματικῆς.

Ἀπόκρισις Βαρσανουφίου· Εἰ ἀληθῶς πιστεύεις ὅτι ἀκριβῶς ὁ Θεὸς ἤνεγκέ σε ὧδε, πίστευσον αὐτῷ τὴν σφραγίδα σου, ῥίπτων ἐπ’ αὐτὸν πᾶσάν σου τὴν μέριμναν, καὶ αὐτὸς οἰκονομεῖ τὰ κατὰ σὲ ὡς θέλει. Εἰ δὲ διστάζεις περὶ οἱουδήποτε πράγματος ἢ περὶ σωματικῆς ἀσθενείας ἢ περὶ ψυχικῶν παθῶν, ὀφείλεις φροντίσαι ὡς οἶδας.

Ἡ γὰρ διψυχία, ὅταν ὅλα ἀφῇ τις τῷ Θεῷ, ἐὰν θλίβῃ μικρόν, ἀεὶ λέγει· Εἰ τάχα ἐποίησα φροντίδα τοῦ σώματος, οὐκ εἶχον θλιβῆναι οὕτως. Ἕως θανάτου οὖν ἐξ ὅλης καρδίας ὁ δοὺς ἑαυτὸν τῷ Θεῷ, ὀφείλει παραδοῦναι ἑαυτὸν αὐτῷ, περισσότερον γὰρ ἡμῶν οἶδε τί συμφέρει ἡμῶν τῇ ψυχῇ καὶ τῷ σώματι.

Καὶ ὅσα ἀφεῖ σε θλιβῆναι ἐν τῷ σώματι, τοσοῦτον κουφισμὸν ποιεῖ τῶν ἡμαρτημένων σοι. Οὐδὲν οὖν ἀπαιτεῖ σε ὁ Θεὸς εἰ μὴ εὐχαριστίαν καὶ ὑπομονὴν καὶ δέησιν περὶ συγχωρήσεως ἁμαρτημάτων. Βλέπε δὲ οἷός εἰμι ὑπερήφανος, ὅτι χλευαζόμενος ὑπὸ τῶν δαιμόνων καὶ νομίζων ἔχειν ἀγάπην κατὰ Θεόν, ἡττῶμαι εἰπεῖν σοι· Βαστάζω τὸ ἥμισυ τοῦ φορτίου σου νῦν καὶ ἐπὶ τὸ ἔμπροσθεν ὁ Θεὸς πάλιν ἔχει βοηθῆσαι. Ὡς παραφρονῶν ἐλάλησα. Οἶδα γὰρ ἐμαυτὸν ἀσθενῆ καὶ ἀδύνατον καὶ γυμνὸν ἀπὸ παντὸς ἔργου ἀγαθοῦ, ἀλλ’ ὅμως ἡ ἀναισχυντία μου οὐκ ἀφεῖ με ἀπελπίσαι. Ἔχω γὰρ Δεσπότην εὔσπλαγχνον, ἐλεήμονα καὶ φιλάνθρωπον, καὶ ἐκτείνοντα χεῖρα ἁμαρτωλῷ ἕως ὑστέρας ἀναπνοῆς. Αὐτῷ κολλήθητι, καὶ αὐτὸς περὶ παντὸς πράγματος ποιεῖ ὑπὲρ ὃ αἰτούμεθα ἢ νοοῦμεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Συγχώρησον ἀδελφὲ καὶ εὖξαι ὑπὲρ ἐμοῦ.

Ταῦτα ἀκούσας παρ’ αὐτοῦ ὅτι Τὸ ἥμισυ βαστάζω τοῦ φορτίου σου, λυπηθεὶς ὅτι μὴ τελείως ἐπηγγείλατο αὐτῷ τὴν ἄφεσιν, ἐκ δευτέρου παρεκάλεσεν ἱκετεύων αὐτὸν καὶ δυσωπῶν ὥστε τελείαν αὐτῷ ταύτην παρασχεῖν διὰ τοῦ Χριστοῦ.

Ἀπόκρισις Βαρσανουφίου· Θαυμάζω σου τὴν ἀγάπην, ἀδελφέ, πῶς οὐ κατανοεῖς τὰ πράγματα τῆς κατὰ Θεὸν ἀγάπης. Ἐν πρώτῃ μὲν τάξει ὁ Θεὸς οἶδε πῶς ἐμαυτὸν ἔχω «γῆν καὶ σποδόν», καὶ μηδὲν ὄντα ὅλως. Ἀλλ’ εἴ τι ὑπὲρ τὰ μέτρα μου λαλῶ τινι ἢ ὑπὲρ τὴν ἐμὴν δύναμιν, κινούμενος ὑπὸ τῆς τοῦ Χριστοῦ ἀγάπης λαλῶ, γινώσκων ὡς εἶπον ἐμαυτὸν μηδὲν ὄντα καὶ ἀχρεῖον δοῦλον.

Ἐπειδὴ οὖν οὐκ ἐνόησας τί εἶπόν σοι ὅτι βαστάζω τὸ ἥμισυ τῶν σῶν ἁμαρτιῶν, συγκοινωνὸν ἐποίησά σε. Οὐ γὰρ εἶπόν σοι τὸ τρίτον βαστάζω καὶ ἀφῆκά σε περισσότερόν μου βαστάζοντα καὶ βαρούμενον. Καὶ πάλιν ἐξορίζων τὴν φιλαυτίαν εἶπον ὃ εἶπον, καὶ οὐκ εἶπόν σοι τὸ δίμοιρον, δεικνύων ἑαυτὸν δυνατώτερόν σου, κενοδοξία γὰρ ἦν ὁ τρόπος. Καὶ οὐκ εἶπον τὸ ὅλον βαστάζω. Τῶν γὰρ τελείων ἐστὶ τοῦτο τῶν γενομένων ἀδελφῶν τοῦ Χριστοῦ τοῦ θήσαντος ὑπὲρ ἡμῶν τὴν ἑαυτοῦ ψυχήν, καὶ ἀγαπήσαντος τοὺς ἀγαπήσαντας ἡμᾶς ἐν τελείᾳ ἀγάπῃ ποιεῖν τοῦτο. Καὶ πάλιν ἀλλότριόν σε ἐποίουν τῆς πνευματικῆς ἐργασίας, εἰ μὴ οὕτως εἶπον. Οὐ κενοδοξῶ οὖν ἐπιγράφων ἐμαυτῷ τὸ πᾶν, οὐδὲ φθονῶ σοι, συγκοινωνόν σε ποιήσας τῆς καλῆς ἐπιστροφῆς. Εἰ ἀδελφοί ἐσμεν, τὴν τοῦ Πατρὸς ἡμῶν οὐσίαν ἐξίσου μερίσωμεν καὶ οὐχ εὑρίσκεται ἐν τῷ μέσῳ ἀδικία. Εἰ δὲ θέλεις ἐπ’ ἐμὲ τὸ πᾶν ῥίψαι, διὰ τὴν ὑπακοήν, καὶ τοῦτο καταδέχομαι. Συγχώρησον ὅτι ἡ πολλὴ ἀγάπη εἰς φλυαρίαν με φέρει. Ὅμως ἔστω σοι εἰς εὐφροσύνην ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν. Αἴτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα ὥστε εὔξασθαι ὑπὲρ αὐτοῦ διὰ τὴν ὑποκειμένην αὐτῷ ἀσθένειαν. Ἀπόκρισις Βαρσανουφίου· Ἡ Γραφὴ λέγει· «Διήλθωμεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» Δεῖ τοὺς θέλοντας ἀρέσαι Θεῷ διελθεῖν διὰ ὀλίγων θλίψεων. Πῶς τοὺς ἁγίους Μάρτυρας μακαρίσομεν διὰ τὰ παθήματα ἃ διὰ τὸν Θεὸν ὑπέμειναν, εἰ πυρετὸν οὐ δυνάμεθα βαστάξαι; Εἰπὲ τῇ ψυχῇ τῇ θλιβομένῃ·

