Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ζητήματα καὶ ἀποκρίσεις

Βαρσανούφιος ὁ Μέγας

Διάκριση των λογισμών, αινιγματικές ερωτήσεις και αλφαβητική πραγματεία

Εξηγήσεις για τον διαχωρισμό θείων, φυσικών και δαιμονικών λογισμών, αποκρίσεις σε ερωτήματα δι' αινιγμάτων και η ανάλυση του γράμματος Ήτα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 9 από 12

Ἀσπάζομαι ὑμᾶς ἐν Κυρίῳ, παρακαλῶν εὔξασθαι ὑπὲρ ἐμοῦ διὰ τὴν ἀγάπην. Ἐρώτησις Θεοδώρου μονάχου πρὸς τὸν μέγαν Γέροντα· Πῶς δύναμαι εἰδέναι τὸν ἐκ τοῦ Θεοῦ λογισμὸν καὶ τὸν φυσικὸν καὶ τὸν ἐκ τῶν δαιμόνων;

Ἀπόκρισις Βαρσανουφίου· Τέκνον Θεόδωρε, αἰτῶν, κατανόησον τί αἰτεῖς καὶ ἑτοίμασον σεαυτὸν εἰς ἐργασίαν. Γέγραπται γάρ· «Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι.» Τὰ αἰτήματά σου ἀδελφέ, τοῦ μεγάλου ἐστὶ μέτρου. Ἐὰν οὖν μὴ καθαρισθῇ ὁ ἔσω ὀφθαλμὸς διὰ πολλῶν ἱδρώτων, οὐ δύνασαι ἀποστῆναι τῶν ἀκανθῶν καὶ τριβόλων καὶ καταλαβεῖν τὴν σταφυλὴν τὴν στύφουσαν καρδίαν καὶ εὐφραίνουσαν. Ἐὰν οὖν μὴ καταλάβῃ ὁ ἄνθρωπος τοῦτο τὸ μέτρον, διακρῖναι οὐ δύναται μήποτε χλευασθῆ καὶ πλανηθῇ ἀπὸ τῶν δαιμόνων πιστεύσας αὐτοῖς. Μετασχηματίζουσι γὰρ τὰ πράγματα ὡς θέλουσι, μάλιστα τοῖς τὰς τέχνας αὐτῶν μὴ ἐπισταμένοις. Τοίνυν ἀγαπητέ, ἔλπισον ἐπὶ Κύριον, «καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου.» Κόψον αὐτῷ τὸ θέλημά σου καὶ εἰπὲ αὐτῷ ἐν πᾶσι· «Οὐκ ἐγὼ θέλω, ἀλλ’ ὡς σύ», καὶ ποιεῖ μετὰ σοῦ κατὰ τὸ αὑτοῦ ἔλεος.

Ἄκουσον τέκνον τὴν διάκρισιν ὧν ἠρώτησας τριῶν λογισμῶν. Ὅτε ὑποβάλλει σοι ὁ λογισμὸς ποιῆσαί τι κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ εὑρίσκεις χαρὰν ἐν τῷ πράγματι καὶ θλῖψιν ἀντιστήκουσαν, μάθε ὅτι τοῦ Θεοῦ ἐστι, καὶ πύκτευσον ὑπομεῖναι κατὰ τὸν Παῦλον λέγοντα· «Δουλαγωγῶ μου τὸ σῶμα καὶ ὑπωπιάζω, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι», καὶ πλήρωσον τὸ θέλημα τοῦ Θεοῦ.

Ἐὰν δὲ φυσικὸς λογισμὸς ἔλθῃ σοι, πρόσχες μετὰ ἀκριβείας καὶ εὑρίσκεις τὴν διάκρισιν. Φησὶ γάρ· «Διὰ τοῦτο καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Εἰδὼς οὖν ὁ Ἀπόστολος ὅτι θέλημα Θεοῦ ἐστι, οὐ μόνον τὰ ὑπὸ τῶν δαιμόνων, ἀλλὰ καὶ τὰ φυσικὰ ἐγκαταλιπεῖν διὰ τὴν αἰώνιον ζωήν, ἔφησεν ὅτι «Ἡ σὰρξ οὐδὲν ὠφελεῖ.» «Ὁ κολλώμενος οὖν πρὸς τὴν γυναῖκα σάρξ ἐστιν. ὁ δὲ τῷ Κυρίῳ πνεῦμά ἐστι.» Τοῖς οὖν θέλουσι πνευματικοῖς εἶναι, ἀπέβαλε τὴν σάρκα. Τὸ γὰρ μὴ ὠφελοῦν, καὶ βλαβερόν ἐστι, τὸ δὲ βλάπτον ἀπόβλητόν ἐστι. Τοῖς δὲ ἐν τῷ κόσμῳ καὶ εὐσεβῶς ἐθέλουσιν ζῆν, ἐκήρυξεν ὅτι «Τίμιος ὁ γάμος», καὶ τὰ ἑξῆς.

Οἱ δὲ ἀπὸ τῶν δαιμόνων λογισμοί, πρῶτον τεταραγμένοι εἰσὶ καὶ λύπης μεμεστωμένοι, καὶ λεπτῶς καὶ κρυφίως ἐπὶ τὰ ὀπίσω ἕλκουσιν. Ἐνδύονται ἐνδύματα προβάτων, τοῦτ’ ἔστιν ὑποβάλλουσι λογισμοὺς δικαιοσύνης, «εἰσὶ δὲ ἔσωθεν λύκοι ἅρπαγες», τοῦτ’ ἔστι διὰ τῶν φαινομένων ὡς χρηστολογιῶν αὐτῶν, ἐξαρπάζουσι καὶ «ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.» Ἐπειδὴ οὖν ἐγράφη περὶ τοῦ ὄφεως ὅτι «φρονιμώτατός ἐστιν» ἀεὶ αὐτοῦ τήρει τὴν κεφαλήν, μήποτε δι’ αὐτῆς εὕρῃ παρὰ σοὶ φωλεὸν καὶ δι’ αὐτοῦ οἴκησιν, καὶ λοιπὸν ἐνεργήσῃ τὴν ἐρήμωσιν. Εἰ οὖν καὶ σὺ πνευματικὸς ἐπιθυμεῖς γενέσθαι, ἀπόθου τὰ τῆς σαρκός. Ἅτινα γὰρ ἀρνεῖταί τις, ταῦτα καὶ ἀποβάλλει. Ἄκουσον αὐτοῦ τοῦ Κυρίου λέγοντος· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθείτω μοι.» Πῶς δὲ ἀρνεῖται ἑαυτὸν ὁ ἄνθρωπος, ἀλλ’ ἢ ἀφῶν τὰ θελήματα αὑτοῦ τὰ φυσικὰ καὶ αὐτῷ ἀκολουθῶν; Διὰ τοῦτο γὰρ εἰδὼς ὅτι περὶ τῶν φυσικῶν λέγει, ἑαυτὸν εἶπεν ἀρνήσασθαι καὶ οὐ τὰς παρὰ φύσιν. Ἐὰν γὰρ τὰς παρὰ φύσιν ἀφήσῃ τις, τῶν αὑτοῦ οὐδὲν ἀφῆκε διὰ τὸν Θεόν, οὐδὲ γὰρ αὐτοῦ εἰσιν. Ἐὰν δὲ τὰ φυσικὰ ἀφήσῃ τις διὰ τὸν Θεόν, ὁ τοιοῦτος ἀεὶ μετὰ τοῦ ἁγίου Ἀποστόλου βοᾷ· «Ἰδοὺ ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, τί ἄρα ἔσται ἡμῖν;» καὶ ἀκούεις τῆς μακαρίας ἐκείνης φωνῆς ὡς περὶ ἐπαγγελίας τῆς ζωῆς.

Τί οὖν ἀφήσας ὁ Πέτρος ἐκαύχατο μὴ ὢν πλούσιος, εἰ μὴ ἀφῆκε τὰ φυσικὰ αὑτοῦ θελήματα; Ἐὰν γὰρ μὴ ἀποθάνῃ ἄνθρωπος τῇ σαρκί, ἐγερθῆναι ζῶν τῷ πνεύματι οὐ δύναται. Καθὼς οὖν οὐ μένει μετὰ τοῦ νεκροῦ τὰ φυσικὰ αὑτοῦ παντελῶς, οὕτως οὐδὲ μετὰ τοῦ νεκρωθέντος τῇ σαρκὶ πνευματικῶς. Εἰ οὖν ἀπέθανες τῇ σαρκί, πῶς ζῶσιν ἐν σοὶ τὰ φυσικά; Εἰ δὲ τοῦ μέτρου οὐκ εἶ τοῦ πνευματικοῦ, ἀλλὰ τοῦ σαρκικοῦ, τῷ νοῒ ταπεινώθητι καὶ ὑποτάγηθι τῷ διδασκάλῳ, ἵνα παιδεύσῃ σε ἐν ἐλέει. Καὶ «ἐκτὸς συμβουλίας μηδὲν ποιεῖ», κἂν δοκῇ σοι καλὸν τὸ φαινόμενον, τὸ γὰρ φῶς τῶν δαιμόνων σκότος φαίνεται ὕστερον. Εἴ τι οὖν ἀκούεις ἢ λογίζῃ ἢ βλέπεις μὴ ἐάσῃς τρίχα ταραχῆς εἰς τὴν καρδίαν σου, τοῦτο μάθε εἶναι τῶν δαιμόνων.

