Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ζητήματα καὶ ἀποκρίσεις

Βαρσανούφιος ὁ Μέγας

Πρώτες επιστολές προς τον αββά Ιωάννη: Είσοδος στο κοινόβιο και αρχικές δοκιμασίες

Επιστολές του Μεγάλου Γέροντα και του αββά Ιωάννη σχετικά με την υποδοχή στο κοινόβιο, την αναγγελία θλίψεων, την ησυχία και την εμπιστοσύνη στην πρόνοια του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 2 από 12

Ἀπόκρισις τοῦ μεγάλου Γέροντος πρὸς τὸν ἀπὸ Μηρωσάβης Ἀββᾶν Ἰωάννην, αἰτήσαντα ἐλθεῖν καὶ οἰκῆσαι παρ’ αὐτοῖς ἐν τῷ κοινοβίῳ. Γέγραπται ἐν τῷ Ἀποστόλῳ ὅτι «Ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθόν, αὐτὸς καὶ τελειώσει ἕως τῆς ἡμέρας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ πάλιν ὁ Δεσπότης ἡμῶν εἶπε τῷ προσελθόντι αὐτῷ ὅτι «Εἴ τις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καὶ τῷ γένει, ἔτι δὲ καὶ μισεῖ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής.» Δυνατὸν δέ ἐστι τῷ Θεῷ πληροφορῆσαι ἐφ’ ἡμᾶς τὸν λόγον ὅτι «Ἰδοὺ τί καλὸν καὶ τί τερπνὸν ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;» Εὔχομαι δὲ ἵνα φθάσῃς τὸ γεγραμμένον ἐν ταῖς Πράξεσιν ὅτι «Ὅσοι εἶχον κτήματα, ἐπώλουν καὶ φέροντες τὸ τίμημα τῶν πιπρασκομένων, ἐτίθουν πρὸς τοῖς ποσὶ τῶν Ἀποστόλων.» Κἀγὼ εἰδώς σου τὴν πρόθεσιν κατὰ Θεὸν οὖσαν, εἶπον τῷ ἀγαπητῷ ἡμῶν υἱῷ Σερίδῳ, τῷ μετὰ τὸν Θεὸν σκεπάσαντι ἡμᾶς ἀπὸ τῶν ἀνθρώπων—ἐλπίζομεν δὲ εἰς τὸν Θεόν, ὅτι καί σε μεθ’ ἡμῶν σκεπάζει—ὅτι Δέξαι τὸν ἀδελφὸν Ἰωάννην μετὰ ἀγάπης πολλῆς, καὶ μὴ διακριθῇς ὅλως. Πρὸ γὰρ δύο ἐτῶν ἀπεκάλυψέ μοι ὁ Θεὸς ὅτι μέλλει ἐλθεῖν ἐνταῦθα καὶ πολλοὶ τῶν ἀδελφῶν ἔχουσι συναχθῆναι πρὸς ἡμᾶς. Καὶ ἐγὼ ἐτήρησα τὴν ἀποκάλυψιν ἕως οὗ μάθω ἀκριβῶς τί ποιεῖ ὁ Κύριος. Ὡς οὖν ἐπληρώθη ὁ καιρός, κἀγὼ ἐφανέρωσα ὑμῖν.

Καὶ ἐπειδὴ ἐλογίσω ὅτι ἐξ ὧν φορῶ παρέχω σοι, ἰδοὺ ἐπὶ τοῦ ἀδελφοῦ ἐπῆρα τὸ κουκούλιόν μου ἀπὸ τῆς κεφαλῆς μου, καὶ ἔπεμψά σοι αὐτὸ δι’ αὐτοῦ, εἰπών· Δὸς αὐτῷ καὶ φέρε μοι ἀντ’ αὐτοῦ ἄλλο.