Οὐ συμφέρει σοι πυρετὸς περισσότερον τῆς γεέννης; Μὴ ὀλιγωρήσωμεν ἐν τῇ ἀσθενείᾳ, ὅτι ὁ Ἀπόστολος εἶπεν· «Ὅτε ἀσθενῶ, τότε δυνατός εἰμι.» Βλέπετε ὅτι «Καρδίας καὶ νεφροὺς ἐτάζει ὁ Θεός.» Ὑπομείνωμεν, βαστάξωμεν, μαθηταὶ γενώμεθα τοῦ λέγοντος· «Ἐν τῇ θλίψει ὑπομένοντες.» Εὐχαριστήσωμεν τῷ Θεῷ ἐν πᾶσιν, ἵνα μὴ καὶ ἡμᾶς πληρωθῇ τὸ «Ἐξομολογήσεταί σοι ὅταν ἀγαθύνῃς αὐτῷ.» Καὶ εἰ εἶχες σαρκικὴν θεραπείαν καὶ πρὸς δοκιμὴν εὗρες μικρὰν θλῖψιν, τί οὐ μνημονεύεις τοῦ Ἰὼβ λέγοντος· «Εἰ τὰ ἀγαθὰ ἐκ χειρὸς Κυρίου ἐδεξάμεθα, τὰ κακὰ οὐχ ὑποίσομεν;» Βλέπε ὅτι οἱ κατὰ πάντα θέλοντες τὴν ἀνάπαυσιν, ἀκοῦσαι ἔχουσιν· «Ἀπελάβετε τὰ ἀγαθὰ ὑμῶν ἐν τῇ ζωῇ ὑμῶν.» Μὴ χαυνωθῶμεν. Ἐλεήμονα Θεὸν ἔχομεν περισσότερον ἡμῶν γινώσκοντα τὴν ἡμῶν ἀσθένειαν, καὶ εἰ πειράζων ἡμᾶς φέρει ἐφ’ ἡμᾶς τὴν ἀσθένειαν, ἀλλ’ ἔχομεν τὸν Ἀπόστολον παρέχοντα ἡμῖν τὸ μάλαγμα λέγοντα· «Πιστὸς ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, πρὸς τὸ δύνασθαι ὑμᾶς ἐπενεγκεῖν.» Ὁ Κύριος ἐνδυναμώσει καὶ τὸν ἀσθενοῦντα καὶ τοὺς ὑπηρετοῦντας, καὶ ἔσονται αἱ δύο ὑμῶν ἐργασίαι εἰς δόξαν Θεοῦ. Εἰς τέλος προσέχετε τῆς ὑπομονῆς, μὴ ὀλιγωρήσητε, μὴ ἐκκακήσητε. Ἐγγὺς γάρ ἐστιν ὁ Θεὸς λέγων· «Οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλίπω.» Πιστεύσατέ μοι ἀδελφοί, ὡς κατεκυρίευσέ μου ἡ κενοδοξία.

Οὐδέποτε ἀσθενήσας ἐτίθουν ἐμαυτὸν οὐδὲ ἤφιον τὸ ἐργόχειρόν μου καὶ μεγάλαι ἦλθόν μοι ἀσθένειαι. Καὶ ἄρτι ἐτεχνάσατο ἡ κενοδοξία, ὁπότε εἰσῆλθον εἰς τὸ κελλίον αὐτῆς καὶ οὐκ ἀφεῖ ἀσθένειάν μοι ἐλθεῖν. Καὶ λυποῦμαι θέλων τὴν ὑπομονὴν καὶ τί ὑπομείνω οὐκ οἶδα. Οὐκ ἔρχεταί μοι θλῖψις, καὶ τήκομαι ἀκούων· «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Ἀλλ’ εὔξασθε ἵνα μείνω κρατῶν τὴν ἐλπίδα τῆς σωτηρίας τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ὁ αὐτὸς γέρων ἔτι ἀρρωστῶν, παρεκάλεσε τὸν αὐτὸν μέγαν Γέροντα ὑπερεύξασθαι αὐτοῦ, ἵνα τύχῃ τῆς παρὰ τοῦ Θεοῦ βοηθείας. Ἀπόκρισις Βαρσανουφίου· Ἔχων τὸν Θεόν, μὴ φοβηθῇς, ἀλλ’ «ὅλην τὴν μέριμνάν σου ἐπίρριψον ἐπ’ αὐτόν», καὶ αὐτός σου φροντίζει. Οὐκ οἶδας ὅτι «Ἐὰν ἡ ἐπίγειος ἡμῶν τοῦ σκήνους οἰκία καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς;» Ἀδιστάκτως πίστευσον καὶ βοηθεῖ σοι ὁ Θεός, ἐλεήμων γὰρ ὑπάρχει. Αὐτῷ ἡ δόξα. Εὔξασθε ὑπὲρ τῆς ἐμῆς ἀσθενείας διὰ τὴν ἀγάπην.

Ὁ αὐτὸς γέρων συνοικῶν τινι ἀδελφῷ, ἀσθενησάντων ἀμφοτέρων, ᾔτησε τὸν ἄλλον Γέροντα εὔξασθαι ὑπὲρ αὐτῶν. Ἀπόκρισις Ἰωάννου· Ὁ Κύριος εἶπεν· «Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.» Καὶ ὁ Ἀπόστολος ἐξακολουθῶν αὐτῷ εἶπεν· «Ὑπομονῆς γὰρ ἔχετε χρείαν.» Καὶ ὁ προφήτης· «Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.» Ὁ γλυκὺς δὲ πάλιν Δεσπότης ἡμῶν Θεὸς εἶπεν· «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Ἀμφότεροι, μείνατε ἐν τῇ ὑπομονῇ, εὐχαριστοῦντες καὶ βλέποντες τὴν ἁγίαν αὐτοῦ δύναμιν ἐξ ὕψους γινομένην ὑμῖν. Πρὸς δοκιμασίαν γὰρ ὑμῶν εἰσι ταῦτα πάντα.

Γρηγορεῖτε ἐν τοῖς παρ’ ἡμῶν λεγομένοις· «Δοκίμασόν με Κύριε καὶ πείρασόν με.» Εὔξασθε ὑπὲρ ἐμοῦ, παρακαλῶ διὰ τὴν κατὰ Θεὸν ἀγάπην. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα· Ἐπειδὴ ὁ λογισμὸς λέγει μοι ὅτι οὐ δύναμαι σωθῆναι, εὖξαι ὑπὲρ ἐμοῦ, Πάτερ ἐλέημον, καὶ εἰπέ μοι τί ποιήσω, ἐμποδιζόμενος νηστεῦσαι.

Ἀπόκρισις Βαρσανουφίου· Ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς δώῃ σοι κἀμοὶ τῷ ἀναξίῳ εὑρεῖν ἔλεος ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ σταθῆναι μετὰ παρρησίας ἐπὶ τοῦ φοβεροῦ καὶ ἐνδόξου βήματος αὐτοῦ. Ἀγαπητὲ ἀδελφέ, ἔχων τοιοῦτον Θεὸν ἐλεήμονα, μὴ βάλῃς σεαυτὸν εἰς ἀπόγνωσιν, αὕτη γάρ ἐστιν ἡ μεγάλη χαρὰ τοῦ διαβόλου. Ἔσο οὖν πεποιθὼς ἐπὶ Κύριον ὅτι οὐδεὶς ὑπομένων ἕως τέλους αὐτοῦ ἐν τῷ τόπῳ τούτῳ, ἐκβάλλεται ἐκ τῆς μάνδρας τῶν προβάτων Χριστοῦ, τοῦ Θεοῦ ἡμῶν. Εἰσὶ γάρ τινες ἐν αὐτῷ ἔχοντες πολλὴν παρρησίαν πρὸς τὸν Θεόν. Καὶ τοῦτο ἀχρωμοῦσι δεόμενοι αὐτοῦ ἵνα μὴ ἀποχωρισθῶσιν ἀπ’ αὐτῶν οἱ συμμένοντες αὐτοῖς ἐν τῷ εὐλογημένῳ τόπῳ τούτῳ, ἀλλ’ ἵνα καθὼς ὅμου μένωσιν «εἰς τὸ τόπον ὃν ἐξελέξατο ἑαυτῷ ὁ Θεὸς ἐπικληθῆναι τὸ ὄνομα αὑτοῦ ἐν αὐτῷ», οὕτως ἔσονται ὁμοῦ καὶ ἐν τῷ μέλλοντι. Μὴ οὖν φοβηθῇς τιμιώτατε. Εἰ γὰρ ἀσθενής εἰμι καὶ ἐλάχιστος, καὶ οὕτως ἐπληροφορήθην ὅτι συνηριθμήθης καὶ συνεγράφης τῇ εὐλογημένῃ ποίμνῃ τοῦ Χριστοῦ. Πόσῳ μᾶλλον οἱ ἅγιοι τοῦ Θεοῦ Πατέρες καὶ ἄξιοι αὐτοῦ, ἐπληροφορήθησαν περὶ τούτου; Ὑπόμεινον οὖν τὸν Κύριον καὶ ἔλπισον ἐπ’ αὐτόν.

