Ἔργον
Μέγας Βασίλειος – Ἀσκητικαὶ διατάξεις
Το ιδεώδες του κοινοβιακού βίου
Εισαγωγή στην τέλεια κοινωνία του κοινοβίου, το οποίο προβάλλεται ως μίμηση της αγγελικής πολιτείας και εικόνα της επουράνιας ομόνοιας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το ιδεώδες του κοινοβιακού βίου
Εισαγωγή στην τέλεια κοινωνία του κοινοβίου, το οποίο προβάλλεται ως μίμηση της αγγελικής πολιτείας και εικόνα της επουράνιας ομόνοιας.
ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ. Πρὸς τοὺς ἐν κοινοβίῳ κανονικούς. Περὶ μὲν οὖν τοῦ καθέκαστον ἀσκητοῦ, καὶ τοῦ τὸν μονήρη βίον ἀσπασαμένου, ἐν τοῖς ἔμπροσθεν, ὡς ἐνῆν, δεδηλώκαμεν· ὅπως, τήν τε ψυχὴν πρὸς τὸ καλὸν ἐξασκῶν, καὶ τὸ σῶμα πρὸς τὸ δέον οἰκονομῶν, δύναιτ᾽ ἂν ἡμῖν τὸν ἀκριβῆ χαρακτηρίσαι φιλόσοφον· ἐπεὶ δὲ οἱ πλεῖστοι τῶν ἀσκητῶν κατὰ συστήματα πολιτεύονται, ἀλλήλοις τὰ φρονήματα πρὸς ἀρετὴν παραθήγοντες, καὶ τῇ τῶν κατορθωμάτων ἀντιπαραθέσει παρορμῶντες ἑαυτοὺς ἐπὶ τὴν τοῦ καλοῦ προκοπὴν, δίκαιον ᾠήθημεν, καὶ τούτοις τὴν διὰ τῶν λόγων παράκλησιν εἰσενέγκασθαι. Χρὴ δὲ, πρότερον ἐγνωκότας αὐτοὺς, ὁπόσου καὶ πηλίκου μεταποιοῦνται καλοῦ, οὕτω τὴν ἐπὶ τοῦτο προτροπὴν ὑποδέξασθαι, ἵνα προθυμίαν καὶ σπουδὴν ἐξίαν τῆς τοῦ κατορθώματος ἀρετῆς ἐπιδείξωνται.
Πρῶτον μὲν οὖν ἐπὶ τὸ κατὰ φύσιν καλὸν ἐπανέρχονται, τὴν κοινωνίαν καὶ τὴν συνδιαίτησιν ἀσπαζόμενοι. Κοινωνίαν γὰρ βίου τελεωτάτην ἐγὼ καλῶ, ἐν ᾗ κτήσεως μὲν ἰδιότης ἐξώρισται, γνώμης δὲ ἐναντίωσις ἀπελήλαται, ταραχὴ δὲ πᾶσα, καὶ φιλονεικία, καὶ ἔριδες ἐκ ποδῶν ἑστήκασι· κοινὰ δὲ τὰ σύμπαντα, ψυχαὶ, γνῶμαι, σώματα, καὶ ὅσοις τὰ σώματα τρέφεται καὶ θεραπεύεται· κοινὸς ὁ Θεὸς, κοινὸν τὸ τῆς εὐσεβείας ἐμπόρευμα, κοινὴ ἡ σωτηρία, κοινὰ τὰ ἀγωνίσματα, κοινοὶ οἱ πόνοι, κοινοὶ οἱ στέφανοι, εἷς οἱ πολλοὶ, καὶ ὁ εἷς οὐ μόνος, ἀλλ᾽ ἐν πλείοσι.
