Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικαὶ διατάξεις

Μέγας Βασίλειος

Κανόνες συμπεριφοράς και αποφυγή των κοινωνικών παθών

Συστάσεις για τις κατάλληλες εργασίες, τις προφυλάξεις στις συναναστροφές με κοσμικούς και ασταθείς μοναχούς, καθώς και προειδοποιήσεις κατά της φιλαρχίας, της κενοδοξίας και της ανθρωπαρέσκειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 9

ΚΕΦΑΛΑΙΟΝ Εʹ Ὅτι προσήκει τὸν ἀσκητὴν ἔργα ἐπιτηδεύειν τὰ πρέποντα. Ἐργάζεσθαι μέντοι τὸν ἀσκητὴν προσήκει ἔργα τὰ πρέποντα, ὅσα καπηλείας ἁπάσης, καὶ μακροτέρων περισπασμῶν, καὶ αἰσχροκερδείας ἀπήλλακται· ὅσα ὑπωροφίων μενόντων ἡμῶν, ὡς τὰ πολλὰ, ἐπιτελεῖσθαι δύναται, ἵνα καὶ τὸ ἔργον πληρῶται, καὶ ἡσυχία φυλάττηται. Εἰ δέ τι δέοι διὰ τὴν ἀναγκαίαν χρείαν καὶ ὕπαιθρον ἔργον ἐπιτελεῖν, οὐδὲ τοῦτο τὴν φιλοσοφίαν κωλύσει. Ὁ γὰρ ἀκριβὴς φιλόσοφος, φροντιστήριον ἔχων τὸ σῶμα, καὶ καταγωγὴν τῆς ψυχῆς ἀσφαλῆ, κἂν ἐπ᾽ ἀγορᾶς ὢν τύχῃ, κἂν ἐν πανηγύρει, κἂν ἐν ὄρει, κἂν ἐν ἀγρῷ, κἂν μεταξὺ πλήθους πολλοῦ, ἐν τῷ φυσικῷ μοναστηρίῳ καθίδρυται, ἔνδον συνάγων τὸν νοῦν, καὶ φιλοσοφῶν τὰ αὐτῷ πρέποντα. Δυνατὸν γὰρ καὶ οἴκοι καθήμενον, ἔξω περιπλανᾶσθαι τοῖς λογισμοῖς· καὶ ἐπὶ τῆς ἀγορᾶς ὄντα, νήφοντα δὲ, ὡς ἐπ᾽ ἐρημίας εἶναι, πρὸς ἑαυτόν τε καὶ πρὸς Θεὸν μόνον ἐπιστρεφόμενον, καὶ οὐ δεχόμενον ταῖς αἰσθήσεσι τοὺς ἐκ τῶν αἰσθητῶν τῇ ψυχῇ θορύβους προσπίπτοντας.

ΚΕΦΑΛΑΙΟΝ ϛʹ. Ὅτι οὐ χρὴ πᾶσιν ἀνθρώποις ἀφυλάκτως συνδιατρίβειν τὸν ἀσκητήν. Θαῤῥεῖν δὲ μηδὲ πᾶσιν ἀνθρώποις ἑαυτὸν, μηδὲ ἀπογυμνοῦν, μηδὲ ἀνακαλύπτειν ἀφυλάκτως προσήκει. Πολλοὺς γὰρ ἐφέδρους ὁ κατὰ Θεὸν πολιτευόμενος ἔχει· καὶ αὐτοὺς πολλάκις τοὺς οἰκειοτάτους, τῆς ἑαυτοῦ ζωῆς κατασκόπους. Προσήκει τοίνυν μὴ ἀβασανίστους ποιεῖσθαι τὰς πρὸς τοὺς ἔξωθεν συντυχίας. Εἰ γὰρ ὁ Σωτὴρ, ὥς φησι τὸ Εὐαγγέλιον, οὐκ ἐπίστευε τοῖς πᾶσιν ἑαυτὸν (Αὐτὸς γὰρ, φησὶν, ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς)· εἰ ἐκεῖνος, ὁ καθαρὸς, ὁ ἄμωμος, ὁ ἀνεπίληπτος, ὁ δίκαιος, ὁ τὸ πᾶν ἀρετὴ, πῶς ἡμεῖς οἱ ἁμαρτωλοὶ, οἱ εὐόλισθοι, οἱ μὴ κατὰ σκοπὸν ἀεὶ εὐοδούμενοι, τοῦτο μὲν διὰ τὴν φυσικὴν ἀσθένειαν, τοῦτο δὲ διὰ τὸν πονηρῶς καὶ ἀνενδότως ἡμῖν προσπαλαίοντα, ἑαυτοὺς ἐκδιδόντες περιέργοις ἀνθρώποις, οὐχὶ πονηρὰς ἐπισπασόμεθα διαβολὰς, καὶ ἑαυτοῖς τὰ σκάνδαλα καταπήξομεν;