Δέξαι οὖν τὰ ἐν συντόμῳ γραφέντα πιστεύων ὅτι ἐὰν ἱδρώσῃς, προκόψαι ἔχεις εἰς αὐτά, ὅτι χαρίζεταί σοι ὁ πᾶσι δωρούμενος Θεὸς τοῦ εἶναι διὰ πάντος μετὰ τῶν ἁγίων αὑτοῦ συλλειτουργεῖν, συγχαίρειν καὶ συγκληρονομεῖν τῶν αὑτοῦ ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμή, κράτος σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Γέροντος μηδενὶ συντυγχάνοντος, εἰ μὴ τῷ ἰδίῳ μόνον ὑπηρέτῃ, τῷ ἀββᾷ, ὁ αὐτὸς ἀδελφὸς παρεκάλει αὐτὸν διὰ γραμμάτων ἀξιωθῆναι τῆς αὐτοῦ θεᾶς, εἰπὼν ὅτι ὁ ἀββᾶς Μωϋσῆς καὶ οἱ ἄλλοι Πατέρες συνετύγχανον τοῖς δεομένοις. Ἀπεκρίθη οὖν αὐτῷ ὁ Γέρων διὰ γραμμάτων καὶ μετὰ προρρήσεων, ὧν τὴν ἔκβασιν αὐτῇ τῇ πείρᾳ ἔγνωμεν ἡμεῖς. Εἶπε γὰρ ὀφθήσεσθαι αὐτῷ καὶ ποίῳ τρόπῳ καὶ τίνος χάριν· «Ἕνεκεν τοῦ ῥυσθῆναι ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ.» Μετὰ χρόνον γὰρ τοῦ αὐτοῦ ἀδελφοῦ ἐμπεσόντος εἰς πειρασμὸν δυσπιστίας καὶ λέγοντος μὴ εἶναι ὅλως ἐν τῷ κελλίῳ τὸν Γέροντα, πλάττεσθαι δὲ τὸν ἀββᾶν τὴν αὐτοῦ παρουσίαν, καλέσας ὁ Γέρων τὸν αὐτὸν ἀδελφὸν καὶ τοὺς εὑρεθέντας ἐν τῷ τόπῳ, ἔνιψε πάντων τοὺς πόδας. Κἀγὼ δὲ ὁ ἁμαρτωλὸς ἠξιώθην τοῦ νίμβατος. Καὶ οὕτως ἀνανήψας ὁ ἀδελφός, καὶ ταύτης τῆς ἀποκρίσεως ἀναμνησθείς, ἐξωμολογήσατο ἡμῖν τὴν ἰδίαν ἀπιστίαν, καὶ τὴν πρόρρησιν τοῦ Γέροντος. Καὶ πάντες ἐδοξάσαμεν τὸν Θεόν. Ἔχει δὲ ἡ ἀπόκρισις Βαρσανουφίου οὕτως·

Ἀδελφέ, οὐδεὶς «οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ.» Ἕκαστος οἶδε τί ἔχει ἐν τῇ αὑτοῦ οἰκίᾳ καὶ τί κέκτηται ἐν τῷ βαλαντίῳ. Καὶ πρὸς αὐτὸ ἀναλίσκει καὶ εἰς ἄλλων διατροφήν. Καὶ πρόσταξιν ἔχομεν δεσποτικὴν μὴ οἰκοδομεῖν πύργον, ἐὰν μὴ πρῶτον ψηφίσωμεν τὰς δαπάνας. Ἐψήφισάς μοι τοὺς ἁγίους τοὺς πλουτήσαντας κατὰ πνεῦμα, καὶ εὔφρανάς με ἐν τῇ σῇ γνώσει, ἐὰν δὲ μᾶλλον καὶ ἐν τοῖς ἔργοις. Ἐρευνῶ δὲ δι’ ἑαυτοὺς καὶ εὑρίσκω ὅτι κατὰ τὴν ὑπερβολὴν τῶν καλῶν αὐτῶν πράξεων, τοσοῦτον κἀγὼ ἔχω ἐν ταῖς κακαῖς μου πράξεσι. Κἀκεῖνοι θαρροῦντες ἐποίουν, ἐγὼ δὲ καὶ ἐκτὸς τοῦ ποιῆσαι, τρέμω γινώσκων τὰ πεπραγμένα μου καὶ φοβοῦμαι τὸν λέγοντα ὅτι «Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις!» Πυκτεύω δὲ ἀκοῦσαι τοῦ ὀνειδίζοντος καὶ λέγοντός μοι· «Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου» καὶ τὰ ἑξῆς. Κοπιῶ δὲ ἐκβαλεῖν καὶ οὐκ ἰσχύω.

Οὐκ ἀπογινώσκω δὲ ἀλλ’ ἐλπίζω ἐπιτυχεῖν. Εἰπέ μοι τὸ ὄντως ἀδελφέ, ἐάν τις εἴπῃ τινὶ πτωχῷ ὅτι Ἄνθρωποί τινες ὑπατίαν ἔδωκαν, δὸς καὶ σύ, δύναται τοῦτο ποιῆσαι; Ἢ κωλύεται ὑπὸ τῆς ἰδίας ἀπορίας; Τί δὲ πρὸς τοῦτο; Ὅτι πολλοὶ διψῶντες καὶ εὑρίσκοντες τὴν τοῦ ὕδατος ἀπόλαυσιν οὐ περιεργάζονται περὶ τοῦ φρέατος ἢ τοῦ ὑετοῦ ἢ τοῦ ποταμοῦ πόθεν ἔρχονται. Καὶ πολλοὶ ἀπολαύσουσι τῆς τοῦ ἡλίου φαιδρότητος καὶ οὐκ ἐπιζήτουσιν εἰ μακρός ἐστιν ἢ κοντὸς τὴν ἡλικίαν ἢ ἀναίσθητος ἢ αἰσθητικός. Καὶ περὶ ἄλλων στοιχείων ὡσαύτως.

Τί δὲ ὅτι καὶ περὶ τοῦ Θεοῦ ἔγραψαν οἱ Πατέρες ἐρωτηθέντες ὅτι «Ζήτει τὸν Κύριον καὶ μὴ ζητήσῃς ποῦ οἰκεῖ;» Τί δὲ πρὸς σὲ τὸν ἀφήσαντα τὴν ἐπιζητουμένην σπουδὴν τὴν περὶ τῶν ἁμαρτιῶν καὶ ἐπιποθοῦντά με ἰδεῖν, σκώληκα ὄζοντα, καὶ «γῆν καὶ σποδόν»; Ὅμως κἀγὼ ἄφρων ὤν, χαίρων ἔπεμψά σοι τὴν ἀπόκρισιν, πλανώμενος προσέχων ἐμαυτὸν εἶναί τι, καὶ εἰς λήθην ἔβαλον τὸ γεγραμμένον ὅτι «Ὁ δοκῶν εἶναί τι μηδὲν ὤν, ἑαυτὸν ἐξαπατᾷ.» Ναί, ναί, ἐπλανήθην εἰς τοῦτο καὶ ἐλάλησα μὴ ὢν ἄξιος. Σὺ ὅμως ὡς καλὸς ἐργάτης καὶ ὑπήκοος ἔργασαι, καὶ μὴ ἐπιζητήσῃς τοῦτο παρ’ ἐμοῦ ἐπιποθοῦντός σε ἰδεῖν καὶ περιλαβέσθαι σε καὶ πάντας ἀπὸ τῆς κατὰ Θεὸν ἀγάπης. Καιρῷ δέ, ἐὰν πληροφορήσῃ με ὁ Θεός, ἀπ’ ἐμαυτοῦ ἐπιρρίπτω καὶ καταφιλῶ πάντων ὑμῶν τὰ πέλματα, ἱκεσίας καὶ εὐχῆς χάριν τοῦ ῥυσθῆναι «ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ.» Μὴ ἐν μετεωρισμῷ ἀδελφέ, ἐκδαπανήσωμεν ἡμῶν τὰς μικρὰς ἡμέρας, ἀλλὰ κτησώμεθα τὸ πένθος τὸ μεμεστωμένον τῶν δακρύων, ἵνα μακαρισθῶμεν μετὰ τῶν πενθούντων. Καὶ ἀδολεσχήσωμεν εἰς τοὺς πτωχοὺς καὶ πρᾳεῖς, ἵνα συγκληρονόμοι γενώμεθα αὐτῶν. Καὶ διώξωμεν τὴν εἰρήνην μετὰ πάντων, ἵνα εὑρεθῶμεν μετὰ τῶν υἱῶν τοῦ Θεοῦ. Καὶ βαστάζωμεν ὀνειδισμὸν καὶ ὕβριν, ἵνα πληθυνθῇ ὁ μισθὸς ἡμῶν ἐν τοῖς οὐρανοῖς.