Καὶ περὶ τῆς νηστείας τῆς αἰσθητῆς, μὴ λυπηθῇς, οὐδὲν γάρ ἐστιν ἄνευ τῆς πνευματικῆς. Οὐ γὰρ τὰ εἰσπορευόμενα ἐκτὸς ἡδονῆς εἰς τὸν ἄνθρωπον κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα ἐξ αὐτοῦ. Καὶ πάλιν τὴν διάκρισιν ἔδωκεν ὁ Θεὸς κυβερνήτην τῷ μοναχῷ. Διάκρινον οὖν ἀγαπητέ, παρὰ τίνος ἀπαιτεῖ ὁ Θεὸς ἐλεημοσύνην, παρὰ τοῦ πένητος ἢ τοῦ πλουσίου;

Οὕτως γὰρ λέγει· «Μὴ παύσῃ εὖ ποιῶν ἐνδεῆ, καθὼς ἂν εὑρίσκῃ ἡ χείρ σου.» Παρὰ τῶν οὖν ἀσθενούντων τῷ σώματι οὐκ ἀπαιτεῖ ὁ Θεὸς ἄσκησιν, ἀλλὰ παρὰ τῶν δυναμένων καὶ ὑγιαινόντων τῷ σώματι. Συγκατάβηθι οὖν τῷ σώματι μικρὸν καὶ οὐκ ἔστιν ἁμαρτία. Οὐ γὰρ ἀπαιτεῖ τοῦτο παρὰ σοῦ ὁ Θεός, οἶδε γὰρ ἣν ἔπεμψέ σοι ἀσθένειαν. Ἐν παντὶ οὖν εὐχαρίστησον αὐτῷ, ὅτι ἡ εὐχαριστία πρεσβεύει ὑπὲρ τῆς ἀδυναμίας τοῦ ἀνθρώπου πρὸς τὸν Θεόν. Ἔκδυσαι οὖν τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς ἐπιθυμίαις, καὶ ἔνδυσαι τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα. Καὶ χαίροις ἐν Κυρίῳ ἀγαλλιώμενος, μετὰ τῶν ἁγίων αὐτοῦ εὐφραινόμενος διὰ παντός!

Τίς εἰκάσει, τίς δύναται ἐξιχνιάσαι τὴν χαρὰν τῶν ἁγίων τὴν ἀνεκλάλητον, τὴν ἀνέκφραστον εὐφροσύνην, τὸ φῶς τὸ ἀνείκαστον; Πῶς, ὥς εἰσιν ἐνταῦθα, ἀποκαλύπτει αὐτοῖς τὰ μυστήρια αὑτοῦ τὰ θαυμαστά, τὰ ἔνδοξα, τὴν μένουσαν αὐτοῖς δόξαν καὶ ἀνάπαυσιν, καὶ ἀλλοιοῖ τὸν νοῦν αὐτῶν ἐκ τοῦ κόσμου τούτου, καὶ πάντοτε βλέπουσιν ἑαυτοὺς ἐν τῷ οὐρανῷ μετὰ τοῦ Χριστοῦ καὶ τῶν ἀγγέλων; Οὐ πεῖνα θλίβει αὐτούς, οὐ δίψα, οὐκ ἄλλο γήϊνον πρᾶγμα. Ἠλευθερώθησαν γὰρ ἀπὸ πάντων τῶν ἐν τῷ βίῳ ἐγκλημάτων καὶ παθῶν καὶ ἁμαρτιῶν.

Καὶ ἄλλως λέγω τὸν γραφικὸν λόγον· «Ὅπου ὁ θησαυρὸς αὐτῶν, ἐκεῖ καὶ ὁ νοῦς αὐτῶν ἐστι.» Ὁ φθάσας ταῦτα, οἶδε τί ἀκούει. Καὶ τί ἔχω ποιῆσαι ὁ μηδὲν ἀγαθὸν ποιήσας; Ἀλλ’ οὐκ ἀπελπίζω, δυνατὸς γάρ ἐστιν ὁ Θεὸς τάξαι ἡμᾶς μετὰ τῶν μελλόντων εὑρεῖν ἔλεος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Μεθ’ οὗ τῷ Πατρὶ σὺν ἁγίῳ Πνεύματί ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὁ Κύριος εἰσακούσει τῶν γνησίων αὐτοῦ δούλων, καὶ πέμψει ὑμῖν διὰ τάχους τὸ μέγα αὑτοῦ ἔλεος, κἀμοὶ δώῃ συνιέναι «ἐλθεῖν εἰς ἐπίγνωσιν ἀληθείας.» Εὖξαι ὑπὲρ ἐμοῦ καὶ ἄσπασαι τὸν συλλειτουργόν σου ἀδελφόν, παρακαλῶν αὐτὸν τὸ αὐτὸ ποιεῖν ὑπὲρ τῆς ἐμῆς βραχύτητος.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Ἐπειδὴ τοὺς πόδας καὶ τὰς χεῖρας ῥευματίζομαι σφοδρῶς, καὶ εὐλαβοῦμαι μήπως ἐκ τῶν δαιμόνων ἐστίν. Εἰπέ μοι Πάτερ εἰ οὕτως ἔχει, καὶ τί ποιήσω ὅτι θλίβομαι πάνυ ὡς μὴ δυνάμενος νηστεῦσαι καὶ ὅτι ἀναγκάζομαι πλειστάκις λαβεῖν τροφήν. Τί δέ ἐστι, καὶ ὃ βλέπω κατ’ ὄναρ ἄγρια θηρία;

Παρακαλῶ, δέσποτα, διὰ τὸν Κύριον, πέμψαι μοι μικρὰν εὐλογίαν ἐκ τῆς ἁγίας τροφῆς σου καὶ τοῦ ὕδατος, ἵνα δι’ αὐτῶν λάβω παράκλησιν. Ἀπόκρισις Βαρσανουφίου· Μὴ λυπηθῇς, ἀγαπητέ μου, οὐ γὰρ τῶν δαιμόνων ἐστίν, ὡς νομίζεις, ἀλλὰ ῥεῦμά ἐστι παιδείας Θεοῦ ἡμῖν πρὸς βελτίωσιν ἐν τῷ ἡμᾶς εὐχαριστεῖν τῷ Θεῷ. Οὐκ ἦν φίλος γνήσιος Ἰὼβ τοῦ Θεοῦ; Καὶ τί οὐχ ὑπέμεινεν εὐχαριστῶν καὶ εὐλογῶν τὸν Θεόν; Καὶ τὸ τέλος τῆς ὑπομονῆς εἰς δόξαν ἀνείκαστον αὐτὸν ἤγαγε. Τοίνυν καὶ σὺ ὑπόμεινον ὀλίγον καὶ «βλέπεις τὴν δόξαν τοῦ Θεοῦ.» Περὶ δὲ τῆς νηστείας μὴ λυπηθῇς, ὡς γὰρ ἤδη εἶπόν σοι, οὐκ ἀπαιτεῖ ὁ Θεός τινα ὑπὲρ τὴν δύναμιν. Τί γάρ ἐστι νηστεία, ἀλλ’ ἢ παιδεία τῷ σώματι, ἵνα δουλαγωγήσῃ τὸ ὑγιὲς σῶμα καὶ ἀσθενοποιήσῃ διὰ τὰ πάθη. Φησὶ γάρ· «Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι.» Ἡ δὲ ἀσθένεια περισσοτέρα παιδείας ἐστί, καὶ ἀντὶ πολιτείας ἢ καὶ περισσότερον λογίζεται τῷ μεθ’ ὑπομονῆς ὑπομένοντι καὶ εὐχαριστοῦντι τῷ Θεῷ, καὶ καρπὸν σωτηρίας τρυγᾷ ἐκ τῆς ὑπομονῆς ταύτης. Ἀντὶ τοῦ οὖν ἀσθενοποιῆσαι διὰ τῆς νηστείας, τὸ σῶμα ἀφ’ ἑαυτοῦ ἀσθενεῖ.