Κράτει οὖν τοῦτο ἕως τῆς τελευτῆς σου, μέλλει γὰρ σκεπάσαι σε ἀπὸ πολλῶν κακῶν καὶ πειρασμῶν. Μὴ δώσῃς οὖν αὐτό τινι· ἔστι γὰρ εὐλογία Θεοῦ ἐκ τῶν χειρῶν μου. Καὶ σπούδασον τοῦ τελειῶσαί σου τὸ ἔργον καὶ εὐλυτῶσαι ἀπὸ παντὸς πράγματος, ὡς ἡμεῖς εὐλυτώσαμεν, καὶ κάθου μεθ’ ἡμῶν μετὰ ἀμεριμνίας σχολάζων τῷ Θεῷ. —Κἀγὼ Σέριδος λέγω σοι πρᾶγμα θαυμαστόν, ὡς γὰρ ἐλάλησε ταῦτα ὁ Γέρων, ἐλογισάμην ἐν ἑαυτῷ· Πῶς ἔχω καρτερῆσαι τοῦ γράψαι ταῦτα; Εἰ ἤθελεν ὁ Γέρων, εἶχον ἐνεγκεῖν ὧδε τὸ μελάνιν καὶ τὸ χαρτίον καὶ ἀκοῦσαι ἕνα λόγον καὶ γράψαι.

Αὐτὸς δὲ οἶδεν ἃ ἐλογισάμην, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς πῦρ, καὶ εἶπέ μοι· Ὕπα γράψον, μὴ φοβηθῇς, ἕως εἴπω σοι μυρίους λόγους γράψαι, οὔτε περισσόν, οὔτε παρά, ἕως ἑνὸς γράμματος ἀφῇ σε τὸ Πνεῦμα τοῦ θεοῦ γράψαι αὐτό, οὔτε ἐὰν σὺ θέλῃς· ἀλλ’ ὁδηγεῖ τὴν χεῖρά σου πῶς αὐτὰ γράψεις μετὰ ἀκολουθίας.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν, προμηνύουσα αὐτῷ τὰς διαφόρως ἐσομένας αὐτῷ θλίψεις, καὶ τὴν σωματικὴν ἀσθένειαν καὶ τὴν ἐκ τούτων τῆς ψυχῆς προκοπὴν καὶ τὴν ἐντεῦθεν μακαριότητα.

Εἰπὲ τῷ ἀδελφῷ Ἰωάννῃ· «Στερέωσόν σου τὴν καρδίαν ὡς στερεὰν πέτραν»—πέτραν δὲ λέγω τὴν νοητήν—πρὸς τὸ δύνασθαι ἀκοῦσαι ὃ μέλλω λέγειν. Πρόσεχε οὖν σεαυτῷ, μήποτε ἀκούσας τοῦτο ἐπαρθῇς ἐν τῇ καρδίᾳ σου καὶ ἐκπέσῃς τῆς πνευματικῆς ἐπαγγελίας, πολλοὺς γὰρ ἀπώλεσεν ἡ τύφωσις καὶ τοὺς τῶν φθασάντων εἰς μέτρον. Ἀλλ’ ἑτοίμασον σεαυτὸν εἰς εὐχαριστίαν ἐν πᾶσιν, ἀκούσας τοῦ ἁγίου Ἀποστόλου λέγοντος ὅτι «Ἐν παντὶ εὐχαριστεῖτε.» «Εἴτε οὖν ἐν θλίψεσιν, εἴτε ἐν ἀνάγκαις ἢ στενοχωρίαις», εἴτε ἐν ἀσθενείαις καὶ κόποις σωματικοῖς, ἐν πᾶσι τοῖς ἐπερχομένοις σοι εὐχαρίστησον τῷ Θεῷ. Ἐλπίζω γὰρ ὅτι καὶ σὺ ἔχεις «ἐλθεῖν εἰς κατάπαυσιν αὐτοῦ», «διὰ πολλῶν γὰρ θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Μὴ οὖν διστάζῃς τῇ ψυχῇ σου καὶ μὴ ἐκλυθῇς τὴν καρδίαν σου ἔν τινι. Ἀλλὰ μιμνῄσκου τοῦ ἀποστολικοῦ λόγου ὅτι «Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται ἡμέραν ἐξ ἡμέρας.» Ἐὰν οὖν μὴ ὑπομείνῃς τὰ πάθη, ἐλθεῖν εἰς τὸν σταυρὸν οὐ δύνασαι, ἐὰν δὲ βαστάζῃς ἐν πρώτοις τὰ πάθη, εἰσέρχῃ εἰς τὸν λιμένα τῆς αὐτοῦ καταπαύσεως, καὶ ἡσυχάζεις λοιπὸν ἐν πολλῇ ἀμεριμνίᾳ, ἔχων τὴν ψυχὴν ἐστερεωμένην καὶ κεκολλημένην τῷ Κυρίῳ διὰ παντός, ἐν πίστει φρουρουμένην, ἐν ἐλπίδι χαίρουσαν, ἐν τῇ ἀγάπῃ εὐφραινομένην, ἐν τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ Τριάδι φυλαττομένην.