Καὶ σπουδάσωμεν ἐν ἔργοις ἀγαθοῖς ὀφθῆναι αὐτῷ, «ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἡμῶν ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Αὐτῷ ἡ δόξα. Ἀμήν. Ἀδελφέ, οὐχ ὡς κατορθώσας ἔγραψά σοι ταῦτα, καὶ γὰρ χρεώστην ἐν πολλοῖς ὀφλήμασι ἐμαυτὸν βλέπω. Ἀλλὰ ἀδιαλείπτως προσπίπτω δεόμενος τοῦ φιλανθρώπου Θεοῦ χαρίσασθαι ἐμοί τε καί σοι ἄφεσιν τῶν ἁμαρτιῶν, εὐχαῖς τῶν ἁγίων. Ἀμήν.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν μακαρίσαντα αὐτὸν τῆς τοιαύτης ἀρετῆς καὶ εἰπόντα χρήσεις ἀπὸ Γραφῶν καὶ ἐρωτήσαντα εἰ δεῖ παραιτεῖσθαι τὰς ὀπώρας καὶ πιστῶς καὶ εὐσχημόνως κατὰ τοὺς πατέρας διάγειν, καὶ περὶ εὐχῆς καὶ τοῦ φωτισθῆναι τοὺς ἀσθενήσαντας αὐτοῦ ὀφθαλμούς·

Ἀδελφέ, εἰς ἐμὲ ἐπληρώθη διὰ σοῦ ἡ λέγουσα Γραφὴ ὅτι «Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς» καὶ τὰ ἑξῆς. Ὁ τοιοῦτος μακαρισμὸς οὐκ ἐᾷ ἡμᾶς ἰδεῖν τὴν αἰσχύνην τοῦ προσώπου ἡμῶν. Βλάπτει γάρ, νομίζω, καὶ τοὺς ἐν μέτρῳ καὶ τῆς εἰς Θεὸν πίστεως ἀφίστησι. Φησὶ γάρ· «Πῶς δύνασθε πιστεύειν εἰς ἐμὲ δόξαν παρὰ ἀλλήλων λαμβάνοντες;» Ὁ καταλαμβάνων οὖν τὴν ταπείνωσιν τοῦ Ἀποστόλου ἐπιλέσσεται ἑαυτῷ μᾶλλον τὴν μωρίαν, ἵν’ ὕστερον γένηται σοφός.

Ὁ γὰρ γνωστικὸν ἑαυτὸν δεικνύων καὶ οὐ μᾶλλον πρακτικόν, θαυμάζω εἰ ἐκφεύξεται τὴν ἐκ φυσιώσεως ὁρισθεῖσαν κατάκρισιν. Περὶ δὲ ταπεινῶν γράφει ὅτι λαμβάνουσι χάριν. Εἴ τις ὁμολογεῖ γλυκύτητα τῶν θείων λογίων, μὴ ἐσθίων δὲ ἀπ’ αὐτῆς, ὁ τοιοῦτος πικρίαν αὐτὴν δείκνυσι. Μὴ πικρὸς ὁ λόγος ὅτι «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθείτω μοι;» Εἰ δὲ γλυκύς, διὰ τί θέλοντες πληρῶσαι τὸ ἴδιον θέλημα ἀποβάλλομεν αὐτόν; Ὁ δεικνύων ἑαυτὸν γνωρίζοντα τὴν ὁδὸν τὴν εἰς τὴν πόλιν ἀπάγουσαν, ἢ ὡς καταφρονῶν ἐρωτᾷ ἢ πειράζων καὶ καταγελῶν. Ἐὰν δὲ γινώσκῃ τὴν ὁδόν, μὴ θέλῃ δὲ διοδεῦσαι ἐν αὐτῇ, ὁ τοιοῦτος ὡς ἀμελέστερος κατακρίνεται.

Εἶχε καὶ ὁ ἀββᾶς Ἀρσένιος γνῶσιν, ἀλλ’ οὐκ ἐφανέρωσε. Ταπεινοφρονῶν γὰρ ἔλεγε· «Θέλω σωθῆναι καὶ οὐκ οἶδα πῶς». Ἐὰν οὖν δείξῃ τις τῷ ἀδελφῷ τὴν ὁδὸν καὶ ἀμελήσῃ τοῦ ὁδεῦσαι εἰς αὐτήν, τίς αἴτιος εὑρίσκεται, νόησον, ὁ διδάσκων καὶ ὁ διδασκόμενος; Ἵνα δὲ μάθῃς τὴν ὁδόν, αὕτη ἐστὶν ἵνα τὰ ὁδευόμενα καὶ ὀπίσω βαλλόμενα παρ’ ἡμῶν μὴ ἑλκύσωσιν ἡμᾶς εἰς τὰ ὀπίσω. Ἐπεὶ εὑρισκόμεθα πάλιν εἰς τὸν τόπον ὅθεν ἐξήλθαμεν, κατακεκριμένοι καὶ καταγνώσεως ἄξιοι καὶ εἰκῇ ποιήσαντες τὸν κόπον. Ἵνα δὲ μάθῃς ὅ τι ὁ θέλων γνῶναι ὁδὸν τελείαν. Ἐὰν μὴ συνοδεύσῃ τῷ δεικνύοντι ἀπ’ ἀρχῆς τῆς ὁδοῦ μέχρι τέλους, οὐδέποτε φθάνει τὴν πόλιν. Βάλε τὸ θέλημά σου ὀπίσω σου καὶ ταπεινώθητι ἐν πᾶσι καὶ σῴζῃ.

Περὶ δὲ τῶν ὀπωρῶν, ἰδοὺ δοκίμασον ὡς λέγω σοι καὶ εὑρίσκεις τὴν χλευὴν τῶν δαιμόνων. Μὴ ἀφ’ ἑαυτοῦ ζητήσῃς, κἂν δώσουσί σοι, λαβὲ καὶ φάγε. Ἐὰν δὲ ὀλίγα εἰσί, μηδὲν εἴπῃς, κἂν πολλὰ τὸ ἀρέσκον φάγε, στενάζων διὰ τὴν κατάκρισιν τῆς ἡδονῆς. Εἰ δὲ προφέρει σοι τοὺς ἁγίους, μίμησαι καὶ τὴν ἔκβασιν τῆς ἀποταγῆς καὶ τὴν ἐν τοῖς ἔργοις συγκεκραμένην πίστιν. Χώρις γὰρ ἔργων ἀπεφήνατο ὅτι νεκρά ἐστι.