Εὐχαρίστησον ὅτι ἀπηλλάγης κόπου πολιτείας. Ἐὰν οὖν φάγῃς δέκατον, μὴ λυπηθῇς, οὐ κατακρίνῃ. Οὐδὲ γὰρ κατ’ ἐνέργειαν δαιμόνων ἐστὶν οὔτε κατὰ χαυνότητα λογισμοῦ, ἀλλὰ πρὸς δοκιμὴν ἡμῖν γίνεται καὶ ὠφέλειαν ψυχῆς.

Περὶ δὲ τῶν ἐνυπνίων τῶν ἀγρίων θηρίων, φαντάσματά εἰσι δαιμόνων, θέλοντές σε πλανῆσαι διὰ τούτων πιστεῦσαι ὅτι τὸ πάθος σου ἐξ αὐτῶν τῶν δαιμόνων ἐστίν. Ἀλλὰ καταργεῖ αὐτοὺς ὁ Κύριος τῷ ῥήματι τοῦ στόματος αὑτοῦ, εὐχαῖς ἁγίων. Ἀμήν. Καὶ μὴ λυπηθῇς, «ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» Πιστεύω δὲ ὅτι καὶ περὶ τούτου τοῦ σωματικοῦ πάθους, ἔχει ὁ Θεὸς ποιῆσαι μετὰ σοῦ ὡς θέλει τὸ ἔλεος αὐτοῦ. Ὁ Κύριος ἐνδυναμώσει σε καὶ ἐνισχύσει τοῦ ὑπενεγκεῖν. Ἀμήν. Μικρὸν ὕδωρ ἔπεμψά σοι ἐκ τοῦ βαυκαλίου τοῦ ὁσίου Πατρὸς ἡμῶν μακαρίτου Εὐθυμίου. Ἔπεμψα δὲ καὶ μικρὰν εὐλογίαν τῆς ἐμῆς τροφῆς, ἵνα εὐλογήσῃς μου τὴν τροφήν. Εὖξαι ὑπὲρ ἐμοῦ ποθεινότατε.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Εὖξαι Πάτερ ὑπὲρ τῆς βαρυτάτης μου ἀσθενείας καὶ δήλωσόν μοι περὶ τῆς διαίτης μήτι ἄρα γίνεται εἰς σκάνδαλον τὸ ταχέως με καὶ συνεχῶς λαμβάνειν. Καὶ περὶ τῆς ψαλμῳδίας, πῶς ὀφείλω παρελθεῖν; Οὐκ ἰσχύω γὰρ ψᾶλαι. Φύτευσόν με, δέσποτα, καὶ πότισόν με καὶ φανέρωσόν μοι ὃ εἶπεν ὁ ἅγιος Πατὴρ ἡμῶν ὅτι Κύριος ποιεῖ τὸ ἔλεος αὑτοῦ μετὰ σοῦ. Εἰ περὶ θανάτου μοι εἶπεν.

Ἀπόκρισις Ἰωάννου· Εἰ καὶ ἐσιώπησα, μὴ ἔχων λόγον μήτε τίποτε ἀγαθὸν ἐσιώπησα Τί δὲ ἀπαιτεῖς ἄρτον παρὰ τοῦ κεράτια ἐσθίοντος; Τοῦτο δὲ λέγω σοι ὅτι, κἂν οὐδέν εἰμι, συγχαίρω σοι εἰς ἃ ἔγραψέ σοι ὁ εὐλογημένος ἡμῶν Πατήρ. Ἰδοὺ οὖν ψωμίζει σε τὴν στερεὰν τροφὴν τοῦ πνευματικοῦ ἄρτου. Τί δέῃ τοῦ ὑδαρεστάτου μου γάλακτος τοῦ τὴν ἀηδίαν ποιοῦντος; Οὐκ ἐκώλυσεν ἡ Γραφὴ οὐδὲ οἱ Πατέρες τὴν πρὸς τὸ σῶμα συγκατάβασιν, τὴν οὐ κατὰ ἡδονήν, ἀλλὰ μετὰ διακρίσεως γινομένην.

Ὁπότε οὖν καθὼς ἤδη εἶπέ σοι ὅτι οὔτε κατὰ ἀσωτίαν οὔτε κατὰ ἡδονὴν ἐσθίεις καὶ πίνεις, οὐ γίνονταί σοι εἰς κατάκρισιν οὔτε εἰς σκάνδαλόν τινων. Περὶ τούτων γὰρ εἶπεν ὁ Κύριος ὅτι οὐ κοινοῦσι τὸν ἄνθρωπον.

Περὶ δὲ τῆς ψαλμῳδίας ἢ τῆς λειτουργίας, μὴ θλιβῇς, οὐ γὰρ ἀπαιτεῖ σε ὁ Θεὸς διὰ τὴν ἀσθένειαν. Ὁ προσέχων ἑαυτῷ θλίβει ἑαυτὸν εἰς πολιτείαν διὰ τὸν Κύριον καὶ τὴν ἰδίαν σωτηρίαν. Ἔχεις οὖν τὴν θλῖψιν τῆς ἀσθενείας ἀντὶ τῆς θλίψεως τῆς πολιτείας. Καὶ περὶ τῆς ἀσθενείας δέ, μὴ ὀλιγωρήσῃς.

Οὐκ ἐγκαταλιμπάνει ὁ Κύριος, ἀλλ’ οἰκονομεῖ αὐτὴν ὡς οἶδε πρὸς τὸ συμφέρον, ἵνα μὴ θλιβῇς ὑπὲρ τὴν δύναμιν. Περὶ δὲ τοῦ θανάτου οὐκ εἶπε τέως ὁ Γέρων, ἀλλὰ περὶ τοῦ ἐλέους οὗ μέλλει ὁ Θεὸς ποιεῖν μετὰ τῆς ἀγάπης σου.

Παρακαλῶ οὖν σε ὑπενεγκεῖν καθὼς εἶπέ σοι, καὶ βλέπεις μετὰ ἀληθείας τὴν δόξαν τοῦ Θεοῦ. Περὶ δὲ τῆς φυτεύσεως, εἰ ὅλως ὁ φυτεύων καὶ ποτίζων οὐδέν ἐστι—καὶ τὰ δύο εἰς ἐμὲ ὑπέγραψας—ἔχεις, ἀντὶ ἐμοῦ τοῦ μηδενὸς ὄντος, τὸν αὐξάνοντα καὶ σκεπάζοντα καὶ ποιοῦντα μετὰ σοῦ κατὰ τὸ ἔλεος αὑτοῦ. Ἀπολαύων οὖν τῆς αὐτοῦ ἀγαθότητος, ἀνδρίζου ἐν αὐτῷ καὶ ἴσχυε. Καὶ εὖξαι ὑπὲρ ἐμοῦ, ἵνα καὶ εἰς ἐμὲ γένηται τὸ ἔλεος αὐτοῦ.

Ὁ αὐτὸς γέρων κάμνων ἐν τῇ ἀσθενείᾳ, πάλιν ἠρώτησε τὸν αὐτὸν Γέροντα εὔξασθαι ὑπὲρ αὐτοῦ. Ἀπόκρισις Ἰωάννου· Πρὸς δοκιμήν ἐστιν ἡ ἀσθένειά σου. Ὑπόμεινον εὐχαρίστως, καὶ διὰ τάχους ἐλεῆσαι ὑπὸ τοῦ Θεοῦ. Ἀσπάζομαι ὑμᾶς ἐν Κυρίῳ, παρακαλῶν εὔξασθαι ὑπὲρ ἐμοῦ.