Πολλάκις γὰρ οἱ πονηροὶ καὶ τὰ καλῶς πραττόμενα διαβάλλειν ἐπιχειροῦσι, καὶ μὴ ἀλοιδόρητα καταλιμπάνειν καὶ τὰ μικρότατα τῶν πταισμάτων ἀνέχονται. Χρὴ τοίνυν πεφυλαγμένας ποιεῖσθαι τὰς πρὸς τοὺς ἔξωθεν ὁμιλίας. Συμβαίνει γὰρ αὐτοῖς τι καὶ ἕτερον πάθος ὑπὸ λογισμῶν ἀπειρίας ἐπὶ τῶν ἀναχωρησάντων τοῦ βίου. Ὑπολαμβάνουσι γὰρ, οὐ τὴν γνώμην μετατεθεῖσθαι τῶν μετατιθεμένων τὴν πολιτείαν, ἀλλὰ τὴν φύσιν αὐτοῖς τὴν ἀνθρωπίνην μετεσκευάσθαι· καὶ οὐ κρίνουσι τοὺς ἀσκητὰς ὡς ἐν πάθεσι μὲν τοῖς αὐτοῖς στρεφομένους, δυνάμει δὲ ψυχῆς καὶ ἀλλοτριώσει τῇ πρὸς τὰς ἡδονὰς ἐπικρατοῦντας αὐτῶν· ἀλλ᾽ οἴονται, ὅτι πάντη ἐκποδὼν τὰ πάθη τῆς τοῦ σώματος αὐτῶν φύσεως γέγονεν.

Ὅθεν δὴ, καὶ εἴ τι μικρὸν ὁ πνευματικὸς διαμάρτοι τοῦ καλοῦ, εὐθέως ἅπαντες, καὶ οἱ τὸ πρὶν θερμότατοι ἐπαινέται καὶ θαυμασταὶ, πικροὶ κατήγοροι γίνονται, καὶ διελέγχουσιν ἑαυτοὺς, οὐδὲ πρότερον ἀληθεῖς τοὺς ἐπαίνους ποιούμενοι.

Καθάπερ γὰρ ἀθλητοῦ τινος ὀλισθήσαντος, εὐθὺς ὁ ἀντίπαλος κατεξανίσταται παίων καὶ προσκαταβάλλων αὐτόν· οὕτω καὶ ἐκεῖνοι, ἐπὰν ἴδωσι τὸν ἐν ἀσκήσει ἀρετῆς διαζῶντα μικρόν τι τοῦ καλοῦ διαμαρτήσαντα, ἐπιτίθενται ταῖς λοιδορίαις καὶ ταῖς διαβολαῖς, ὥσπερ τοξεύμασι βάλλοντες· οὐ λογιζόμενοι καθ᾽ ἑαυτοὺς, ὅτι αὐτοὶ μὲν ἐφ᾽ ἑκάστης ἡμέρας μυρίοις τιτρώσκονται τοῖς βέλεσι τῶν παθῶν. Οἱ δέ γε τῆς εὐσεβείας ἀγωνισταὶ, καίπερ ὑπὸ τῶν ὁμοίων πολιορκούμενοι παθῶν, ἢ μικρά τινα, ἢ οὐδὲν πολλάκις ὑπὸ τούτων ἐπηρεάζονται· καὶ ταῦτα, καὶ τὸν ἀνταγωνιστὴν σφοδρότερον ἤπερ ἐκεῖνοι δεχόμενοι. Ἐπείπερ οὗτοι μὲν τὸν πρὸς ἐκεῖνον ἀγῶνα διωμολόγησαν, καὶ μέγα τῷ πονηρῷ τὸ κατὰ τούτων ἄρασθαι νῖκος, πάλιν δ᾽ αὖ τὸ ἡττηθῆναι καιρίαν τὴν πληγὴν ἤνεγκεν, ὡς ὁλοσχερῶς καὶ πᾶσιν ἀρετῆς μέρεσιν ἡττηθέντι· ὁ δὲ πρὸς τοὺς τῷ βίῳ προσνείμαντας ἑαυτοὺς καταπεφρόνηται πόλεμος· τὸ μὲν, ὅτι οἱ πλεῖστοι αὐτῶν αὐτομάτως ἐπὶ τὴν ἧτταν τρέχουσι, ταῖς ποικίλαις ἡδοναῖς καὶ ἐπιθυμίαις πρὸς τὴν ἁμαρτίαν δελεαζόμενοι, καὶ ἄπονον αὐτῷ τὴν καθ᾽ ἑαυτῶν νίκην παρέχοντες· τὸ δὲ, ὅτι καὶ οἱ δοκοῦντες μικρὸν πρὸς τὴν ἁμαρτίαν ἀνταίρειν, τοῖς ποικίλοις περισπασμοῖς εὐκόλως τῆς ἀγωνίας ἀφέλκονται, καὶ τὰ νῶτα στρέψαντες, καὶ ἀνενδότως βαλλόμενοι, πολλὰ καὶ αἰσχρὰ τῆς ἥττης τὰ στίγματα φέρουσιν.