Καὶ ἐπειδὴ λέγεις εὐσχημόνως, οὐχ εὑρίσκεις εὐπρεπέστερον τοῦ καθ’ ὑποταγὴν γινομένου. Ὑπακοὴ γάρ ἐστι καὶ ἔφησε ὅτι Υἱὸς ὑπήκοος εἰς ζωήν. Περὶ δὲ τοῦ εὔξασθαι κατὰ δύναμιν, κοινή ἐστιν ἡ ἐντολὴ καὶ δεσποτική. Περὶ δὲ τῶν ὀφθαλμῶν, δύνατός ἐστιν ὁ πλάσας αὐτοὺς καὶ φωτίσαι σὺν τοῖς ἔσω ὀφθαλμοῖς. Οἷς ἐὰν συνιῶμεν κατὰ τὴν τοῦ Σωτῆρος φώνην, οὐ χρῄζομεν τούτων τῶν βλεπόντων τὴν τοῦ κόσμου ματαιότητα. Δυνατὸς οὖν ὁ Θεὸς εὑρεθῆναι ἡμᾶς μετὰ τῶν σῳζομένων, εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν καὶ πρὸς ἑτέρους ἐρωτήσαντας· Τίς ἔδωκε τῷ διαβόλῳ τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν; Εἰ νοῆσαι θέλετε τὸ μὴ ὂν ὑμῖν ἀναγκαῖον, τὸ τίς δέδωκε τῷ διαβόλῳ τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν, ἐκ τούτου κατανοήσατε καὶ μὴ ποιήσητε διὰ τὴν ἀγνωσίαν ὑμῶν τὸν Θεὸν αἴτιον εἶναι κακῶν. Ἀφ’ ἑαυτῶν λάβετε τὸ ὑπόδειγμα. Ἐάν τις ὑμῶν ἰδίᾳ προαιρέσει ἐκκλίνῃ εἰς τὸ κακόν, ἐξουσιαστικῶς ποιεῖ τὸ κακόν, καὶ κρίνεται ὑπὸ τοῦ Θεοῦ ὡς ποιήσας τὸ κακὸν ἰδίᾳ ἐξουσίᾳ. Τίς οὖν ἔδωκεν αὐτῷ τὴν ἐξουσίαν; Εἰ ὁ Θεός, καὶ διὰ τί αὐτὸν κρίνει; Μὴ δείξητε διὰ τὴν στρέβλωσιν τοῦ διαβόλου τὸν Θεὸν θελητὴν εἶναι κακῶν. Οὐ γάρ ἐστι τοῦτο, μὴ γένοιτο. Ἀλλὰ κἂν εἶπόν τινες τῶν ἁγίων, ὑμεῖς τελείως οὐ νοεῖτε πῶς εἶπον. Κατὰ τοῦτο γὰρ εἴρηται, ὅτι ὁ Θεὸς ἔδωκεν αὐτῷ τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν παρὰ τὸ μὴ κωλύσαι αὐτὸν ἢ ἐμποδίσαι πρὸς ἀποτέλεσμα τοῦ κακοῦ. Καὶ νοήσατε ἐκ τούτου· «Ἐγὼ ἐσκλήρυνα τὴν καρδίαν Φαραώ.» Εἰ οὖν τοῦτό ἐστι, καὶ διὰ τί αὐτὸν κατακρίνει; Ἀλλὰ τοῦτο φάσκει ὡς ὅτι Οὐ προεπαίδευσα αὐτόν. Καὶ ἀπὸ τῆς βίβλου τοῦ Ἰώβ ἐστι τὸ γνῶναί τινα. Περιέχει γὰρ ὅτι ὁ διάβολος ἀπώλεσεν αὐτοῦ πάντα τὰ ὑπάρχοντα καὶ τὰ τέκνα. Καὶ νόησον αὐτὸν λέγοντα· «Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο, εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.»

Τί οὖν ὀνομάζει τὸν ἀπολέσαντα, ἀλλὰ τὸν μακροθυμήσαντα καὶ δυνάμενον ἐμποδίσαι καὶ κωλύσαι τὸ κακὸν καὶ μὴ ποιήσαντα τοῦτο; Καὶ πρόσχες ὅτι δι’ οὐδὲν ἄλλο εἶπεν αὐτῷ· «Ἰδοὺ δίδωμι αὐτὸν εἰς χεῖράς σου», ἀλλ’ ὅτι τὸν Θεὸν κατηγόρησεν αἴτιον εἶναι τῆς ἐξομολογήσεως τοῦ δικαίου περὶ τῶν εἰς αὐτὸν εὐεργεσιῶν. Τεκνία, μὴ κωλύσας ὁ Θεὸς ὀνομάζεται ὡς δεδωκὼς αὐτῷ τὴν ἀρχήν. Ὁ Θεὸς ἀπ’ ἀρχῆς καλὴν ἀρχὴν αὐτῷ ἐνεπίστευσε καὶ ὁ δώσας οὐκ ἀφείλατο, ὁ δὲ λαβὼν ἀπέθετο καὶ ἀντ’ αὐτῆς ἐνεδύσατο τὴν ἀρχὴν τῶν κακῶν. Μὴ κωλύσας οὖν ὁ Θεὸς ὀνομάζεται ὡς δεδωκώς. Μὴ γὰρ γράφει· Καὶ οὐκ ἠθέλησεν εὐλογίαν καὶ ἐμάκρυνεν αὐτὴν ὁ Θεὸς ἀπ’ αὐτοῦ, ἀλλ’ ὅτι «Καὶ μακρυνθήσεται ἀπ’ αὐτοῦ.» Ὑμεῖς οὖν μὴ ἔχετε τὸν Θεὸν αἴτιον εἶναι κακῶν, ἐπεὶ κατακρινεῖ ὑμᾶς τοῦτο. Ἀλλ’ αὐτὸς ἑαυτῷ ἐπελέξατο τῶν κακῶν τὴν ἀρχὴν καὶ οὐκ ἐνεπόδισεν αὐτῷ ὁ Θεός. Καὶ γὰρ καὶ τοῦτο λέγει· «Καὶ ἠγάπησε κατάραν καὶ ἥξει αὐτῷ» καὶ οὐ λέγει ὅτι «Ὁ Θεὸς ἔδωκεν αὐτὴν αὐτῷ.» Ὑμεῖς οὖν στῆτε ἀσάλευτοι ἐν Κυρίῳ, πιστεύοντες ὅτι ἀρχηγὸς τῆς ζωῆς ἡμῶν καὶ πάντων τῶν ἀγαθῶν ἐστι. Καὶ συγχωρήσατέ μοι συρέντι ὑπὸ ζητημάτων παιδικῶν, ἀφήσαντι τὴν προκειμένην τελειότητα. Τεκνία, εὐλογήσαι καὶ αὐξήσαι τοὺς καρποὺς ὑμῶν ὁ Κύριος Ἰησοῦς Χριστὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Τί ποιήσω Πάτερ, ὅτι θλίβομαι ὡς καταλιπὼν τὰ τέκνα καὶ τὴν γυναῖκα διὰ τὸ εἶναι αὐτοὺς ἀπρονοήτους; Ἀπόκρισις Ἰωάννου· Γέγραπται εἰς τοὺς Γέροντας ὅτι ἀδικηθείς τις ὑπό τινος ἀπῆλθε πρὸς Γέροντα λέγων ὅτι Ἠδικήθην παρά τινος καὶ θέλω ἐμαυτὸν ἐκδικῆσαι. Καὶ εἶπεν αὐτῷ· Μὴ τέκνον, ἀλλὰ μᾶλλον ἔασον αὐτὸν τῷ Θεῷ τὰ ἐκδικήσεως. Ὡς δὲ οὐκ ἔπεισεν αὐτόν, εἶπε ὅτι Ποιήσωμεν εὐχήν. Γινομένης οὖν τῆς εὐχῆς, ὁ Γέρων ἤρξατο λέγειν ἀκούοντος ἐκείνου· Ὁ Θεός, οὐκέτι σου χρείαν ἔχομεν φροντίζειν περὶ ἡμῶν, ἡμεῖς γὰρ ἑαυτοὺς ἐκδικοῦμεν.

Ὁ δὲ κατανυγεὶς ἐπὶ τῷ λόγῳ εἶπεν ὅτι Συγχώρησόν μοι, Κύριε, οὐκέτι γὰρ ἐκδικῶ ἐμαυτόν. Τοῦτο οὖν λέγω σοι· Ἐὰν ἡμεῖς φροντίζωμεν τῆς γυναικὸς καὶ τῶν τέκνων ἡμῶν, ὁ Θεὸς αὐτῶν οὐκέτι φροντίζει. Ἐὰν δὲ ἐάσωμεν, ὁ Θεὸς φροντίζει καὶ ἡμῶν καὶ αὐτῶν. Μὴ οὖν δόξῃ σοι φροντίζειν ἢ εὔχεσθαι ὑπὲρ αὐτῶν, ἵνα μὴ λάβῃς αὐτοὺς εἰς μνήμην καὶ γένηται πάθος ἐν τῇ ψυχῇ σου.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Τί οὖν ποιήσω ὅτι ἐπιμένει μοι σφοδρῶς ἡ λύπη περὶ τοῦ χωρισμοῦ τῆς γυναικός; Ἀπόκρισις Ἰωάννου· Γέγραπται περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ὅτι «Ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Ὥσπερ οὖν ἀπὸ τῆς σαρκός σου ἐὰν κοπῇ μέρος τι, ὀδυνᾶται τὸ ἄλλο σῶμα ἐπὶ χρόνον ἄχρις οὗ θεραπευθῇ τὸ τραῦμα καὶ παύσηται ἡ ὀδύνη, οὕτω καὶ ἐπὶ τούτου ἀνάγκη σοί ἐστιν ἐπὶ χρόνον ὡς τῆς σαρκός σου ἀποκοπείσης ἀπὸ σοῦ ὀδυνᾶσθαι.