Τί ταύτης τῆς πολιτείας ἴσον; τί δὲ μακαριώτερον; τί τῆς συναφείας καὶ τῆς ἑνώσεως ἀκριβέστερον; τί τῆς τῶν ἠθῶν καὶ τῶν ψυχῶν συγκράσεως χαριέστερον; Ἄνθρωποι ἐκ διαφόρων γενῶν καὶ χωρῶν κινηθέντες εἰς τοσαύτην ἀκρίβειαν ταυτότητος συνηρμόσθησαν, ὥστε μίαν ψυχὴν ἐν πολλοῖς σώμασι θεωρεῖσθαι, καὶ τὰ πολλὰ σώματα μιᾶς γνώμης ὄργανα δείκνυσθαι. Ὁ ἀσθενῶν τὸ σῶμα πολλοὺς ἔχει τῇ διαθέσει συγκάμνοντας· ὁ νοσῶν καὶ καταπίπτων τῇ ψυχῇ πολλοὺς ἔχει τοὺς ἰωμένους καὶ συνδιανιστῶντας αὐτόν. Ἀλλήλων ἰσόδουλοι, ἀλλήλων κύριοι, καὶ ἐν τῇ ἀμάχῳ ἐλευθερίᾳ τὴν ἀκριβεστέραν δουλείαν ἀλλήλοις ἀντεπιδείκνυνται, ἣν οὐκ ἀνάγκη περιστάσεως πρὸς βίαν ἐπήγαγε, πολλὴν φέρουσα τοῖς ἁλοῦσι τὴν ἀθυμίαν, ἀλλὰ γνώμης τὸ αὐθαίρετον μετ᾽ εὐφροσύνης ἐδημιούργησεν· ἀγάπης τοὺς ἐλευθέρους ὑποτασσούσης ἀλλήλοις, καὶ τῷ αὐθαιρέτῳ τὸ ἐλεύθερον φυλαττούσης.
Τοιούτους ἡμᾶς ἐξ ἀρχῆς ὁ Θεὸς εἶναι βεβούληται, καὶ ἐπὶ τούτοις ἐδημιούργησεν. Οὗτοι τὸ ἀρχαῖον ἀνακαλοῦνται καλὸν, τοῦ ἀρχιπάτορος Ἀδὰμ τὴν ἁμαρτίαν ἐπικαλύπτοντες. Διαίρεσις γὰρ, καὶ διάστασις, καὶ πόλεμος οὐκ ἂν ἦν ἐν ἀνθρώποις, μὴ τῆς ἁμαρτίας διατεμούσης τὴν φύσιν.
Οὗτοι ἀκριβεῖς μιμηταὶ τοῦ Σωτῆρος καὶ τῆς κατ᾽ αὐτὸν ἐν σαρκὶ πολιτείας ὑπάρχουσιν. Ὥσπερ γὰρ ἐκεῖνος, χορὸν μαθητῶν συστησάμενος, κοινὰ τὰ πάντα, καὶ κοινὸν ἑαυτὸν τοῖς ἀποστόλοις παρέσχηκεν· οὕτω καὶ οὗτοι τῷ καθηγουμένῳ πειθόμενοι, οἵγε καλῶς τὸν κανόνα τοῦ βίου διαφυλάσσοντες, τὴν τῶν ἀποστόλων καὶ τοῦ Κυρίου πολιτείαν μετ᾽ ἀκριβείας μεμίμηνται. Οὗτοι τὴν τῶν ἀγγέλων ζωὴν ἐζηλώκασι, τὸ κοινωνικὸν, ὥσπερ ἐκεῖνοι, δι᾽ ἀκριβείας φυλάξαντες. Οὐκ ἔστιν ἐν ἀγγέλοις ἔρις, οὐ φιλονεικία, οὐκ ἀμφισβήτησις ἕκαστος τὰ πάντων ἔχει, καὶ πάντες ὁλόκληρα παρ᾽ ἑαυτοῖς τὰ καλὰ ταμιεύονται. Οὐ γάρ ἐστιν ὕλη ἐμπερίγραπτος ὁ τῶν ἀγγέλων πλοῦτος, δεομένη τομῆς, ἡνίκα ἂν αὐτὴν πλείοσιν ἐπινέμεσθαι δέῃ· ἀλλ᾽ ἄϋλος ἡ κτῆσις, καὶ διανοίας ὁ πλοῦτος.