Ὁ αὐτὸς πάλιν τὸν μέγαν Γέροντα τὰ αὐτὰ ᾔτησε. Ἀπόκρισις Βαρσανουφίου· Ἰδοὺ μὲν ὁ ἀδελφὸς Ἰωάννου εἶπεν ὅτι διὰ τάχους ἐλεεῖ αὐτὸν ὁ Θεός. Κἀγὼ ὁ ἐλάχιστος τί ἔχω εἰπεῖν; Ἡδέως ἔχω καὶ σήμερον, καὶ πιστεύω ὅτι ὁ Θεὸς πέμπει αὐτῷ ἄνεσιν σήμερον, εὐχαῖς τῶν ἁγίων αὑτοῦ. Εὔξασθε ὑπὲρ ἐμοῦ ἀγαπητοί.

Μετὰ τὴν ἀπόκρισιν ταύτην, παραχρῆμα, ἐν αὐτῇ τῇ ἡμέρᾳ ὑγίανε. Καὶ ἔπεμψεν εὐχαριστῶν τῷ Γέροντι, καὶ ἀνακηρύττων τὰ ἐλέη τοῦ Θεοῦ τὰ δι’ αὐτοῦ γινόμενα. Ἀπόκρισις Βαρσανουφίου· Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἶπε τοῖς ἑαυτοῦ μαθηταῖς καὶ Ἀποστόλοις χαροποιῶν αὐτούς· «Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑποτάσσονται ὑμῖν ἐν τῷ ὀνόματί μου, ἀλλ’ ὅτι τὰ ὀνόματα ὑμῶν γεγραμμένα ἐστὶν ἐν τοῖς οὐρανοῖς.» Οὕτως οὖν καὶ ἡμεῖς εἰ περὶ βοηθείας τῆς τῷ σώματι γενομένης ἐν ὀνόματι τοῦ Θεοῦ καὶ προστάτου τῶν ψυχῶν ἡμῶν Ἰησοῦ Χριστοῦ, βοῶμεν σκιρτῶντες, τί ἂν γένηται περὶ τῆς ὁλοτελοῦς καθάρσεως τῆς ἀπὸ ὅλων τῶν παθῶν τῇ ψυχῇ ἡμῶν γενομένης τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματι αὐτοῦ; Πόσαι φωναί, γλῶσσαι, στόματα, καρδίαι καὶ ἐνθυμήσεις δυνήσονται ἀνταποδοῦναι αὐτῷ τὴν πρέπουσαν δοξολογίαν; Λογίζομαι δὲ ὅτι οὐδὲ ἐν τοῖς ἀσωμάτοις εὑρίσκεται, ἀκατάληπτον γάρ ἐστι τὸ θεῖον.

Αὐτῷ ἡ δόξα καὶ ἡ ἐξουσία καὶ ἡ δύναμις εἰς τοὺς αἰῶνας. Ἀμήν. Τούτῳ τῷ γέροντι εἶπέ τις ἀδελφός· Ἰδοὺ εὐχαῖς ἁγίων ἀνεκαινίσθης, γέρων. Καὶ ἀποκριθεὶς εἶπεν ὅτι ὁσάκις εἶπές μοι τὸν λόγον τοῦτον, κἂν τέταρτον, ἐσημειωσάμην ὅτι συντρίβουσιν οἱ δαίμονες τὸ σῶμά μου. Καὶ ἠρωτήθη ὁ ἄλλος Γέρων περὶ τούτου.

Ἀπόκρισις Ἰωάννου· Τὸ πρᾶγμα τοῦτο φθόνον ἔχει καὶ ἀπιστίαν. Φθόνον μέν, ὅτι οὐχ ἡδέως ἔχουσιν οἱ δαίμονες ἵνα εὐεργετηθῇ ἄνθρωπος. Ἀπιστίαν δέ, ἵνα βλέπων τὴν ἀσθένειαν διστάσῃ τῇ καρδίᾳ. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Πῶς;

Εἰπέ, Πάτερ, ὅτι ἡμεῖς ἔχομεν τὴν ἀπιστίαν ἢ ὅτι οἱ δαίμονες φέρουσιν ἡμᾶς εἰς ἀπιστίαν. Ἀπόκρισις Ἰωάννου· Οἱ δαίμονες ἀπὸ τοῦ φθόνου σπείρουσι τὴν ἀπιστίαν. Ἐὰν οὖν δεξώμεθα, ὑπουργοὶ καὶ συμμέτοχοι αὐτῶν γινόμεθα.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Ὅταν Πάτερ κουφίζωμαι τῆς ἀρρωστίας, πῶς δεῖ παρέρχεσθαι τὸ καθ’ ἡμέραν; Ἀπόκρισις Ἰωάννου· Χαίροις ἐν Κυρίῳ, πάλιν λέγω, χαίροις. Ηὔφρανάς με ἄρτι ἐν τῇ ἐρωτήσει, μᾶλλον δὲ τὸν Θεὸν καὶ τοὺς ἀγγέλους αὐτοῦ.

Περὶ δὲ ὧν ἔγραψας εἶπεν ὁ Κύριος· «Ἔδει κακεῖνα ποιῆσαι καὶ ταῦτα μὴ ἀφιέναι.» Ψάλλειν μικρόν, ἀποστηθίζειν μικρόν, ἐρευνᾶν καὶ τηρεῖν τοὺς λογισμοὺς μικρὸν ὀφείλεις. Ὁ γὰρ ἔχων πολλὰ ἐδέσματα ἐν τῷ ἀριστᾶν, πολλὰ λιμβεύεται φαγεῖν. Ὁ δὲ ἀπὸ ἑνὸς ἐδέσματος τρώγων καθ’ ἡμέραν, οὐ μόνον ὅτι οὐ λιμβεύεται, ἀλλὰ καὶ τάχα ἐν καιρῷ ἀηδίζεται ἀπ’ αὐτοῦ. Οὕτως οὖν καὶ ἐνταῦθα. Τῶν τελείων οὖν ἐστι τὸ συνειθίσαι μεταλαβεῖν καθ’ ἑκάστην ἀπὸ τοῦ αὐτοῦ ἑψητοῦ καὶ μὴ ἀηδισθῆναι. Περὶ οὖν τῆς ψαλμῳδίας καὶ τοῦ ἀποστηθίζειν, μὴ ἐνδώσῃς σεαυτόν, ἀλλ’ εἴ τι ἐνδυναμοῖ σε ὁ Κύριος ποίησον. Καὶ τὸ ἀναγινώσκειν καὶ προσεύχεσθαι, μὴ κωλύσῃς μικρὸν οὕτως μικρὸν οὕτως ἀναλίσκεις τὴν ἡμέραν ἀρέσκων Θεῷ. Οἱ γὰρ τέλειοι Πατέρες ἡμῶν κανόνος ὅρον οὐκ εἶχον, ὅλην γὰρ τὴν ἡμέραν κανόνα εἶχον μικρὸν ψάλλοντες, μικρὸν ἀποστηθίζοντες, μικρὸν ἐρευνῶντες τοὺς λογισμούς, μικρὸν σχολάζοντες περὶ τῆς τροφῆς, καὶ τοῦτο κατὰ φόβον Θεοῦ. Φησὶ γάρ· «Πάντα ὅσα ἂν ποιῆτε, εἰς δόξαν Θεοῦ ποιεῖτε.» Ὁ Κύριος Ἰησοῦς φυλάξει ἡμᾶς ἀπὸ παντὸς κακοῦ.