Ἀπόκρισις τοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν περὶ τῆς αὐτῆς ἐρωτήσεως· Εἰ «πάντα δυνατὰ τῷ πιστεύοντι», ποῦ ἐστιν ἡμῶν ἡ πίστις; Εἰ τύπον νεκροῦ ἑαυτῷ ἐπελέξω, ἐρώτησον τὸν νεκρὸν εἰ ἐπιθυμεῖ τὴν ἑαυτοῦ γυναῖκα ἰδεῖν ἢ εἰ κρίνεται ὑπὲρ αὐτῆς ἐὰν ἀπέλθῃ καὶ πορνεύσῃ. Εἰ ἀφῆκες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, τί οὐκ εὐαγγελίζῃ τὴν τοῦ Θεοῦ βασιλείαν;

Ἕως πότε κοιμᾶσαι; Γρηγόρησον καὶ φώνησον μετὰ τοῦ Δαβίδ· «Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.» Εἰ «ὑπὲρ πάντας τοὺς διδάσκοντάς σε συνῆκας», νοοῦνται δὲ πονηροὶ δαίμονες οἱ ἐμβάλλοντες εἰς τὴν σὴν καρδίαν ἔτι σφοδροτέρως προστεθήσεταί σοι ὁ τῆς γυναικὸς πόλεμος. Ποῦ ἐκρύβη ἀπὸ σοῦ ὁ γραφικὸς λόγος ὅτι «Πιστὸς ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε» καὶ τὰ ἑξῆς. Καὶ πάλιν τῆς τοῦ Σωτῆρος φωνῆς λεγούσης· «Μὴ μεριμνήσητε εἰς τὴν αὔριον.» Εἰ δὲ ἀπὸ τῆς ἡμῶν ἀσθενείας ταῦτα πάσχομεν, μηδεὶς τυφλὸς ὢν αἰτιάσθω τὸν ἥλιον μὴ φωτίσαντα ἢ βοηθήσαντα αὐτῷ. Εἰ πιστεύεις κατὰ τὸ γεγραμμένον ὅτι ἐκτακήσεται ὡς ἀράχνη τοῦ ἀνθρώπου ἡ ψυχὴ παιδευομένου ὑπὲρ ἀνομίας, τί ἐκλύονται αἱ χεῖρές σου ἀπ’ ἀρχῆς τῶν πολέμων;

Εἰ δυνατὸς ὁ μεθ’ ἡμῶν ὑπὲρ ἡμῶν συντρίψαι πάντας τοὺς ἐχθρούς, τί δεικνύομεν αὐτὸν ἀπέχοντα ἀφ’ ἡμῶν διὰ τὴν ἡμῶν ἀπιστίαν καὶ ἀεργίαν; Εἰ δυνατώτερος αὐτοῦ οὐδεὶς καὶ καυχᾶσαι λέγων ὅτι «Σὺ μεθ’ ἐμοῦ εἶ», ἔχων μεθ’ ἑαυτοῦ τὸν Δυνατόν, εἰπέ μοι τίνα φοβῇ καὶ τρέμεις; Ἀλλὰ ποίησον ἀγάπην καὶ λαβὲ μικρὸν ἐξ ἐκείνου τοῦ οὐρανίου πυρὸς οὗ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν ὁ τῶν ἁπάντων Δεσπότης, ἵνα ὅταν σπείρωνται τὰ ὑπὸ τοῦ ἐχθροῦ ζιζάνια, φλέξῃ τὸ πῦρ καὶ καταφάγῃ αὐτά. Καὶ ἀπὸ τούτου τοῦ πυρὸς λαβὲ καὶ θυμίασον, ἵνα ὀσφρανθῇ σου τῶν θυμιασμάτων ὁ Δεσπότης καὶ ἀγάγῃ τὸν αὑτοῦ Πατέρα σὺν τῷ ζωοποιῷ Πνεύματι, καὶ μονὴν παρὰ σοὶ ποιήσῃ ἐν τῷ σῷ ναῷ, ᾧ παρέστησας σαυτὸν αὐτῷ θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον αὐτῷ. Καὶ τότε θερμανθεὶς ἀπὸ τοῦ τοιούτου πυρός, ἀεὶ ἐπιποθήσεις συνοδοιπόρος καὶ συμπολίτης καὶ συγκληρονόμος τῶν ταῦτα κατορθωσάντων ἁγίων γενέσθαι, «ὅπου ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν» ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Τί ποιήσω, Πάτερ, ὅτι δειλιῶ τὰς νύκτας; Ἀπόκρισις Ἰωάννου· Ἕως τότε οἱ τῆς πόλεως φοβοῦνται τοὺς βαρβάρους, ἐφ’ ὅσον οὐκ ἔχουσι τὴν βοήθειαν τὴν παρὰ τοῦ βασιλέως. Ἐπὰν μέντοι πεπληροφορημένοι ὦσιν ὅτι ἔφθασεν ἐν τῇ πόλει ἢ δοὺξ ἢ στρατηλάτης, οὐκέτι φροντίζουσιν ἀλλὰ ἀμεριμνῶσιν, εἰδότες ὅτι ἐκεῖνοι πολέμουσιν ὑπὲρ αὐτῶν. Ἀλλὰ κἂν ἀκούσωσιν ὅτι ἐπέστησαν οἱ βάρβαροι, οὐ φροντίζουσιν, ἔχοντες τὸν ὑπὲρ αὐτῶν πολεμοῦντα. Καὶ ἡμεῖς οὖν ἐὰν πιστεύωμεν εἰς τὸν Θεόν, ἀφοβούμεθα τοὺς δαίμονας, πέμπει γὰρ ἡμῖν τὴν βοήθειαν αὐτοῦ.

Ἀδελφὸς ἔχων τρεῖς λογισμοὺς καὶ βουλόμενος αὐτοὺς ἐρωτῆσαι τὸν μέγαν Γέροντα, οὐ σαφῶς τὴν ἐρώτησιν ἐποιήσατο, ἀλλὰ δι’ αἰνιγμάτων θέλειν λαθεῖν τὸν ἀββᾶν. Στοιχεῖα γάρ τινα γράψας, καὶ κατὰ διάνοιαν ἐνθυμηθεὶς ὅπερ ἐρωτῆσαι ἐβούλετο, ἑκάστῳ κεφαλαίῳ τὰ δόξαντα αὐτῷ στοιχεῖα ἐν τῇ αὐτοῦ διανοίᾳ ἐνετυπώσατο. Ἦν δὲ τὰ στοιχεῖα ταῦτα· Πρῶτον τὸ ἰῶτα, ᾧτινι κατὰ νοῦν διετύπωσεν ἐρώτησιν περί τε ἡσυχίας ἀκριβοῦς καὶ παντελοῦς σιωπῆς τοῦ μηδενὶ παντελῶς συντυχεῖν. Δεύτερον τὸ κάππα, περὶ διαίτης, δι’ οὗ ἐσημαίνετο εἰ δεῖ ξηροφαγεῖν καὶ ἀοινεῖν, καὶ εἰ δεῖ συντυγχάνειν μόνῳ τῷ ὑπηρέτῃ. Τρίτον τὸ λάμβδα, δι’ οὗ ἐπερωτᾷ εἰ δεῖ συντυχίας ποιεῖσθαι καὶ τῷ σώματι ἐν τῇ τροφῇ συγκαταβαίνειν.

Ὁ δὲ πρὸς ταῦτα ἀπεκρίνατο οὕτως· «Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιά, μηδὲ εἰς τὰ ἀριστερά», ἕως οὗ τὰ δύο ἀμφοτεροδέξια γένηται. Ὁ αὐτὸς ἀδελφὸς τῷ αὐτῷ μεγάλῳ Γέροντι ἐρώτησιν ἑτέραν ἐποιήσατο, οὔτε σαφῶς αὐτὴν ἐρωτήσας, οὔτε στοιχείοις δι’ αἰνιγμάτων, καθὼς τὸ πρότερον αὐτὴν ἐντυπώσας, ἀλλὰ μόνῳ τῷ νοῒ ἐνθυμηθείς. Ἦν δὲ περὶ βάρους ὕπνου καὶ ἀσθενείας ψυχῆς, καὶ αἴτησις περὶ βοηθείας καὶ προσευχῆς ὑπὲρ τῆς αὐτοῦ σωτηρίας. Καὶ τί ἐστι τὸ ῥηθὲν ἐν τῇ ἀποκρίσει ἕως οὗ τὰ δύο ἀμφοτεροδέξια γένηται.