Καὶ τότε πληροῦται περὶ σοῦ τὸ εἰρημένον· «Εὐφρανθήτωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ.» Αὕτη γάρ ἐστιν ἡ ἀμέριμνος ζωὴ τοῦ ἀνθρώπου τοῦ Θεοῦ, χαίρει γὰρ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα ἐπὶ τῇ σωτηρίᾳ τῆς ψυχῆς σου, ἀγαπητέ μου ἀδελφέ.

Ἀπόκρισις τοῦ ἄλλου Γέροντος πρὸς τὸν αὐτὸν αἰτήσαντα αὐτῷ συντυχεῖν. Εἰπὲ τῷ ἀδελφῷ· Συγχώρησόν μοι διὰ τὸν Κύριον, ὅτι ἐπιθυμῷ τοῦ ἰδεῖν σε, ἀλλὰ διὰ τῶν ἄλλων συνείδεσιν, οὐχ εὑρίσκω ἐλευθερίαν. Συγχαίρω δὲ τῇ ἀγάπῃ σου ἐπὶ ταῖς πεμπομέναις σοι παρὰ τοῦ ἁγίου Γέροντος ἐπαγγελίαις, μακάριος εἶ τούτων ἀξιωθείς.

Πειρασμοῦ κινηθέντος τοῖς μοναχοῖς τοῦ τόπου ἔνθα διῆγεν ὁ ἀββᾶς Ἰωάννης πρὶν ἐλθεῖν εἰς τὸ κοινοβίον, καὶ μελλούσης κινεῖσθαι ἐκεῖ ταραχῆς ὄντος αὐτοῦ ἐκεῖ, τοῦτο προθεωρήσας ὁ μέγας Γέρων τῷ πνεύματι, γράφει αὐτῷ ταῦτα·