Εἰ δέ πού τινες, καὶ τὴν φορὰν τῶν βιωτικῶν περισπασμῶν βιασάμενοι, ἀντιβλέψαι πρὸς τὸν τοῦ πονηροῦ δεδύνηνται πόλεμον, ἀλλ᾽ οὖν γε οὐ τοιούτους ἀγῶνας διήνεγκαν, ἀλλὰ πολλῷ καὶ ἀπείρῳ τῷ μέτρῳ τῶν ἀσκητικῶν λειπομένους. Ὁ μὲν γὰρ τῶν δικαίων κρατεῖν ἐσπούδακε καὶ φιλονείκως διαγωνίζεται ἐν ταῖς περὶ τὰ παρόντα ἀμφισβητήσεσιν· ὁ δὲ καὶ τῶν δικαίων τοῖς ἀμφισβητοῦσι παραχωρεῖ, πληρῶν τὸ, Ἀπὸ τοῦ αἴροντος τὰ σὰ, μὴ ἀπαίτει. Ὁ μὲν, τυπτηθεὶς, ἀντετύπτησε, καὶ ἀδικηθεὶς, ἀντηδίκησε, καὶ ταύτῃ τὸ ἴσον ἔχειν ὑπολαμβάνει· ὁ δὲ καρτερεῖ μέχρι τοσούτου, ἄχρι κόρον τῷ ἀδικοῦντι ἢ καὶ τῷ παίοντι ἐμποιήσει. Καὶ ὁ μὲν πασῶν τῶν τοῦ σώματος ἡδονῶν κρατεῖν διεσπούδακεν, ὁ δὲ ἐν κόρῳ διατρίβει τῶν ἡδονῶν. Πῶς· οὖν ἂν καὶ ἀγωνιστὴς ὁ βιωτικὸς νομισθείη πρὸς τὸν ἀσκητὴν κρινόμενος;

Σκόπησον δὲ καὶ ἕτερον, ὅπερ πάσχειν σύνηθες τοῖς τῷ παρόντι βίῳ προσέχουσιν, ἡνίκα ἂν τὰ περὶ τοὺς ἀσκητὰς ἐξετάζωσιν. Ἐπειδὰν γὰρ ὁ ἀσκητὴς ἐκ μακρᾶς τῆς ἐνδείας ὑπερείδειν τὸ σῶμα τροφῇ καλῶς ἔχειν ἡγήσαιτο, καθάπερ ἀσώματόν τε καὶ ἄϋλον, ἢ οὐ μετέχειν τροφῆς, ἢ τῆς ἐλαχίστης θέλουσι.