Πρὸς ἃ ὁ Γέρων ἀπεκρίνατο ταῦτα· Τὸ μὲν πρῶτόν ἐστιν ἐπιζήμιον, τὸ δὲ δεύτερον ὠφέλιμον. Καὶ ὅσον ἐπιζήμιόν ἐστι τὸ πρῶτον, τοσοῦτον ὠφελιμώτερόν ἐστι τὸ δεύτερον. Πρὸς ταῦτα πάλιν ἀπορήσας ὁ ἀδελφὸς παρεκάλει μαθεῖν, πῶς τε ἐπιζήμιόν ἐστι καί τί δεῖ ποιῆσαι πρὸς ἐπικουρίαν καί τί ἐστι τὸ ἐν τῇ ἀποκρίσει εἰρημένον περὶ τῶν δύο. Καὶ ἀπεκρίνατο αὐτῷ οὕτως·

Πάντα ὀρθὰ τοῖς συνιοῦσιν, αὕτη ἡ φύσις διδάσκει ἡμᾶς. Καὶ περὶ μὲν τοῦ τί ἐστι τὰ δύο, περὶ ὑμῶν εἶπον, περί τε τοῦ ἐπερωτῶντος, περί τε τοῦ διακονοῦντος τῇ ἀποκρίσει. Περὶ δὲ τοῦ ὕπνου, περὶ ψυχῆς καὶ σώματός ἐστιν. Ἐὰν γὰρ μὴ δουλωθῇ τὸ σωματικὸν τῷ πνευματικῷ, οὐ δύνανται καταπονηθῆναι τὰ πάθη ἀπ’ αὐτοῦ. Διὰ τοῦτο γὰρ παρεπλησίασα τοὺς λογισμοὺς ἀλλήλοις.

Ἀπορήσαντος δὲ αὐτοῦ πάλιν· Τὸ παραπλησιάσαι τοὺς λογισμοὺς ἀλλήλοις, τίποτε ἆρά ἐστι; Καὶ τοῦτο μαθεῖν αἰτοῦντος, ἀπεκρίνατο αὐτῷ ταῦτα· Συγχωρήσατε διὰ τὸν Κύριον, ἐν ἀφροσύνῃ λαλῶ. Ὁ Κύριος εἶπε τοῖς ἑαυτοῦ μαθηταῖς· «Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;» Τὸ κεφάλαιον τὸ πρῶτον καὶ τὸ κεφάλαιον τὸ δεύτερον ἕν ἐστιν.

Ταῦτα ἀκούσας ὁ ἀδελφὸς ἐδήλωσε τῷ Γέροντι· Πάτερ, ὑποτίθημι τὴν ψυχήν μου εἰς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καὶ εἰς τὰς χεῖράς σου. Εὖξαι οὖν ὑπὲρ σωτηρίας τῆς ταπεινῆς μου ψυχῆς. Καὶ πρὸς ταῦτα πέμπει αὐτῷ τὴν ὑποτεταγμένην ἀπόκρισιν διὰ γραμμάτων·

Ἀδελφέ, προσέχωμεν ἑαυτοῖς μετὰ προσοχῆς πολλῆς· Καὶ γὰρ οὐκ ἔστιν ἀφαρεὶ προσέχειν τοῖς πράγμασιν. Εἰ γὰρ ὁ Ἀπόστολος καταλαβὼν ἑαυτὸν κηρύττει μὴ κατειληφέναι, πόσῳ γε μᾶλλον ἡμεῖς, οἱ μηδαμινοί, ὀφείλομεν ταπεινοφρονεῖν.

Ἐπειδὴ οὖν ὡς ἔδοξεν ἡμῖν διὰ τοῦ Θεοῦ δέξασθαι παρὰ σοῦ λογισμοὺς ἐν αἰνίγμασι καὶ ὡσαύτως ἐν αἰνίγμασί σοι ἀπόκρισιν αὐτῶν δοῦναι, ἅτινα μηρυκισμὸν πνευματικὸν ἐμποιεῖ ἐν τῇ λογικῇ ψυχῇ, μάλιστα τοῖς συνιοῦσιν, ἐξερευνῶντες γὰρ τὰ αἰνίγματα, εὑρίσκομεν βρύουσαν τὴν αὐτῶν ὠφέλειαν.

Ἔχοντες οὖν νύσσοντα ἡμᾶς τὸν Ἀπόστολον λέγοντα· «Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι», μηκέτι δι’ αἰνιγμάτων ἀεὶ λέγῃς σου τοὺς λογισμούς. Καὶ γὰρ ἡ ἀνόητός μου ἀπόκρισις ποεῖ σε τοῦ μὴ νοῆσαι, καὶ εἰς ὄχλησιν συνεχεστέραν παρασκευάζει ἡμᾶς τοὺς ἀμφοτέρους.

Ὡς ἀληθῶς γάρ, οὔτε ὠφέλιμόν ἐστιν ἡμῖν τὸ διὰ παντὸς αἰνιγματωδῶς λαλεῖν ἢ γράφειν ἀλλήλοις, κἂν ἴδωμεν ὅτι κεχάρισται ἡμῖν τοῦτο ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ γινομένης ἀνάγκης. Ἐπειδὴ κατὰ Θεὸν «μέλη ἐσμὲν ἀλλήλων», καὶ τὸ «ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρά» ἔχομεν, φανερῶς εἰπέ σου τοὺς λογισμοὺς διὰ τοῦ ἀδελφοῦ ἢ γράψον καὶ οὕτως ἀκούεις. Αὕτη γὰρ ἀμφοτέροις ταπείνωσίς ἐστιν. Τί γὰρ χρεία, εἰπέ μοι, διὰ ὑψηλῶν λαλεῖν δυναμένων διὰ ταπεινώσεως παρελθεῖν; Καὶ τοῦτο δὲ σπανίως ποίει. Ὠφελεῖ γὰρ τὴν καρδίαν ἡ συντριβὴ ἡ μετὰ τῶν λογισμῶν, τὸ οὖν εἰπεῖν σε· Ὑποτίθημι τὴν ψυχὴν καὶ τὸ σῶμα. Εἴ τις διὰ τὸν Θεὸν φρονεῖ ὑποταγῆναι τῷ ἰδίῳ ἀδελφῷ, νοητέον ἐστὶν ὅτι τῷ ὑποτάσσεται.

Αὐτὸς οὖν δύναται ἐξυπνίσαι ἡμᾶς ἐκ τοῦ ὕπνου τῆς νοητῆς μέθης. Καθὼς δὲ ᾔτησάς μοι εὔξασθαι, κἀγώ σε παρακαλῶ τὸ αὐτό. Γραφικὸς γὰρ ὁ λόγος, φησὶ δὲ ὅτι καὶ ἰαματικός. Ἐπειδὴ οὖν τὰ δύο κεφάλαια ὡς δυσεύρετα ἡμῖν ἐστιν, ἰδοὺ φανερῶς λέγω· Τὸ κατὰ τὴν πρώτην γραφὴν ἰδικῶς ἐστι περὶ σοῦ καὶ τοῦ ἐμοῦ υἱοῦ καὶ ὑπηρέτου Σερίδου. Καὶ τὸ δεύτερον κεφάλαιον περὶ ψυχῆς καὶ σώματος, καὶ ταὐτὸν νοεῖται εἰς τὸ σωματικὸν καὶ πνευματικόν. Φησὶ γάρ· «Ἐὰν συμφωνήσωσι δύο ἐξ ὑμῶν, εἴ τι ἂν αἰτήσωνται προσευχόμενοι λήψονται.» Νοεῖται δὲ τοῦτο καὶ εἰς ἡμᾶς πάντας. Ἐὰν γὰρ μὴ συμφωνήσωμεν, οὐδέποτε φαίνεται παρ’ ἡμῖν διαγωγὴ καθαρά. Εὖξαι οὖν ἀδελφέ, ἵνα ἐξέλθωμεν εἰρηνικῶς τὰς μικρὰς ἡμῶν ἡμέρας, οὐ γὰρ ὡς ἔτυχέν ἐστιν. «Ὁ γὰρ προσκολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.» Δώῃ πᾶσιν ἡμῖν τοῦτο τὸ πέραμα τοῦ πελάγους διελθεῖν ἀβλαβεῖς ἐν τῷ ὀνόματι αὐτοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Κτῆσαι ταπείνωσιν, ὑπομονήν, ἐλπίδα, καὶ τὴν πάντων μειζοτέραν εἰς Θεὸν ἀγάπην.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα ἀποσταλεῖσα διὰ γραμμάτων· Συγχώρησόν μοι, Πάτερ. «Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με», φησὶν ἡ Γραφή. Ὥσπερ ὁ ἰατρὸς καίων ἢ τέμνων, γινώσκει ὅτι καὶ τὴν θεραπείαν ὁ ἄρρωστος καρποῦται, οὕτως καὶ ὁ νοσῶν οἶδε μὲν ὅτι τεμνόμενος ἀλγεῖ, τὴν δὲ θεραπείαν ἀναμένει. Ἰδοὺ ὡς προείρηκα καὶ νῦν λέγω· «Ἐπὶ στόματος γὰρ δύο ἢ τριῶν μαρτύρων», καθώς φησιν ἡ Γραφή, σταθήσεται πᾶν ῥῆμα, τῷ Θεῷ καὶ τῇ ὁσιότητι ὑμῶν ἑαυτὸν παραδίδωμι.