Ἀμήν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Πῶς δεῖ ἐρευνᾶν τοὺς λογισμοὺς καὶ πῶς φεύγει τις τὴν αἰχμαλωσίαν; Ἀπόκρισις Ἰωάννου· Τὸ ἐρευνᾶν τοὺς λογισμούς, οὕτως ἔχει ἵνα, ὅταν ἔρχηται ὁ λογισμός, προσχῇς τί γεννᾶ. Ὑπόδειγμα δὲ λέγω σοι· Λόγισαι ὅτι ὕβρισέ σέ τις καὶ ὀχλεῖ σοι ὁ λογισμὸς εἰπεῖν αὐτῷ.

Εἰπὲ οὖν τῷ λογισμῷ· Ἐὰν εἴπω αὐτῷ, ταράσσω αὐτόν, καὶ λυπεῖται κατ’ ἐμοῦ. Ὥστε οὖν βαστάζω μικρὸν καὶ παρέρχεται. Ἐὰν δὲ ὁ λογισμὸς οὐ πρὸς ἄνθρωπον ᾖ, ἀλλ’ ἐν ἑαυτῷ λογίζεταί τις τὸ κακόν, οὕτως ὀφείλει ἐρευνᾶν τὸν λογισμὸν καὶ εἰπεῖν· Ποῦ ἀποφέρει τὸ λογίσασθαι τὸ κακόν; Καὶ λέγει σοι ὁ τοῦ Θεοῦ λογισμός· Εἰς τὴν γέενναν ἀποφέρει τὸ λογίσασθαι τὸ κακόν, καὶ παύεται ἀπὸ σοῦ. Καὶ εἰς ὅλους τοὺς λογισμούς, τὸ ὅμοιον ποίει· Εὐθὺς δέ, ὅτε ἐμβαίνει ὁ λογισμός, ἐρεύνησον καὶ κόψον αὐτόν.

Περὶ δὲ τῆς αἰχμαλωσίας, πολλῆς νήψεως δέεται, ἵνα, ὡς εἶπον οἱ Πατέρες, ἐὰν λάβῃ τὸν νοῦν σου εἰς πορνείαν, φέρῃς αὐτὸν εἰς ἁγιασμόν, ἐὰν δὲ εἰς γαστριμαργίαν, εἰς τὴν ἄσκησιν φέρῃς αὐτόν, ἐὰν εἰς μῖσος, εἰς τὴν ἀγάπην φέρῃς αὐτόν. Καὶ οὕτως τὰ ὅμοια. Μὴ λυπηθῇς, μέλλων εὑρεῖν τὸ ἔλεος κατὰ τὰς ἐπαγγελίας ἃς ἔχεις. «Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, καὶ ἐὰν ἀποθνῄσκωμεν, τῷ Κυρίῳ ἀποθνῄσκομεν.» Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Εἰπέ μοι Πάτερ, τὸ ἀδιαλείπτως προσεύχεσθαι ἐν ποίῳ μέτρῳ ἐστὶ καὶ εἰ ὀφείλω ἔχειν κανόνα.

Ἀπόκρισις Βαρσανουφίου· Χαίροις ἐν Κυρίῳ, ἀδελφέ, χαίροις ἐν Κυρίῳ, ἀγαπητέ, χαίροις ἐν Κυρίῳ, συγκληρονόμε. Τὸ ἀδιαλείπτως προσεύχεσθαι ἐν τῷ μέτρῳ ἐστὶ τῆς ἀπαθείας. Καὶ τότε γινώσκεται ἡ ἔλευσις τοῦ Πνεύματος καὶ διδάσκει αὐτῷ πάντα. Εἰ τὰ πάντα, οὐκοῦν καὶ περὶ τῆς εὐχῆς. Ὁ Ἀπόστολος γὰρ λέγει τὸ «Τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλ’ αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις.» Τί οὖν εἴπω σοι ἄρτι περὶ τῶν οἰκοδομημάτων Ῥώμης, ὁπότε ἀκμὴν ἐκεῖ οὐκ ἐγένου;

Ἄνθρωπος ἡσυχάζων μάλιστα κλινήρης, κανόνα οὐκ ἔχει. Ἀλλὰ γενοῦ ὡς ἄνθρωπος τρώγων καὶ πίνων ἐφ’ ὅσον ἡδύνεται. Οὕτως ὅταν ἔρχηταί σοι ἀναγνῶναι καὶ βλέπῃς κατάνυξιν ἐν τῇ καρδίᾳ σου, ἀνάγνωθι ὅσον δύνασαι. Καὶ τὸ ψάλλειν οὕτως. Τὴν εὐχαριστίαν δὲ καὶ τὸ «Κύριε, ἐλέησον» κράτει κατὰ τὴν δύναμίν σου, καὶ μὴ φοβηθῇς. «Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ.» Ὁ αὐτὸς μετὰ τὴν ὑγιείαν τὸν στόμαχον ὀδυνηθείς, ἔπεμψε παρακαλῶν τὸν αὐτὸν μέγαν Γέροντα εὔξασθαι ὑπὲρ αὐτοῦ, λέγων· Ἀπὸ μεσονικτίου ξηραίνεταί μου τὸ στόμα καὶ τὰ βλέφαρα καὶ αἱ χεῖρες καὶ οἱ πόδες. Καὶ ὅτε διϋπνισθῶ, τρέμει κἂν ἐπὶ ὥραν ὅλον τὸ σῶμά μου ἀρχόμενον ἀπὸ τοῦ στομάχου μου. Καὶ λοιπὸν ἐκλύομαι καὶ ὡς πηλὸς γίνομαι. Καὶ θέλω εἰπεῖν ψαλμὸν καὶ οὐ δύναμαι διὰ τοῦ στόματος, καὶ ἐὰν θελήσω τῇ καρδίᾳ μου εἰπεῖν, περιγίνεταί μου ὁ ὕπνος. Καὶ λοιπὸν τί ποιήσω μὴ εἰδὼς τί ποιήσω, ὅτι βλέπω ἐμαυτὸν ἐμποδιζόμενον εἰς σωτηρίαν. Παρακαλῶ οὖν σε Πάτερ διὰ τὸν Κύριον, εὔχου ὑπὲρ ἐμοῦ καὶ δήλωσόν μοι τί ἐστι ταῦτα.

Ἀπόκρισις Βαρσανουφίου· Ἔχει μὲν τὸ πρᾶγμα μικρὰν ἀσθένειαν ἀπὸ τοῦ στομάχου, ἔχει δὲ καὶ βάρος ἀπὸ τῆς ἐνεργείας τῶν δαιμόνων. Τῶν δύο οὖν τούτων καταφρόνησον. Φησὶ γάρ· «Οἱ δὲ τοῦ Χριστοῦ ὄντες, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ἐπιθυμίαις.» Ἰδοὺ οὖν εὔχονται οἱ γέροντες ὑπὲρ τῆς ἀγάπης σου, κλαῦσον καὶ σὺ μικρὸν ἐν τῇ προσευχῇ εὐχαριστῶν τῷ Θεῷ καὶ δεόμενος τοῦ ἐλεηθῆναι, καὶ ἐλεεῖ σε. Πάνυ γὰρ ἐλεήμονα Δεσπότην ἔχομεν καὶ οἰκτίρμονα Πατέρα. Καὶ οὐδεὶς ἱκανὸς οὔτε τῶν ἄνω δυνάμεων οὔτε τῶν κάτω γνησίων δούλων εἰπεῖν καθὼς ἄξιόν ἐστι τὴν ἀγαθότητα αὐτοῦ, πῶς ἐπιποθεῖ τοῦ ἐλεῆσαι τὸ γένος τῶν ἀνθρώπων. Ἀλλὰ διὰ τοῦτο μακροθυμεῖ ἐφ’ ἡμᾶς, ἵνα πλεονάσῃ τὴν ὑπομονὴν ἡμῶν πρὸς τὴν ἡμῶν σωτηρίαν, ὡς ἐδίδαξεν ἡμᾶς λέγων· «Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν.» Μὴ οὖν ὀλιγωρήσῃς, ἀδελφέ, ἤρξατο γὰρ ὁ Ἰησοῦς τοῦ ποιῆσαι μετὰ σοῦ τὸ μέγα αὑτοῦ ἔλεος. Αὐτῷ ἡ δόξα. Ἀμήν. Εὔχου ὑπὲρ ἐμοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Ἆρα κατὰ τί εἶπεν ὁ Πατὴρ ἡμῶν· Ἤρξατο ὁ Ἰησοῦς ποιῆσαι μετὰ σοῦ τὸ μέγα ἔλεος αὑτοῦ; Ἀπόκρισις Ἰωάννου· Περὶ προκοπῆς καὶ μεγάλης ὠφελείας ψυχῆς εἶπε τὸ εὑρεθῆναί σε μετὰ τοιαύτης συνοδίας μεθ’ ἧς μέλλεις ἀναστῆναι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν χαρᾷ μεγάλῃ, ἐὰν ἕως τέλους κρατήσῃς τὴν ὑπομονὴν καὶ τὴν εὐχαριστίαν.

Δέησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα· Ἐγὼ πιστεύω ὅτι «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε, ἔσται λελυμένα.» Δέομαί σου Πάτερ, διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ, βοήθει μου τῇ ἀσθενείᾳ, ὅτι ψυχῇ καὶ σώματι λελώβημαι. Καὶ θλίβω τοὺς ἀδελφοὺς μεθ’ ὧν οἰκῶ. Καὶ αἴτησαι τὸν Θεὸν ἵνα παράσχῃ μοι δι’ ἐμαυτοῦ ποιεῖν τὰς χρείας μου, ἵνα μὴ οἱ ἀδελφοὶ βαστάζωσί μου τὰ βάρη. Πιστεύω γὰρ ὅτι ὅσα αἰτεῖς τὸν Θεόν, παρασχήσει σοι. Συμπάθησόν μου τῇ ἀσθενείᾳ Πάτερ, καὶ συγχώρησόν μοι.

Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, τὸ κλειδίον σου ἀνοίγει μου τὴν θύραν, ἄφρων γάρ εἰμι καὶ οὐ βαστάζω τοῦ κρύψαι τὰ θαυμάσια τοῦ Θεοῦ. Καὶ λοιπὸν εἴ τις ἀκούει μου τοὺς λόγους ἀπὸ ἐκπλήξεως, οὐδὲν ἄλλο λέγει εἰ μὴ ὅτι ἐξέστη. Καὶ οὐκ οἶδε νομίζων τοῦτο ὅτι «Πάντα δυνατὰ τῷ Θεῷ, ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν.» Ὡς οὖν ἐνήργησε διὰ τῶν πρώτων καὶ ἤγειρε τὸν παραλυτικὸν καὶ πάλιν τὴν Ταβηθᾶν ἀποθανοῦσαν, οὕτως καὶ διὰ τῶν νῦν δύναται. Ἐνώπιον αὐτοῦ λαλῶ καὶ οὐ ψεύδομαι ὅτι οἶδά τινα δοῦλον τοῦ Θεοῦ ἐν ταύτῃ τῇ γενεᾷ ἡμῶν, ἐν τούτῳ τῷ καιρῷ καὶ ἐν τῷ εὐλογημένῳ τόπῳ τούτῳ, ὅτι καὶ νεκροὺς δύναται ἐγεῖραι ἐν τῷ ὀνόματι τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ καὶ δαίμονας ἀπελάσαι, καὶ νόσους ἀνιάτους ἰάσασθαι, καὶ δυνάμεις ἄλλας ποιῆσαι, οὐκ ἔλαττον τῶν Ἀποστόλων, ὡς μαρτυρεῖ ὁ δοὺς αὐτῷ τὸ χάρισμα μᾶλλον δὲ τὰ χαρίσματα. Καὶ ταῦτα γὰρ τί εἰσι γενέσθαι ἐν τῷ ὀνόματι Ἰησοῦ; Ἀλλ’ οὐ χρᾶται τῇ ἰδίᾳ ἐξουσίᾳ, ἐπεὶ καὶ πολέμους καταργῆσαι δύναται, κλεῖσαι δὲ καὶ ἀνοῖξαι τὸν οὐρανὸν κατὰ τὸν Ἠλίαν. Πάντοτε γὰρ ἔχει ὁ Κύριος ἡμῶν γνησίους δούλους οὓς οὐκέτι δούλους, ἀλλὰ υἱοὺς καλεῖ, καὶ εἰ φθονεῖ ὁ ἐχθρός, οὐδὲν χάριτι Χριστοῦ δύναται βλάψαι.

Ἡ ναῦς γὰρ τὰς τρικυμίας παρῆλθεν, ὁ στρατιώτης τοὺς πολέμους, ὁ κυβερνήτης τὸν χειμῶνα, ὁ γεωργὸς τὴν δυσαερίαν, ὁ ἔμπορος τοὺς λῃστὰς καὶ ὁ μοναχὸς ἐτελειώθη ἐν τῇ μονότητι. Τίς οὐ λέγει, ἀκούων τὰ ὑπέρογκα ταῦτα, ὅτι παρεφρόνησα; Καὶ μετὰ ἀληθείας παραφρονῶ. Ἀλλ’ ἐγὼ περὶ ἐμαυτοῦ οὐ μαρτυρῶ, ἀλλὰ περὶ ἄλλου. Καὶ εἴ τις θέλει εἰπεῖν ὅτι ἐξέστην ἐμαυτοῦ, ὡς εἶπον, εἴπῃ. Καὶ εἴ τις οὖν θέλει ζηλῶσαι τοῦ ἐλθεῖν εἰς τοῦτο τὸ μέτρον μὴ ὀκνήσῃ.

Ταῦτα εἶπον τῇ ἀγάπῃ σου, πληροφορῶν αὐτὴν ὅτι δυνατὸν γενέσθαι ὃ θέλεις. Εἰ γὰρ τὰ ἐπουράνια ἀγαθὰ τὰ ἀνεκλάλητα καὶ αἰώνια «ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», ᾐτήσαμέν σοι καὶ ἐχαρίσατό σοι ὁ Θεός, —καὶ ἔσται σοι ταῦτα φυλάττοντι τὰς παραδόσεις—, πόσῳ μᾶλλον περὶ τῶν σαρκικῶν παθῶν οὐκ ἔστι κόπος αἰτῆσαι τὸν Θεὸν καὶ λαβεῖν τὴν χάριν εἰς τὸ μὴ ἀσθενῆσαί σε ἢ θλιβῆναι κἂν μίαν ἡμέραν; Ἀλλ’ ὁ Ἰησοῦς οἶδε περισσότερον ἡμῶν τί συμφέρει καὶ ὠφελεῖ τὸν ἄνθρωπον· Τὸν μὲν ἵνα λάβῃ τὸν μισθὸν τῆς ὑπομονῆς κατὰ τὸν Ἰώβ, τοὺς δὲ ἵνα λάβωσι τὸν μισθὸν τῆς διακονίας κατὰ τὸν Εὐλόγιον, τὸν ἀπὸ σχολαστικῶν.

Μηδὲν οὖν αἰτήσῃς παρὰ τοῦ Θεοῦ, καὶ διὰ τῶν δούλων αὐτοῦ, εἰ μὴ βοήθειαν καὶ ὑπομονήν. «Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται» ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Αὐτῷ γὰρ μέλει περὶ ἡμῶν εἰς τοὺς αἰῶνας. Ἀμήν. Οὐκ οἶδας τί εἶπεν ὁ Κύριος τῷ ἁγίῳ Παύλῳ αἰτοῦντι ἐπαρθῆναι ἀπ’ αὐτοῦ τὴν θλῖψιν· «Ἀρκεῖ σοι ἡ χάρις μου.» Μὴ μισῶν αὐτὸν εἶπε τοῦτο ἢ εἰδὼς τί αὐτῷ συμφέρει; Μνήσθητι ὅτι «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Συγχωρήσατέ μοι καὶ εὔξασθε ὑπὲρ ἐμοῦ τοῦ ἀχρείου δούλου, ἵνα κρατήσω κἀγὼ τὰ μέτρα ταῦτα ἕως τέλους. Ὁ γὰρ κρατῶν αὐτὰ ἤδη ἐγένετο ἀδελφὸς τοῦ Ἰησοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Δέησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα περὶ τοῦ εὑρεῖν ἔλεος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφὲ Ἀνδρέα καὶ ἀγαπητὲ ἐν Χριστῷ, θαυμάζω σου τὴν ἀγάπην μᾶλλον δὲ τὴν ἀφελότητα διστάζουσαν περὶ τῶν ὑποσχέσεων.