Γράψον τῷ ἀδελφῷ Ἰωάννῃ· ἰδοὺ πέμπω σοι τρεῖς μαρτυρίας ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως καὶ ἀπὸ τῶν Γραφῶν τοῦ ἁγίου Πνεύματος, ἐν αἷς ἐξυπνίζω σου τὸν νοῦν εἰς ἐγρήγορσιν Θεοῦ καὶ εἰς νοήματα τοῦ ἁγίου Πνεύματος, εἰς τὸ γνῶναί σε τὰ περὶ τοῦ ἐνεστῶτος καιροῦ τί ἐστι. Πρώτη μαρτυρία αὕτη ἐστίν, εἶπεν ὁ Θεὸς διὰ τοῦ ἁγίου προφήτου Ἠσαΐου· «Βάδιζε λαός μου, εἴσελθε εἰς τὰ ταμεῖά σου, ἀπόκλεισον ὀλίγον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως οὗ παρέλθῃ ἡ ὀργὴ Κυρίου.» Ἡ δὲ δευτέρα μαρτυρία αὕτη ἐστίν· «Ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, λέγει Κύριος, κἀγὼ εἰσδέξομαι ὑμᾶς. Καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.» Τρίτη μαρτυρία· «Βλέπετε πῶς περιπατεῖτε μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.» Ἐγὼ δὲ λέγω σοι, τρέχε πρὸς τὰ προκείμενά σοι, καὶ τελείωσόν σου τὸ ἔργον ταχέως, μιμνῃσκόμενος τοῦ Κυρίου σου λέγοντος· «Οὐδεὶς βαλὼν τὴν χεῖρα αὑτοῦ ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν» καὶ τὸ «Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκροὺς καὶ δεῦρο εὐαγγελίσαι τὴν βασιλείαν τῶν οὐρανῶν» Ἐγὼ γὰρ βλέπω τὸν ἡσύχιόν σου βίον, τὸν μένοντά σε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν Ἀββᾶν λυπηθέντα ὅτι ἐχρόνισεν ἐλθεῖν ὁ Ἀββᾶς Ἰωάννης καὶ ἐκ τούτου νομίσαντα ὅτι οὐκέτι ἔρχεται. Μὴ ἀθυμήσῃς τέκνον, μηδὲ λυπηθῇς περὶ τοῦ ἀδελφοῦ ἡμῶν. Καὶ γὰρ «Εἰ ἄπεστι τῷ σώματι, ἀλλὰ πάρεστι τῷ πνεύματι», καὶ σὺν ἡμῶν ἐστι διὰ παντός. Ὁμόψυχος γὰρ ἡμῶν ἐστι, καὶ οὐδεὶς αὐτὸν χωρίζεται ἀπὸ τῆς ἡμῶν ἀγάπης, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Ἐπιστολὴ τοῦ αὐτοῦ μεγάλου Γέροντος γραφεῖσα πρὸς τὸν αὐτὸν Ἀββᾶν Ἰωάννην, ποιοῦντα ἐν τῇ αὑτοῦ χώρᾳ τινὰς χρείας τῷ κοινοβίῳ, καὶ ὀχλούμενον ὑπὸ σωματικοῦ πολέμου· Γράψον τῷ ἀδελφῷ ὡς ἔτι εἶ ἔξω ποιῶν τὸν κόπον σου κατὰ τὴν δύναμίν σου διὰ τὸν Θεὸν καὶ τὰς ψυχὰς τῶν ἀδελφῶν, μᾶλλον δὲ διὰ τὴν ἡμῶν καί σου ἀνάπαυσιν καὶ ἡσυχίαν, ἐὰν γὰρ ἀναπαῶσιν οἱ ἀδελφοὶ καὶ σκεπασθῶσι δι’ ἡμῶν, καὶ ἡμεῖς δι’ αὐτῶν εὑρίσκομεν τὴν τελείαν ἡσυχίαν, καὶ πληροῦται ἐφ’ ἡμᾶς ὁ γεγραμμένος λόγος· «Ἀδελφὸς ὑπ’ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ τετειχισμένη.» Κόψον τὰς σχέσεις ὅλας καὶ τὰς προφάσεις ἃς ἔχεις, ὡς εἶ ἔξω καὶ μὴ ἐάσῃς πρόφασιν μηδὲ σχέσιν μετά τινος ἕλκουσάν σε εἰς τὰ ὀπίσω. Ἐὰν γὰρ μὴ ᾖ οὕτως, οὐχ ἡσυχάζεις ἐν τελείᾳ ἡσυχίᾳ, οὕτω γὰρ καὶ ἡμεῖς ἐποιήσαμεν. Ταῦτα οὖν ποιῶν, ἐλπίζω ὅτι τελείως ἡσυχάζεις καὶ γὰρ σὺν Θεῷ μεθ’ ἡμῶν γίνεταί σου ὁ κλῆρος καὶ τὸ μέρος μεθ’ ἡμῶν εἰς τὸν αἰῶνα.

Μηδεὶς μάθῃ τέως τὰ γραφόμενά σοι. Ποιῶν οὖν τὸν κόπον, ἐὰν κατευοδωθῇ τὸ πρᾶγμα ἔμπροσθέν σου, εὐχαρίστησον τῷ Θεῷ καὶ εὔχου αὐτῷ. Τοῦτο γάρ ἐστι τὸ «Ἐν παντὶ εὐχαριστεῖτε.» Καὶ μὴ ἀμελήσωμεν ἀποδοῦναι τὴν εὐχαριστίαν τῷ Θεῷ, καθὼς ἐκεῖνος περὶ οὗ εἶπές ποτε τὴν παραβολήν, ὅτι ἀπήρχετο εὔχεσθαι εἰς τὴν ἐκκλησίαν οἰκονομηθῆναι τροφὴν καὶ ἀπήντησεν αὐτῷ τίς ποτε λέγων ὅτι Ἀρίστησον σήμερον μετ’ ἐμοῦ, καὶ ὕπαγε εὖξαι. Καὶ εἶπεν· Οὐχ ὑπάγω, τοῦτο γὰρ ἀπηρχόμην αἰτήσασθαι παρὰ τοῦ Θεοῦ. Ἀλλ’ ἡμεῖς, ἐὰν εὕρωμεν, ἐὰν μὴ εὕρωμεν, τὴν εὐχὴν καὶ τὴν εὐχαριστίαν ἀποδώσωμεν τῷ Θεῷ. Βλέπε δὲ «τοῦ βαστάξαι τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματί σου διὰ παντός.» Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν μέλλοντα ἀπέρχεσθαι μετὰ τῶν ἀδελφῶν συλλέξαι ἐργόχειρον, καὶ φοβηθέντα τὴν ἐρημίαν τῶν τόπων. Καὶ ὑπόμνησις τοῦ νήφειν αὐτὸν πρὸς τὸν παρενοχλοῦντα αὐτῷ σωματικὸν πόλεμον καὶ ἐπαγγελία τῆς τοῦ Θεοῦ συνεργίας πρὸς τὴν σπουδαζομένην πρὸς αὐτοῦς ἀναχώρησιν.