Εἰ γὰρ ὑπολαμβάνω ὅτι ἀφ’ ἑαυτοῦ μόνου ὧδε οὐκ ἦλθον. Λοιπὸν οὖν αὐτὸς τὰ κατ’ ἐμὲ πάντα εἰδώς, φανέρωσον Πάτερ ὅσιε, ἐπειδὴ ἐν συγχύσει πολλῶν παθῶν καὶ λογισμῶν ἡ καρδία μου ἀπολέλειπται. Πάντα οὖν ἕτοιμός εἰμι τὰ παρὰ σοῦ, Θεοῦ θέλοντος, δέξασθαι προθύμως μετὰ χαρᾶς, προσευχομένου σου ὑπὲρ ἐμοῦ. Κἀγὼ δὲ ὡς ἐκέλευσας γράφω ἢ λέγω διὰ τοῦ κυρίου τοῦ ἀββᾶ.

Ἀπόκρισις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν δι’ ἐπιστολῆς· Ἀδελφέ, ἰδοὺ δεύτερόν σοι τοῦτο ἐπιστόλιον πέμπω ἐπιτρέποντος τοῦ Θεοῦ, δι’ οὗ παρακαλῶ τὴν σὴν ἐν Θεῷ ἀγάπην ἐξυπνίσαι σου τὸν νοητὸν ὀφθαλμὸν τὸν νυστάζοντα ἀπὸ ἀκηδίας, ἵνα μὴ ὑπνώσῃ εἰς θάνατον. Καὶ σὺ οὖν γρηγόρησον τὸν νοῦν τοῦ συνιέναι «χοροβατῆσαί σου τὴν γῆν» τὴν νοητήν, μήποτε βλαστήσωσιν αἱ ἄκανθαι καὶ πνίξωσι τὸν σπόρον, κατὰ τὸ εἰρημένον· «Κύκλῳ γὰρ ἀσεβεῖς περιπατοῦσιν.» Ἀλλ’ ἰσχυρός ἐστιν ὁ δυνάμενος τὸν ζυγὸν καὶ τὸ κέρας αὐτῶν συντρίψαι διὰ τάχους. Ἀμήν.

Τίς ποτε τῶν πατέρων ἔχων τρεῖς λογισμοὺς ἔπεμψεν ἐρωτῶν τὸν μέγαν Γέροντα περὶ αὐτῶν οὐ σαφῶς, ἀλλὰ δι’ αἰνιγμάτων, βουλόμενος λαθεῖν τὸν ἀββᾶν Σέριδον τὸν διακονοῦντα τῇ ἀποκρίσει. Τρία γὰρ στοιχεῖα γράψας, ἀπέστειλε τῷ Γέροντι, ἐν τῇ καρδίᾳ τυπώσας ἐπὶ ἑκάστῳ στοιχείῳ ἰδικήν τινα ἐρώτησιν, καὶ ἀπεκρίθη αὐτῷ ὁ Γέρων ὁμοίως δι’ αἰνιγμάτων, προσφυῶς ἐπιλυσάμενος ἕκαστον τῶν ἐρωτημάτων αὐτοῦ.

Ἐκώλυσε δὲ αὐτὸν τοῦ ἔτι οὕτως αἰνιγματωδῶς ἐρωτῆσαι, εἰπὼν ὅτι τοῦτο οὔτε ταπεινοφροσύνης ἐστί, καὶ ταραχῆς ἀμφοτέροις γίνεται πρόξενον, ἤγουν τῷ τε ἐρωτῶντι καὶ τῷ ἐρωτωμένῳ, προχωρουσῶν ἀνοήτως καὶ ἀσαφῶς τῶν ἐρωτήσεων καὶ τῶν ἀποκρίσεων ὁμοίως, καὶ ἐμβαλουσῶν ἑκατέρους εἰς ὄχλησιν. Ὁ αὐτὸς δὲ μέγας Γέρων ἔγραψε πρὸς τὸν αὐτὸν καί τινας ἑτέρους γέροντας ἐρωτήσαντας, παραινέσεις τινὰς καὶ δόγματα θεολογικὰ κατὰ ἀλφάβητον, ἓν ἕκαστον στοιχεῖον εἰς Θεὸν ἐκλαμβάνων καὶ συνάγων καὶ συντιθεὶς λέξεις τῷ ἑρμηνευομένῳ στοιχείῳ καταλλήλους καὶ ἐξ αὐτοῦ ἀρχομένας, εἶτα καὶ εἰς πολὺ ἐξαπλῶν καὶ διαφόρους θεωρίας ἀνάγων ἑκάστης λέξεως ἐπεξήγησιν. Καὶ ἐκ ταύτης οὖν αὐτοῦ τῆς πραγματείας ἀπολεξάμενοι μέρος τι τῶν ἐν τῷ ἦτα θεωριῶν, ἐνταῦθα ἐνεγράψαμεν εἰς δεῖγμα τοῦ ὅλου ἀλφαβήτου, ὃν ὁ ἅγιος ἐρωτηθεὶς ἡρμήνευσεν·

Ἦτά ἐστιν ἡγούμενος. Ὁ δὲ ἡγούμενος ὁδηγός ἐστι. Ὁδηγεῖ σε εἰς τὸ φῶς, μὴ ζητήσῃς τὸ σκότος. Ὁδηγεῖ σε εἰς τὴν εὐθύτητα, μὴ ζητήσῃς τὸ ψεῦδος. Ὁδηγεῖ σε εἰς τὴν ἀλήθειαν, μὴ ἐκκλίνῃς εἰς τὴν πλάνην. Ὁδηγεῖ σε εἰς τὴν εἰρήνην, μὴ ζητήσῃς τὴν μάχην. Ὁδηγεῖ σε εἰς χαράν, μὴ δράμῃς εἰς λύπην.

Ὁδηγεῖ σε εἰς ταπείνωσιν, μὴ ἔλθῃς εἰς ὑπερηφανίαν. Ὁδηγεῖ σε εἰς δικαιοσύνην, μὴ ζητήσῃς ἀνομίαν. Ὁδηγεῖ σε εἰς τὸ βαστάσαι ὕβρεις κατ’ αὐτὸν καὶ ἀτιμίας, μὴ ζητήσῃς ἔπαινον καὶ κενοδοξίαν. Ὁδηγεῖ σε εἰς κακοπάθειαν, μὴ ζητήσῃς ἀνάπαυσιν.

Ὁδηγεῖ σε εἰς δεξιάν, μὴ σταθῇς ἐξ εὐωνύμων. Ὁδηγεῖ σε εἰς ζωὴν αἰώνιον, μὴ ζητήσῃς κόλασιν αἰώνιον ἐν γεέννῃ τοῦ πυρὸς τοῦ ἀσβέστου. Τὸ σημεῖον οὖν τοῦ ἀποβάλλοντος τὰ ἀποβλητά ἐστιν ἡ ἐπιλογὴ τῶν ἀγαθῶν, καὶ τὸ μηδεμίαν ἀθετηθῆναι τῶν καθημερινῶν καὶ νυκτερινῶν αἰτήσεων.