Κἂν ἴδωσι τὸν ἀσκητὴν μὴ πάντη τοῦ σώματος ἀφειδῶς ἔχοντα, ἀλλὰ μέρει γοῦν τινι τὴν ὑπάρχουσαν ἔνδειαν θεραπεύοντα, λοιδοροῦσι καὶ διαβάλλουσι, καὶ πολυσίτους τινὰς καὶ λαιμάργους ἀποκαλοῦσι, τὴν κατὰ τοῦ ἑνὸς ὕβριν καὶ παροινίαν ἐπὶ τοὺς πάντας ἐκτείνοντες· οὐ λογιζόμενοι, ὅτι αὐτοὶ μὲν δὶς, ἔνιοι δὲ αὐτῶν καὶ τρὶς τῆς ἡμέρας σιτούμενοι σιτίων τὰ παχύτατα καὶ πιότατα, ἀπείρου τε ὄγκου κρεῶν ἐμφορούμενοι, καὶ οἴνου πλῆθος ἄμετρον ἐγχεόμενοι, οὕτως ἐπὶ τὰς τραπέζας κεχήνασιν, ὥσπερ σκύλακες μετὰ μακρὰν ἔνδειαν τῶν δεσμῶν ἀφεθέντες. Οἱ δέ γε κατὰ ἀλήθειαν ἀσκηταὶ τροφῇ τε ξηροτάτῃ κέχρηνται, καὶ ὀλίγον ἐχούσῃ σὺν ἀσθενείᾳ τὸ τρόφιμον, καὶ παρὰ πᾶσαν τὴν ἡμέραν ἅπαξ· οἵ γε τάξει διαζῇν ἐγνωκότες, καὶ τοῦτο μετρίως καὶ ἐπιστημόνως σιτούμενοι, εἰκότως παρὰ τὸν καιρὸν τῆς σιτήσεως τὴν χρείαν μετ᾽ εὐπαῤῥησιάστου τοῦ συνειδότος χορηγοῦσι τῷ σώματι. Διά τοι τοῦτο προσήκει μὴ τὴν ἐλευθερίαν ἡμῶν κρίνεσθαι ὑπὸ ἄλλης συνειδήσεως.

Εἰ γὰρ ἡμεῖς χάριτι μετέχομεν, τί βλασφημούμεθα ὑπὲρ ὧν ἡμεῖς εὐχαριστοῦμεν; τὴν ἔνδειαν καὶ τὴν τῆς τροφῆς εὐτέλειαν μετὰ τοσαύτης εὐφροσύνης αἱρούμενοι, μεθ᾽ ὅσης οὐδὲ ἐκεῖνοι τὴν ὑπέρλαμπρον καὶ παντοδαπῆ τῆς πολυόψου τραπέζης παρασκευήν. Εἰ δέ τις τῶν εἰρημένων ἀνθρώπων ἐπὶ συνέσει καὶ εὐλαβείᾳ γνώριμος εἴη, καὶ δι᾽ αἰδοῦς ἄγοι τὸν ἡμέτερον βίον, τούτῳ κοινωνεῖν τραπέζης, εἰ τούτου δεήσειεν ἐπεσκεμμένως, οὐκ ἄλογον.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Ὅτι οὐ χρὴ συχνὰς καὶ ἀβασανίστους ποιεῖσθαι τὰς προόδους. Χρὴ δὲ μηδὲ προφάσει τῆς τῶν ἀδελφῶν ἐπισκέψεώς τε καὶ συντυχίας πολλὰς καὶ συχνὰς ποιεῖσθαι τὰς ἐκδημίας (ἔστι γὰρ καὶ τοῦτο διαβολική τις ἐπίνοια, πειρωμένου τοῦ ἐχθροῦ διὰ τῆς τοιαύτης μεθόδου τὸ εὐσταθὲς ἡμῶν καὶ τὸ τεταγμένον τῆς ζωῆς παραλύειν, καὶ εἰς φιληδονίας καὶ λογισμῶν ἀκαταστασίας διαφόρους ἐμβάλλειν)· καθ᾽ ἡσυχίαν δὲ ἑαυτοῖς ὁμιλοῦντας, διασκέπτεσθαί τε καὶ ἐπανορθοῦν τὰ τῆς ψυχῆς ἁμαρτήματα. Ὁ γὰρ ἄρτι τὸν κόσμον τῇ διαθέσει καταλιπὼν, ἀπὸ μὲν τῆς πρὸς τὰ καλὰ νεύσεως τὸ ἐπαινετὸν ἔχει· οὔπω δὲ τὸ τέλειον τῶν ἀρετῶν κέκτηται· πολλάκις δὲ οὐδὲ διανενόηται τὸν τρόπον τῆς αὐτῶν κατορθώσεως, ἀλλὰ δεῖται, καθ᾽ ἡσυχίαν ἑαυτὸν ἐπισκεψάμενος, κατιδεῖν τε τὰς ἀτάκτους τῆς ψυχῆς ὁρμὰς καὶ κινήσεις, καὶ ταύταις γενναίως ἀνταγωνίσασθαι, καὶ τοῖς κρείττοσι λογισμοῖς τὰς ἀταξίας ἐπανορθώσασθαι· τάξις γὰρ ψυχῆς ἀρετῆς σύνθεμα.