Εἰπὲ τῷ διὰ τοῦ ἄνωθεν καὶ θείου νεύματος κληθέντι πρὸς ἡμᾶς οἰκῆσαι, οὐ μόνον ἐν τῷ νῦν αἰῶνι ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, ἀδελφῷ ἡμῶν γνησίῳ καὶ ὁμοψύχῳ Ἰωάννῃ· Εἶπεν ὁ Δεσπότης ἡμῶν Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; Καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί. Μὴ οὖν φοβηθῆτε, πολλῷ στρουθίων διαφέρετε ὑμεῖς. Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Πρόσεχε οὖν σεαυτῷ νηφαλέως τοῦ θεῖναι τὸν Θεὸν ἔμπροσθέν σου διὰ παντός, ἵνα καὶ περὶ σοῦ πληρωθῇ ὁ προφητικὸς λόγος· «Προωρώμην τὸν Κυρίον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μου ἐστίν, ἵνα μὴ σαλευθῶ.» Ἔκτεινον οὖν τὰς χεῖράς σου ἐξ ὅλης σου τῆς ψυχῆς ἐπὶ τὰ προκείμενά σοι καὶ ἐν τούτοις μελέτησον διὰ παντὸς ὅπως ἀκούσῃς τῆς φωνῆς τοῦ Θεοῦ πρὸς σὲ λεγούσης· «Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.» Ὁ αὐτὸς ἱκανῶς κοπωθεὶς καὶ μὴ εὑρὼν ἐργόχειρον ἐλυπεῖτο καὶ ἐθαύμαζε πῶς, κατὰ τὸν λόγον τοῦ Γέροντος, οὐκ ἐπέμφθη ὁ ἄγγελος πρὸς βοήθειαν· Οὐκ ἐνόει γὰρ ὅτι τοῦτο ἐρρέθη αὐτῷ πρὸς τὴν εὐλυσίαν τῆς ἀναχωρήσεως. Καὶ διὰ τοῦτο γράφει αὐτῷ ὁ Γέρων ταῦτα·

Γράψον τῷ ἀδελφῷ· Ὅσον ἐστὶ τὸ πλοῖον ἐν τῇ θαλάσσῃ, ἐκδέχεται κινδύνους καὶ προσβολὴν ἀνέμων. Ἐὰν δὲ φθάσῃ εἰς τὸν τῆς ἡσυχίας λιμένα καὶ τῆς εἰρήνης, οὐκέτι ἔχει φόβον κινδύνων καὶ θλίψεων καὶ προσβολῶν ἀνέμων, ἀλλ’ ἐν γαλήνῃ ἔσται. Οὕτως καὶ ἡ ἀγάπη σου· ὅσον εἶ μετὰ τῶν ἀνθρώπων, προσδόκησον θλίψεις καὶ κινδύνους καὶ προβολὴν τῶν νοητῶν ἀνέλων. Ὅταν δὲ φθάσῃς εἰς τὰ ἡτοιμασμένα σοι, τότε ἄφοβος ἔσῃ.

Περὶ δὲ οὗ προεῖπον, ὅτι εἶπεν ὁ Δεσπότης ἡμῶν ὅτι «Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου», ἐπέμφθη. Περὶ δὲ τοῦ μὴ εὑρεῖν ἐργόχειρον, εἶπεν ὁ Θεὸς ἐν τῷ μωσαϊκῷ βιβλίῳ· «Διὰ τοῦτο ἐκύκλωσέ σε καὶ ἐκπαίδευσέ σε καὶ ἐλιμαγχόνησέ σε ἐν τῇ ἐρήμῳ ἐκείνῃ τῇ φοβερᾷ, γνῶναι τὰ ἐν τῇ καρδίᾳ σου.» Νόησον τὰ λεγόμενά σοι παρ’ ἐμοῦ καὶ ἑδραίως κάμε ἀδιστάκτως, ἀγαπητὲ ἀδελφέ.