Χαιρέτω ἐν Κυρίῳ ὁ φθάσας ταῦτα, καὶ ὁ μέλλων καὶ ὁ προσδοκῶν. Τὸ ἦτα ἡ δεξιά ἐστι τοῦ Πατρός. Εἶ οὖν ἐν τῇ δεξιᾷ, μὴ ἀποπηδήσῃς εἰς τὴν ἀριστεράν, ἐπεὶ ἀπολεῖς τὴν περὶ σὲ γενομένην δύναμιν. «Δεξιὰ γὰρ Κυρίου ὕψωσέ με, δεξιὰ Κυρίου ἐποίησε δύναμιν.» Ποιεῖ ὁ Θεὸς τὴν δύναμιν τοῖς ἀγωνιζομένοις καὶ μάλιστα τοῖς μένουσιν ὑπὸ τὴν σκέπην τῆς δεξιᾶς αὐτοῦ. Καί τινές εἰσιν οἱ νήφοντες καὶ μετὰ ἀκριβείας πάντοτε προσέχοντες ἑαυτοῖς τοῦ μὴ ἐκπεσεῖν ἐκ τῆς τοιαύτης σκέπης ἢ διὰ γαστριμαργίας ἢ διὰ πορνείας ἢ διὰ φιλαργυρίας ἢ διὰ λύπης ἢ διὰ ἀκηδίας ἢ δι’ ὀργῆς ἢ διὰ θυμοῦ ἢ διὰ καταλαλιᾶς ἢ διὰ μίσους ἢ διὰ κενοδοξίας καὶ δι’ ὑπερηφανίας, ἢ διὰ τοῦ ἁπλῶς ἀφῆσαί τι ἐκ τοῦ σπέρματος Ἀμαλὴκ εἰς τὴν νοητὴν γῆν τῶν ἐπαγγελιῶν. Τὸ σημεῖον οὖν τοῦ σεσωσμένου ἀνθρώπου ἐστὶν ὁ καθαρισμὸς τούτων ἁπάντων καὶ τὸ συνάδειν τοῖς ἀγγέλοις τοῦ θεοῦ. Χαιρέτω ἐν Κυρίῳ ὁ φθάσας ταῦτα, καὶ ὁ μέλλων καὶ ὁ προσδοκῶν.

Ἦτα ἡ ἄφθαρτος θυσία ἐστίν, ἡ τυθεῖσα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Καὶ ὁ ἐσθίων ἐξ αὐτῆς ἀληθῶς καὶ αὐτὸς θύεται καὶ οὐ κατακυριεύεται ὑπὸ τῆς νοητῆς φθορᾶς. Πάντα γὰρ τὰ ἔργα τοῦ διαβόλου καὶ τὰ πάθη αὐτοῦ καὶ οἱ λογισμοὶ αὐτοῦ διαφθορά εἰσιν, ἐμφωλεύοντα ἐν τῷ ἀνθρώπῳ ὥσπερ τινὲς σκώληκες. Καὶ γὰρ περὶ τοῦ τοιούτου εἶπεν ὁ Κύριος ὅτι «Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν» εἰς αὐτόν, τοῦτ’ ἔστιν οἱ δαίμονες, «καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις», τοῦτ’ ἔστιν οἱ ἄρχοντες τοῦ ἀέρος, «καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι.» Ὁ οὖν νομίζων ἐν ἑαυτῷ ὅτι ἤδη ἐτύθη, ψηλαφησάτω εἰ οὐκ ἐμφωλεύουσιν ἐν αὐτῷ οἱ τοιοῦτοι σκώληκες. Καὶ ἐὰν μὴ εὕρῃ, δῆλόν ἐστιν ὅτι συναπέθανε τῷ Ἰησοῦ καὶ συνέζησε καὶ συνεκάθισεν ἐν δόξῃ. Τὸ δὲ σημεῖον τοῦ συγκαθίσαι ἐστὶν ὁ λόγος τοῦ Σωτῆρος, ὁ λέγων τοῦ εἶναι τοὺς πιστεύοντας εἰς αὐτὸν ἕν, καθὼς καὶ αὐτὸς ἐν τῷ Πατρί.

Εὑρίσκονται οὖν οἱ καθαροὶ ἀπὸ τῶν παθῶν πιστοὶ ἐν τῷ Υἱῷ καὶ ἐν τῷ αὐτῷ Πατρὶ εἰς ἕν. Χαιρέτω ἐν Κυρίῳ ὁ φθάσας ταῦτα, καὶ ὁ μέλλων καὶ ὁ προσδοκῶν. Ἦτα ἡ χαρὰ τοῦ Πατρός ἐστιν. Ἡ δὲ χαρὰ τοῦ Πατρὸς ὁ Υἱός ἐστιν. Καὶ ἐν αὐτῷ χαίρουσιν οἱ χοροὶ τῶν ἀγγέλων. Καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἠθλοφόρησαν οἱ μάρτυρες. Εἰς αὐτὸν θαρροῦντες ἀγωνίζονται οἱ ἅγιοι. Ἐν αὐτῷ ἐπήρθη ἀπὸ τῆς γῆς ἡ κατάρα. Ἐν αὐτῷ ἐξηλίφη τὸ καθ’ ἡμῶν χειρόγραφον διὰ τοῦ σταυροῦ αὐτοῦ, καὶ οὐκέτι δουλεύομεν τῷ ἐχθρῷ.

Ἐλευθερωθέντες οὖν ἀπ’ αὐτοῦ, δουλεύωμεν «τῷ καλέσαντι ἡμᾶς κλήσει ἁγίᾳ», «ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος», καὶ γενώμεθα ἅγιοι. Φησὶ γάρ· «Γίνεσθε ἅγιοι καθὼς ἐγὼ ἅγιός εἰμι.» Ἐλευθερωθέντες οὖν ἀπὸ τῆς ταύτης κατάρας, μὴ πάλιν γενώμεθα αὐτῆς δοῦλοι, ἀλλὰ μείνωμεν ἐν τῇ ἐλευθερίᾳ. Ἀκούσατε· «Ἰδοὺ ὑγιεῖς ἐγένεσθε, μηκέτι ἁμαρτήσητε ἵνα μὴ χεῖρόν τι πάθητε.» Τὸ δὲ σημεῖον τοῦ φθάσαντος τὸ μέτρον τοῦτο, ἔστι τὸ φυλάξαι ἣν ἔλαβεν ἐλευθερίαν ἕως ὑστέρας ἀναπνοῆς. Χαιρέτω ἐν Κυρίῳ ὁ φθάσας ταῦτα, καὶ ὁ μέλλων καὶ ὁ προσδοκῶν.

Ἦτα ἤλ ἐστι. Τὸ δὲ ἢλ ὁ Θεός ἐστι. Προφητεύων γὰρ Ἠσαΐας εἶπεν· «Ἐμμανουήλ.» Καὶ ἑρμήνευσεν ὁ θεσπέσιος Ματθαῖος ὁ ἅγιος εὐαγγελιστὴς τῆς ἀρρήτου χαρᾶς λέγων· «Ἐμμάν, μεθ’ ἡμῶν· Ἤλ, ὁ Θεός.» Ψηλαφήσωμεν οὖν ἑαυτούς, εἰ ἀληθῶς ἐστι μεθ’ ἡμῶν ὁ Θεός. Καὶ εἰ ἐμακρύνθημεν ἀπὸ τῶν κακῶν, καὶ ξένοι τῷ τεχνίτῃ αὐτῶν διαβόλῳ γεγόναμεν, ἀληθῶς μεθ’ ἡμῶν ὁ Θεός. Εἰ ἐπικράνθη ἡμῖν καὶ ἠδυνήθη ἡ τῶν ἀγαθῶν πράξεων ἐπιθυμία, καὶ τὸ πάντοτε ἔχειν ἐν τοῖς οὐρανοῖς τὸ πολίτευμα, ἀληθῶς μεθ’ ἡμῶν ὁ Θεός. Εἰ πάντας ἀνθρώπους βλέπομεν ἓν καὶ ὅλας τὰς ἡμέρας ἴσας, ἀληθῶς μεθ’ ἡμῶν ὁ Θεός. Εἰ ἀγαπῶμεν τοὺς μισοῦντας ἡμᾶς καὶ τοὺς ὀνειδίζοντας καὶ τοὺς ὑβρίζοντας καὶ καταφρονοῦντας καὶ ζημιοῦντας καὶ θλίβοντας ὡς τοὺς ἀγαπῶντας ἡμᾶς καὶ ἐπαινοῦντας καὶ κερδοποιοῦντας καὶ ἀναπαύοντας, ἀληθῶς μεθ’ ἡμῶν ὁ Θεός. Τὸ δὲ σημεῖον τοῦ φθάσαντος εἰς τὸ μέτρον τοῦτο, ἔστι τὸ ἔχειν μεθ’ ἑαυτοῦ πάντοτε τὸν Θεόν—πάντοτε γάρ ἐστι μετ’ αὐτοῦ ὁ Θεός—καὶ τὸ ἰδεῖν αὐτὸν ἔχειν τὰ πάντα ταῦτα. Χαιρέτω ἐν Κυρίῳ ὁ φθάσας ταῦτα, καὶ ὁ μέλλων καὶ ὁ προσδοκῶν.