Ὁ τοίνυν διαπαντὸς ἐν ἀποδημίαις καὶ μεταβάσεσιν ὢν, καὶ ἀεὶ τὸ τῆς ψυχῆς σύννουν καὶ πεπυκνωμένον ῥιπίζων καὶ διαχέων, καὶ πρὸς τὰς ἡδονὰς τοῦ σώματος βλέπειν κατὰ μικρὸν ἐθιζόμενος, πῶς δυνήσεται κατιδεῖν ἑαυτὸν, ἢ γνῶναι τὰ μὴ καλῶς ἔχοντα, ἢ πρὸς τὸ δέον αὐτὰ μεθαρμόσασθαι, τὴν ψυχὴν ἔτι διερεθίζων πρὸς ἐμπαθεῖς διαθέσεις· Χρὴ τοίνυν ἡσυχῆ μένειν τὰ πολλὰ, καὶ καρτερεῖν ἕκαστον τὴν ἰδίαν καταγωγὴν, ἵνα ἔχῃ τοῦτο τῆς εὐσταθείας τῶν τρόπων μαρτύριον· μὴ πάντη μὲν καθεῖρχθαι, ἀλλὰ τάς τε ἀναγκαίας προόδους εὐπαῤῥησιάστους ποιεῖσθαι, ἐν αἷς οὐδὲν τὸ συνειδὸς ἐπισκήπτει, καὶ τοὺς βελτίστους τε καὶ ὠφελιμωτάτους διὰ πολιτείας ἀκρίβειαν τῶν ἀδελφῶν ἐπισκέπτεσθαι, παραδείγματα ἀρετῶν ἐκ τῆς ὠφελίμου συντυχίας λαμβάνοντα, ἐμμέτρους, ὡς ἔφημεν, καὶ ἀνεπιλήπτους τὰς προόδους ποιούμενον. Πολλάκις γὰρ καὶ ἀκηδίαν ἐγγενομένην τῇ ψυχῇ ἡ πρόοδος διαλύσασα, πάλιν οἷον ἐπιῤῥῶσαι καὶ ἀναπνεῦσαι μικρὸν παρασχοῦσα, προθύμως προσιέναι τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγωνίσμασι δίδωσιν. Εἰ δέ τις ἐπὶ τῷ μὴ προϊέναι τοῦ δωματίου μέγα φρονοίη, ἴστω διακένῳ φυσιούμενος πράγματι. Οὐδὲ γὰρ τὸ μὴ προϊέναι καθ᾽ ἑαυτὸ καλὸν, ἢ τὸ κατὰ καιρὸν προϊέναι καλὸν ἢ φαῦλον οἶδεν ἐργάζεσθαι· ἀλλ᾽ ἡ περὶ τὸ καλὸν βεβαία καὶ ἀκίνητος κρίσις, ἢ τοὐναντίον, τὸ εὐμετάθετον σπουδαῖον ἢ φαῦλον ἀποτελεῖ.

Εἰ δέ τις, τὸ καλὸν τῇ ψυχῇ βεβαίως ἐνιδρυσάμενος, καὶ τῇ χρονίᾳ ἀσκήσει τῆς τῶν παθῶν κυβερνήσεως τὴν ἐμπειρίαν λαβὼν, καὶ δαμάσας μὲν τὰς σωματικὰς ἀκρασίας, χαλινώσας δὲ τὰς ψυχικὰς ἀταξίας, θαῤῥῶν δὲ τῷ τοῦ λογισμοῦ χαλινῷ, συχνοτέρας θέλοι ποιεῖσθαι τὰς προόδους εἰς οἰκοδομὴν καὶ ἐπίσκεψιν ἀδελφῶν, τὸν τοιοῦτον καὶ παρορμήσει μᾶλλον ὁ λόγος ἐπὶ τὴν πρόοδον, ἵνα, τὸν λύχνον ἐπὶ τὴν λυχνίαν τιθεὶς, πᾶσι τὸ φῶς τῆς τῶν καλῶν καθηγήσεως χορηγήσῃ· μόνον εἴγε θαῤῥοίη, ὡς καὶ λόγῳ καὶ ἔργῳ διδασκαλεῖον ἀρετῶν ἑαυτὸν δυνήσεται τοῖς συντυγχάνουσι παρέχειν· καὶ οὕτως ἐξασφαλίσαιτο ἑαυτὸν, καθὼς ὁ Ἀπόστολος εἴρηκε· Μή πως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.

ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Ὅτι οὐ χρὴ τοῖς ἀστατοῦσι τῶν ἀσκητῶν μεταδιδόναι θάρσους καὶ παῤῥησίας, ἀλλὰ καὶ τούτους φυλάττεσθαι. Φυλάττεσθαι μέντοι προσήκει καὶ τοὺς ἀστατοῦντας, καὶ ἄλλοτε πρὸς ἄλλους τῶν ἀδελφῶν μεταβαίνοντας, καὶ ἀπαύστοις καὶ ἀνενδότοις ὁρμαῖς διαπαντὸς περινοστοῦντας τὰ μοναστήρια, καὶ προφάσει δῆθεν πνευματικῆς ἀγάπης τὰ τῆς σαρκὸς ἐκπληροῦντας θελήματα· οὐδὲν βέβαιον, οὐδὲ ἱδρυμένον, οὐδὲ εὔτακτον, οὐδὲ συνέσει κεκοσμημένον ἐν ταῖς ψυχαῖς ἔχοντας, ἀλλὰ πᾶν ὅ τι περίεργον καὶ κακόηθες, ῥεμβασμοῦ καὶ ἀλογιστίας πεπληρωμένον, δόλου καὶ ὑποκρίσεως, ψευδολογίας καὶ ἀπατηλῆς κολακείας. Οὗτοι γλῶσσαν μὲν ἀπαίδευτοι, γαστέρα δὲ ἀκρατεῖς, ψυχὴν δὲ διαπαντὸς ἐπτερωμένοι καὶ ῥιπιζόμενοι, λογισμοὺς κατὰ τὴν πτῆσιν τῶν νυκτερίδων ἔχοντες, οὐδαμοῦ πρὸς τὸ εὐθὺ βλέποντας, ἀλλὰ σκολιὰ καὶ εὐμετάτρεπτα πετομένους· ἄλλο παρὰ τὰς πρώτας ὁρμὰς ὑποφαίνοντας, καὶ πρὸς ἕτερον τῷ εὐμεταβόλῳ τῆς γνώμης παρὰ δόξαν πᾶσαν φερομένους, πολλὰ ἕρποντας, καὶ οὐδὲν προβαίνοντας.

Ἐοίκασι δὲ καὶ τῶν ὑποζυγίων τοῖς περὶ τὰς μύλας ἐλαυνομένοις, ἃ πολλὰ βαδίζοντα ἐπὶ τὸν αὐτὸν ἀεὶ τόπον εὑρίσκεται· καὶ τὸ μὲν σῶμα κόπτεται, τὸ δὲ βραχὺ χωρίον οὐδαμῶς ὑπερβαίνει· οὕτω κἀκεῖνοι, διαπαντὸς περὶ τὰ πάθη τοῦ σώματος ἰλυσπώμενοι, οὐδὲν ἐπὶ τὸ πνευματικὸν ὕψος προκόπτουσι· τρέχουσι δὲ κύκλον ἀπέραντον ταῖς τοῦ σώματος ἐπιθυμίαις καὶ ἡδοναῖς ἀεὶ συνδονούμενοι, καὶ ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ πάλιν φερόμενοι, καὶ τῆς πονηρᾶς δουλείας οὐκ ἀφιέμενοι διὰ τὴν τῆς προαιρέσεως μοχθηρίαν. Οὗτοι, τὸ σχῆμα τοῦ προβάτου τῶν ὁρώντων δέλεαρ προβαλλόμενοι, ἔνδον τὴν λίχνον καὶ κακοήθη καὶ ὕπουλον ἀλώπεκα κρύπτουσι, πολλοὺς δὲ καὶ παρατρέπειν ἐπὶ τὴν ἴσην κακίαν σπουδάζουσιν· ὅσοι κυβερνήσεως λογισμοῦ ἀμοιροῦντες, καὶ τῷ καλῶς καὶ κακῶς ἄγοντι ῥᾳδίως προστίθενται, τοῦτο καλὸν νομίσαντες, ὅπερ ἄν τις ἢ ὀρθῶς, ἢ πιθανῶς ὑφηγήσεται. Καὶ τούτους τοίνυν πρὸς τὸ οἰκεῖον καθέλκειν σπουδάζουσι βάραθρον, τὴν διαστροφὴν αὐτῶν οἰκείαν ἀπολογίαν εἶναι νομίζοντες, καὶ τὴν ἑταιρίαν τῆς πονηρίας τῶν ἐγκλημάτων ἐλάττωσιν.