Ἐπιστολὴ τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἀπελθόντα εἰς ἀπόκρισιν τοῦ κοινοβίου, καὶ διὰ τὸ πολλὴν εὑρεῖν θλῖψιν ὀλιγωρήσαντα· Γράψον τέκνον τῷ ἀδελφῷ ἡμῶν Ἰωάννῃ ἀσπασμὸν ἐν Κυρίῳ ἐξ ἐμοῦ καὶ σοῦ καὶ τοῦ ἀδελφοῦ Ἰωάννου καὶ εἰπὲ αὐτῷ· «Μὴ ἐκκακήσῃς ἐν ταῖς θλίψεσι» καὶ τοῖς σωματικοῖς πόνοις, οὓς ὑπομένεις καὶ κοπιᾷς δι’ ἡμᾶς καὶ διὰ τὸ ἡμῶν κοινοβίον, ἐστι γὰρ καὶ τοῦτο τοῦ θεῖναι τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν ἀδελφῶν, καὶ ἐλπίζω ὅτι πολὺς ὁ μισθὸς τοῦ κόπου τούτου.

Καὶ ὡς κατέστησεν ὁ Θεὸς τὸν Ἰωσὴφ θρέψαι τοὺς ἀδελφοὺς αὐτοῦ ἐν λιμῷ ἐν Αἰγύπτῳ, οὕτως καί σε κατέστησε βοηθῆσαι τῷ κοινοβίῳ μετὰ τοῦ τέκνου ἡμῶν Σερίδου. Κἀγώ σοι λέγω τὸν ἀποστολικὸν λόγον τὸν πρὸς Τιμόθεον· «Σὺ οὖν τέκνον ἐνδυναμώθητι χάριτι Πνεύματος ἁγίου.» Βλέπω γάρ σου τὴν ἡσυχίαν πῶς μέλλει ἐλθεῖν καὶ συγχαίρω σοι ἐν Κυρίῳ. Ὅσον γὰρ ἔξω διάγεις, θλῖψιν καὶ κόπον σωματικὸν ἔχεις εὑρεῖν, ὅταν δὲ φθάσῃς εἰς τὸν τῆς ἡσυχίας λιμένα, ἀνάπαυσιν καὶ εἰρήνην εὑρίσκεις. Ἀψευδὴς γάρ ἐστιν ὁ Δεσπότης ἡμῶν ὁ λέγων ὅτι «Δώσω αὐτοῖς ἐν τῷ νῦν αἰῶνι ἑκατονταπλασίονα, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον.» Προθύμως οὖν κοπίασον, ἀδελφέ, ὅπως εὕρῃς πλειοτέραν τὴν ἀγάπην καὶ τὴν ἀνάπαυσιν.

Πρὸ τοῦ φθάσαι τὸ πλοῖον τὸν λιμένα, κρούεται καὶ χειμάζεται ἀπὸ τῶν κυμάτων καὶ τῶν κλυδώνων, ἐὰν δὲ φθάσῃ εὑρίσκεται λοιπὸν ἐν πολλῇ γαλήνῃ. Νόησον τὰ λεγόμενα καὶ φύλαξον· «Δώῃ γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν.» Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν, λίθου πεσόντος κατὰ τοῦ ποδὸς αὐτοῦ καὶ πολλὴν αὐτῷ κινήσαντος ὀδύνην καὶ ἀθυμίαν·

Ἀγαπητῷ ἀδελφῷ Ἰωάννῃ ἐν Κυρίῳ χαίρειν. Κατὰ τὸν κόπον τοῦ σώματός σου τὸν δι’ ἡμᾶς καὶ τὸ σύντριμμα τοῦ πνεύματός σου διὰ τὸν Θεόν, ἐμπλῆσαι ὁ Δεσπότης Θεὸς τὴν ψυχήν σου, ἀγαπητέ μου, τῶν ἐπουρανίων ἀγαθῶν ἑκατονταπλασίονα.