Καὶ διὰ τοῦτο παρ᾽ ἑκάστοις ὁλόκληρα τὰ καλὰ μένοντα πάντας ἰσοτίμως πλουσίους ἐργάζεται, ἀναμφισβήτητον αὐτοῖς καὶ ἄμαχον τὴν οἰκείαν κτῆσιν παρέχοντα. Θεωρία γὰρ τοῦ ἀνωτάτου καλοῦ, καὶ ἀρετῶν σαφεστάτη κατάληψις, τῶν ἀγγέλων ἐστὶ θησαύρισμα, πρὸς ἃ βλέπειν ἅπασιν ἔξεστιν, ὁλόκληρον αὐτῶν τὴν γνῶσιν καὶ τὴν κτῆσιν ἑκάστου λαμβάνοντος. Τοιοῦτοι οἱ κατὰ ἀλήθειαν ἀσκηταὶ, οὐ τῶν γηίνων μεταποιούμενοι, ἀλλὰ τῶν οὐρανίων ἀμφισβητοῦντες, καὶ ἀμερίστοις διανομαῖς τὰ αὐτὰ οἱ πάντες παρ᾽ ἑαυτοῖς ἕκαστος ὁλόκληρα θησαυρίζοντες.
Ἀρετῆς γὰρ ἡ κτῆσις, καὶ κατορθωμάτων ὁ πλοῦτος, καὶ πλεονεξία ἐπαινετὴ, καὶ ἀδάκρυτος ἁρπαγὴ, καὶ ἀπληστία στεφανουμένη, καὶ ὁ μὴ βιαζόμενος ἔνοχος. Πάντες ἁρπάζοντες, καὶ οὐδεὶς ἀδικούμενος, καὶ διὰ τοῦτο εἰρήνη τῷ πλούτῳ βραβεύουσα.
Οὗτοι τῆς ἐπηγγελμένης βασιλείας τὰ ἀγαθὰ προαρπάζουσι, τὴν ἐνάρετον ἑαυτῶν πολιτείαν καὶ κοινωνίαν ἀκριβὲς μίμημα τῆς ἐκεῖσε διαγωγῆς καὶ καταστάσεως παριστῶντες. Οὗτοι τὴν ἀκτησίαν τελείως κατώρθωσαν, οὐδὲν ἴδιον ἔχοντες, ἀλλήλων δὲ τὰ πάντα. Ἡλίκων ἡμῖν ἀγαθῶν ἡ τοῦ Σωτῆρος ἐνανθρώπησις πρόξενος γέγονε, σαφῶς οὗτοι τῷ βίῳ τῶν ἀνθρώπων ὑπέδειξαν, τὴν διεῤῥωγυῖαν τῶν ἀνθρώπων φύσιν, καὶ εἰς μυρία κατατμηθεῖσαν, τό γε ἐπ᾽ αὐτοῖς, πάλιν συνάγοντες πρὸς ἑαυτήν τε καὶ πρὸς τὸν Θεόν. Τοῦτο γὰρ τὸ κεφάλαιον τῆς τοῦ Σωτῆρος κατὰ σάρκα οἰκονομίας, ἵνα τὴν ἀνθρωπίνην φύσιν πρὸς ἑαυτήν τε καὶ πρὸς ἑαυτὸν συναγάγῃ, καὶ τὴν πονηρὰν κατατομὴν ἐξελὼν, τὴν ἀρχαίαν ἀνακαλέσηται ἕνωσιν· καθάπερ τις ἄριστος ἰατρὸς σῶμα κατὰ πολλὰ μέρη διαιρεθὲν φαρμάκοις σωτηρίοις ἀνασυνδέων.