Εἶπεν ὁ Κύριος τῷ Φιλίππῳ· «Ὅλον τὸν χρόνον τοῦτόν εἰμι μεθ’ ὑμῶν, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;» Πίστευσον ἀδελφέ, ὅτι κατὰ τὰς ὑποσχέσεις ἔσται ὑμῖν, καὶ ἐὰν θελήσητε περισσότερον. Καὶ γὰρ ἔστιν εὑρεῖν μικρὸν ἔλεος, ἔστι δὲ εὑρεῖν μέγα ἔλεος. Καὶ ὁ Δαβὶδ τὸ μέγα ἐξελέξατο. Ὁ θέλων οὖν τὸ μέγα, διὰ ταπεινώσεως καὶ πρᾳότητος καὶ ὑπομονῆς καὶ τῶν τοιούτων ὁμοίων εὑρίσκει αὐτό. Τὸ οὖν εὑρεῖν ἔλεος, εὐχαῖς ἁγίων εὑρίσκεις. Τὸ δὲ μικρὸν ἢ μέγα, ἐν σοὶ κεῖται, ἐπίλεξαι ὃ θέλεις. Οἴκησον ἐν εἰρήνῃ, ἐν ἁγιασμῷ, ἐν ταπεινώσει, βαστάζων τὸν πλησίον ὡς μοναχὸς καὶ ὡς προβεβηκὼς τύπος γενόμενος. Ἔχε οὖν τὸν ἀδελφὸν παρὰ σοὶ τέκνον καὶ ὑπηρέτην· Κἂν σφάλῃ ἢ ἀφανίσῃ τίποτε, νουθέτησον αὐτὸν καὶ φανέρωσον αὐτῷ τὸ σφάλμα, ἵνα διορθωθῇ. Καὶ εὖξαι ὑπὲρ ἐμοῦ.

Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Πάτερ, κανόνισόν με ὡς ἀρχάριον τὸν μήπω λαβόντα τὸ σχῆμα. Καὶ εὖξαι ὑπὲρ ἐμοῦ ὅτι θλίβει με ὁ ἀδελφὸς καὶ ἄλλον ἀναπαύει. Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφὲ ποθεινότατε, ἔγραψάς μοι πρᾶγμα ὑπὲρ τὴν δύναμίν σου, τοῦ ἐπιτάξαι σοι πρᾶγμα ὃ οὐ δύνασαι βαστάξαι. Εἶπας γὰρ ἵνα κανονίσω σε ὡς ἀρχάριον τὸν μὴ λαβόντα ἀκμὴν τὸ σχῆμα. Καὶ ἡ τάξις τοῦ ἀρχαρίου αὕτη ἐστίν· Ἐν ταπεινώσει διάγειν πολλῇ, μὴ ψηφίζοντα ἑαυτὸν ἔν τινι πράγματι, μὴ λέγοντα·

Τί ἐστι τοῦτο; ἢ Διὰ τί τοῦτο; Ἀλλ’ ἐν ὑπακοῇ καὶ ὑποταγῇ πολλῇ οὐκ ἰσάζων ἑαυτόν τινι, οὐ λέγων· Τιμᾶται ὁ δεῖνα, διὰ τί οὐ τιμῶμαι; Ἀναπαύεται κατὰ πάντα, διὰ τί κἀγὼ οὐκ ἀναπαύομαι; Καταφρονούμενος εἰς πάντα οὐκ ἀγανακτεῖ, ταῦτα τὰ ἔργα τοῦ ἀληθινοῦ ἀρχαρίου, θέλοντος μετὰ ἀληθείας σωθῆναι. Καὶ ταῦτα ἄρτι βαρύ σοί ἐστι βαστάξαι καὶ διὰ τὴν ἀσθένειαν τοῦ σώματος καὶ διὰ τὸ ἐφθακέναι σε εἰς τὸ γῆρας. Σὺ οὖν τὸ βαρὺ ἐζήτησας βαστάξαι, ἐγὼ δὲ τὸ ἐλαφρότερον ἐπιτίθημί σοι, οὐ κατὰ ἀνάγκην ἀλλὰ κατὰ συμβουλίαν.

Ἔχε τὸν ἀδελφὸν ὡς τέκνον, ὡς εἶπόν σοι, ὡς καὶ σὺ ἔχεις αὐτόν, κἂν κατὰ πειρασμὸν ἀναπαύσῃ τινὰ περισσότερόν σου. Ἢ τάχα ἐκεῖνον θέλει ὁ Θεὸς ἀναπαῦσαι, σὲ δὲ θλιβῆναι, καὶ ἐπληροφόρησεν αὐτὸν οὕτως ποιῆσαι. Σὺ βάσταξον, μὴ θλιβῇς. Διὰ τῆς ὑπομονῆς γὰρ τῶν θλίψεων κτώμεθα τὰς ψυχὰς ἡμῶν. Καὶ οὐ γινόμεθα συγκοινωνοὶ τῶν παθημάτων τοῦ Χριστοῦ, εἰ μὴ διὰ τῆς ὑπομονῆς τῶν θλίψεων.

Τὴν εὐχαριστίαν εἰς πάντα κράτει, ὅτι αὕτη πρεσβεύει ὑπὲρ τῆς ἀδυναμίας ἐνώπιον τοῦ Θεοῦ. Ὁ κανών σού ἐστι τὸ καθίσαι σε προσέχοντα τοῖς λογισμοῖς καὶ τὸν φόβον τοῦ Θεοῦ ἔχοντα· Πῶς ἔχω ἀπαντῆσαι τῷ Θεῷ; Πῶς παρῆλθον τὸν χρόνον τὸν παρελθόντα; Μετανοήσω κἂν νῦν ὅτε ἤγγικέ μου ἡ ἔξοδος, καὶ βαστάξω τὸν πλησίον μου καὶ τὰς παρ’ αὐτοῦ θλίψεις καὶ πειρασμούς, ἕως ποιήσει μετ’ ἐμοῦ ὁ Κύριος τὸ ἔλεος καὶ φέρει με εἰς τὴν κατάστασιν τῆς ἀοργησίας, καὶ ἐξορίσει ἀπ’ ἐμοῦ τὸν φθόνον, τὸ γέννημα τοῦ διαβόλου. Κύλισον τὰς ὀλίγας σου ἡμέρας ἐρευνῶν τοὺς λογισμοὺς καὶ ἀντιλέγων τοῖς φέρουσι ταραχήν, νουθετῶν τὸν υἱόν σου ἐν φόβῳ Θεοῦ καὶ ὑπομιμνῄσκων αὐτὸν τὰ σφάλματα αὐτοῦ, εἰδὼς ὅτι καὶ αὐτὸς ἄνθρωπός ἐστιν ὑποκείμενος πειρατηρίοις. Ὁ Κύριος Ἰησοῦς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, δώῃ ὑμῖν εἰρηνικὴν κατάστασιν καὶ οἴκησιν κατὰ φόβον αὑτοῦ. Θαυμάζω δὲ πῶς ἀναγινώσκετε τὴν Γραφὴν λέγουσαν· «Ἀδελφοί, χαίρετε ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις», καὶ οἱ μηδαμινοὶ ταράσσουσιν ὑμᾶς. Γνῶτε κἂν ποῦ ἐστε καὶ οἵαν ἔχετε δύναμιν, καὶ ταπεινωθῇ ὁ σιδηροτράχηλος. Ἡ εἰρήνη τοῦ Θεοῦ ἔσται μεθ’ ὑμῶν. Συγχωρήσατέ μοι καὶ εὔξασθε ὑπὲρ ἐμοῦ ἵνα μὴ ἀκούσω· «Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις.» Καὶ τί ποιήσω τῇ ἀγάπῃ; Ὅμως τὸ ἔλεος αὐτοῦ ἐστι τοῦ Δεσπότου ἡμῶν Θεοῦ.