Τούτους οὖν ἐκ παντὸς τρόπου προσήκει φυλάττεσθαι, ὡς ἂν μήτ᾽ ἄλλους βλάψαι ἐν τῇ τοῦ ψυχικοῦ λοιμοῦ μεταδόσει, καὶ αὐτοὶ πάντοθεν εἰργόμενοι, ὀψὲ γοῦν πρὸς τὸ καλὸν ἐπιστρέψωσι, παιδαγωγὸν τὴν αἰσχύνην λαμβάνοντες, καὶ τὴν τῶν σπουδαίων ἀποστροφὴν νουθεσίαν εἰς τὴν τῆς κακίας ἀπαλλαγήν. Τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐδίδαξε, λέγων περὶ τῶν μηδὲν ἐργαζομένων ἀλλὰ περιεργαζομένων· Τοῦτον, φησὶ, σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ.

ΚΕΦΑΛΑΙΟΝ Θʹ. Ὅτι κλήρου ἢ προστασίας ἀδελφῶν οὐδαμῶς ἐφίεσθαι προσήκει τὸν ἀσκητήν. Κλήρου μέντοι, ἢ προστασίας ἀδελφῶν ἐφίεσθαι τὸν ἀσκητὴν οὐδαμῶς προσήκει. Διαβολικὸν γὰρ τὸ νόσημα, καὶ φιλαρχίας τὸ ἔγκλημα· ὅπερ τῆς ἀνωτάτω τοῦ διαβόλου πονηρίας τὸ γνώρισμα. Κἀκεῖνος γὰρ ὑπὸ τούτου τοῦ πάθους εἰς τὸ τῆς ὑπερηφανίας κατενήνεκται πτῶμα· καὶ ὁ τούτῳ τῷ πάθει κρατούμενος τὰ ἴσα ἐκείνῳ νοσεῖ. Ἔπειτα δὲ καὶ βασκάνους, καὶ φιλονείκους, καὶ κατηγόρους, καὶ ἀναισχύντους, καὶ διαβόλους, καὶ κόλακας, καὶ κατασκευαστὰς, καὶ παρὰ τὸ προσῆκον ταπεινοὺς, καὶ δουλοπρεπεῖς, καὶ ἀλαζόνας, καὶ μυρίας ταραχῆς γέμοντας, τοῦτο τὸ πάθος τοὺς ἑαλωκότας ἐργάζεται.

Ὁ γὰρ τοιοῦτος βασκαίνει τοῖς ἀξίοις, καὶ διαβάλλει τούτους· εὔξεται δὲ πολλάκις αὐτῶν καὶ τὸν θάνατον, ὡς ἀπορίᾳ τῶν πρὸς τὸ ἔργον ἐπιτηδείων ἐπ᾽ αὐτὸν τὰς ψήφους ἐλθεῖν. Κολακεύσει τε τοὺς δοῦναι κυρίους τὸν κλῆρον, καὶ διὰ τοῦτο δουλοπρεπὴς ἔσται· θρασύνεται δὲ κατὰ τῶν ἐλαττόνων, εἰ ἀντιπίπτοιεν. Δόλους οὖν συῤῥάψει· ταραχὰς καὶ ὑπονοίας μυρίας ἕξει· καὶ τὴν γαλήνην τῆς ψυχῆς καταλύσει· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἀπελαθήσεται, οὐκ ἔχων ὅπου προσαναπαύσεται. Γνόντες οὖν τὴν ζημίαν, φύγωμεν τῆς ἐπιθυμίας τὸ ἄτοπον.

Εἰ δέ που Θεός τινα πρὸς τὰ τοιαῦτα ψηφίσαιτο, οἶδεν ὁ εὐμήχανος ὅπως καὶ παρέξει τὸν ἄξιον· ἡμῶν μηδαμοῦ συνειδότων ἑαυτοῖς ἐσπουδακόσι περὶ τὸ τοιοῦτον, ἢ ὅλως τὴν ἐπιθυμίαν ἐν τῇ ψυχῇ περιέχειν. Νόσημα γὰρ καὶ τοῦτο ψυχῆς χαλεπώτατον, καὶ ἔκπτωσις τῶν καλῶν.