Καὶ ταῦτα διῆλθον, οὐχ ἵνα φιλοτιμήσωμαί τι, καὶ τοῖς λόγοις ἐπάρω τὰ τῶν κοινοβιακῶν κατορθώματα (οὐ γὰρ τοσαύτη δύναμις τῶν ἐμῶν λόγων, ὥστε τὰ μεγάλα σεμνύνειν, τοὐναντίον δὲ μᾶλλον καὶ ἀμαυροῦν τῇ περὶ τὴν διήγησιν ἀσθενείᾳ), ἀλλ᾽ ἵνα, ὡς οἷόν τε, διέλθω καὶ ἐπιδείξω τὸ τοῦ κατορθώματος ὕψος καὶ μέγεθος. Τί γὰρ ἂν εἰς ἴσον ἔλθοι τῷ καλῷ τούτῳ διὰ συγκρίσεως; Ὅπου γὰρ πατὴρ μὲν εἷς μιμούμενος τὸν ἄνω Πατέρα, παῖδες δὲ πολλοὶ νικᾷν ἐσπουδακότες ἀλλήλους ταῖς περὶ τὸν προστάτην εὐνοίαις, παῖδες πρὸς ἑαυτούς τε ὁμονοοῦντες, καὶ τὸν πατέρα ταῖς ἐναρέτοις πράξεσι δεξιούμενοι, οὐ φύσιν τῆς συναφείας αἰτίαν ἐπιγραφόμενοι, λόγον δὲ φύσεως βεβαιότερον τῆς ἑνώσεως ἀρχηγὸν καὶ φύλακα ποιησάμενοι, καὶ Πνεύματος ἁγίου δεσμῷ κρατούμενοι. Τίνα ἂν εἰκόνα τῶν ἐπὶ τῆς γῆς εἰς παράστασιν ἔχοιεν τῆς τοῦ κατορθώματος ἀρετῆς; Ἀλλὰ τῶν μὲν ἐπὶ τῆς γῆς οὐδεμίαν· μόνη δὲ ἡ ἄνω λείπεται. Ἀπαθὴς ὁ ἄνω Πατήρ· δίχα πάθους καὶ οὗτος, λόγῳ τοὺς ἅπαντας προσαγόμενος. Ἄφθοροι οἱ παῖδες τοῦ ἄνω Πατρός· ἀφθορία καὶ τούτους εἰσεποιήσατο. Ἀγάπη συνδεῖ τὰ ἄνω· ἀγάπη καὶ τούτους πρὸς ἀλλήλους συνήρμοσεν.
Ὄντως ἀπαγορεύει πρὸς τὴν τοιαύτην φάλαγγα καὶ αὐτὸς ὁ διάβολος, οὐκ ἀρκῶν πρὸς τοσούτους ἀγωνιστὰς, οὕτως εὐσταλῶς καὶ συγκεκροτημένως κατ᾽ ἐκείνου στρατεύοντας, καὶ τοσοῦτον τῇ ἀγάπῃ συνησπικότας ἀλλήλοις καὶ φραττομένους τῷ Πνεύματι, ὥστε μήτε βραχυτάτην τινὰ παρείσδυσιν ταῖς ἐκείνου βολαῖς παρασχεῖν. Σκόπει μοι τὴν τῶν ἑπτὰ Μακκαβαίων σύμφωνον ἄθλησιν, καὶ εὑρήσεις παρὰ τούτοις θερμοτέραν τὴν συμφωνίαν. Περὶ τούτων Δαβὶδ ὁ προφήτης ἐν ᾠδαῖς ἀνεβόησε λέγων· Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; τῷ μὲν καλῷ τὸ τοῦ βίου δόκιμον παριστὰς, τῷ δὲ τερπνῷ τὴν ἐκ τῆς ὁμονοίας καὶ τῆς ἑνώσεως εὐφροσύνην. Τοῦτον οἱ μετιόντες τὸν βίον μετὰ ἀκριβείας, ἐμοὶ δοκεῖν, τὴν ἀνωτάτω ἐζηλωκέναι ἀρετήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.