Κατανόησον τὰ γραφόμενά σοι παρ’ ἐμοῦ, ἀδελφέ, καὶ κρύψον παρὰ σεαυτῷ, ἀκουτιῶ σε γὰρ χαρμονὴν ἐπουράνιον, δεσποτικήν, θεϊκήν. Ἐν ὀνόματι γὰρ τῆς ἁγίας Τριάδος, εὑρίσκω ὅτι συγκληρονόμος εἶ τῶν ἐμῶν χαρισμάτων, τῶν παρὰ τοῦ Θεοῦ δοθέντων μοι, καὶ κατὰ πρόσβασιν προσδοκῶ ὅτι ταχέως φθάνεις. Ἔστι γὰρ ὁ διὰ κόπον κατὰ Θεὸν ταχέως καταλαμβάνων εἰς τὴν αὐτοῦ κατάπαυσιν, ἔστι πάλιν ὁ διὰ ταπείνωσιν φθάνων εἰς αὐτήν, ἐλπίζω δὲ ὅτι καὶ τὰ ἀμφότερα ἕξεις, ἐν τῷ ἀποθανεῖν τὴν ὀργὴν ἀπὸ σοῦ, πνιγέντος τοῦ θυμοῦ ἀπὸ τῆς καρδίας σου. Καὶ τότε πληροῦται εἰς σὲ ὁ γεγραμμένος λόγος· «Ἰδὲ τὴν ταπείνωσίν μου καὶ κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.» Καὶ ἐπειδὴ εἶπον ὅτι κατὰ πρόσβασιν φθάνεις, κατανόησον τὰ Εὐαγγέλια, πῶς καὶ ποσάκις ἔδωκε Χριστὸς τὰ χαρίσματα τοῖς μαθηταῖς περὶ ἰάσεων καὶ ἐκβάσεων δαιμόνων, τὴν τελειότητα περὶ ἀφέσεως ἁμαρτιῶν, εἰπὼν αὐτοῖς· «Ὧν ἂν ἀφῆτε τὰς ἁμαρτίας ἀφέωνται.» Ἐὰν οὖν διὰ τὸν κόπον σου τὸν διὰ τὸν Θεόν, ἀφήσει σοι τὰς ἁμαρτίας σου, ἰδοὺ τὸ μέτρον ὃ θέλω σε καταλαβεῖν.

Ἐὰν δὲ δυσνόητα ῥήματα ἐν τῇ ἐπιστολῇ ἀναγνῷς, ἐρώτησον τὸν ὁμόψυχόν σου Σέριδον, υἱὸν δὲ ἐμοῦ ἀγαπητόν, καὶ διὰ τῆς τοῦ Θεοῦ χάριτος φράσει σοι τὰ δυσνόητα· ἐδεήθην γὰρ τοῦ Θεοῦ ὑπὲρ αὐτοῦ καὶ περὶ τούτου. «Σὺ οὖν, ἄνθρωπε τοῦ Θεοῦ», ἀκαταπαύστως τρέχε τὴν ὁδὸν τὴν ἡτοιμασμένην, ὅπως μετὰ χαρᾶς φθάσῃς ὃν ἐφθάσαμεν τοῦ Χριστοῦ λιμένα καὶ ἀκούσῃς τῆς φωνῆς τῆς πεπληρωμένης χαρᾶς, καὶ φωτὸς καὶ ζωῆς καὶ ἀγαλλιάσεως, λεγούσης πρὸς σέ· «Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Χαίροις ἐν Κυρίῳ, χαίροις ἐν Κυρίῳ, χαίροις ἐν Κυρίῳ. Ὁ Κύριος φυλάξει τὴν ψυχὴν καὶ τὸ σῶμα καὶ τὸ πνεῦμά σου ἀπὸ παντὸς κακοῦ καὶ ἀπὸ παντὸς ἐναντιώματος διαβολικοῦ καὶ φαντασίας πάσης θορυβώδους, ὁ Κύριος ἔσται σοι φῶς, σκέπη σου, ὁδός σου, ἰσχύς σου, «στέφανος ἀγαλλιάσεως» καὶ ἀντίληψις αἰωνία. Πρόσεχε σεαυτῷ, γέγραπται γάρ· «Καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω.» Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν, παραινοῦσα αὐτῷ διὰ παντὸς τῶν αὐτῷ γραφομένων, εἰς ὠφέλειαν αὐτοῦ καὶ στηριγμὸν τῆς αὐτοῦ καρδίας.