ΚΕΦΑΛΑΙΟΝ Ιʹ Ὅτι οὐ χρὴ πρὸς κενοδοξίαν βλέποντα ζηλοῦν τὰ καλά. Κενοδοξίαν ὅτι μάλιστα φεύγειν προσήκει τὴν οὐ πρὸ τῶν πόνων τοῦ πονεῖν ἀφιστῶσαν (ἦν γὰρ ἂν τὸ κακὸν ἔλαττον), ἀλλὰ μετὰ τοὺς πόνους τῶν στεφάνων ἀποσυλῶσαν, τὴν δυσάλωτον τῆς ἡμετέρας σωτηρίας ἐπίβουλον, τὴν πρὸς ταῖς οὐρανίαις ἁψῖσι τοὺς καθ᾽ ἡμῶν λόχους ἱδρύουσαν, καὶ τὰς μέχρις οὐρανῶν στελεχωθείσας ἀρετὰς καταβαλεῖν φιλονεικοῦσαν. Ἐπειδὰν γὰρ ἴδῃ τὸν τῆς εὐσεβείας ἔμπορον παντοδαποῖς ἀγωγίμοις ἀρετῶν τὴν φορτίδα τῆς διανοίας πληρώσαντα, τότε, τὴν ἑαυτῆς καταιγίδα κινήσασα, περιτρέπειν καὶ ὑποβρύχιον ἄγειν τὸ σκάφος διαγωνίζεται. Τὴν γὰρ διάνοιαν τοῦ τῆς ἄνω βασιλείας πλωτῆρος πρὸς τὰ κάτω καὶ τὰς ἀνθρωπίνας δόξας ὁρᾷν ἀναπείσασα, ἅπαντα τὸν πλοῦτον τῆς ψυχῆς αἰφνίδιον ἐξεφύσησε, καὶ τοὺς θεμελίους τῶν ἀρετῶν ὑποσύρασα ἐπὶ γῆν, οὐρανομήκεις πόνους κατήνεγκε, τὸν ἐπὶ τοῖς πεπονημένοις μισθὸν παρὰ ἀνθρώπων αἰτεῖσθαι παρασκευάσασα, οὓς ἔδει πρὸς τὸν Θεὸν μόνον βλέποντας, καὶ τούτῳ τὰ ἡμέτερα κατορθώματα ταμιεύοντας, παρ᾽ ἐκείνου μόνου ἀξίως κομίζεσθαι.

Ἡμεῖς δὲ, τοῦ διὰ Θεὸν ἐσπουδακέναι τὰ καλὰ τὸ διὰ ἀνθρώπων δόξαν ἐνεργεῖν προτιμήσαντες, παρ᾽ ἐκείνων τε τὸν διάκενον τῆς εὐφημίας μισθὸν ἀπαιτοῦντες, εἰκότως καὶ δικαίως τῶν θείων ἀμοιβῶν ἀποπίπτομεν, οὐ τῷ Θεῷ πονοῦντες, ἀλλὰ τοῖς ἀνθρώποις ἑαυτοὺς ἐργατεύοντες· παρ᾽ ὧν τὴν ζημίαν τῶν μισθῶν ἀντὶ μισθῶν κομιζόμενοι, τί καὶ παρὰ Θεοῦ ἀπαιτήσωμεν, ᾧ οὐδὲν ἐργάσασθαι προειλόμεθα;

Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τοῦ ἱεροῦ Εὐαγγελίου λέγοντος, περὶ τῶν διὰ ἀνθρώπους τὰ καλὰ δρώντων· Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Φύγωμεν οὖν κενοδοξίαν, τὸν γλυκὺν σκυλευτὴν τοῦ πνευματικοῦ πλούτου, τὸν ἡδὺν τῶν ἡμετέρων ψυχῶν πολέμιον, τὸν σῆτα τῶν ἀρετῶν, τὸν μεθ᾽ ἡδονῆς τὰ ἡμετέρα καλὰ ληιζόμενον, τὸν μέλιτι χρίσαντα τῆς οἰκείας ἀπάτης τὸ δηλητήριον, καὶ ταῖς διανοίαις τῶν ἀνθρώπων τὴν ὀλεθρίαν ὀρέγοντα κύλικα, ἵνα, οἶμαι, τοῦ πάθους ἐμφορηθῶσιν ἀπλήστως. Γλυκὺ γὰρ ἀνθρωπίνη δόξα τοῖς ἀπαιδεύτοις.

Ἄλλως δὲ καὶ κρίσεως ὀρθῆς εὐκόλως ἁμαρτάνειν τοὺς ἀλόντας παρασκευάζει. Ὁ γὰρ ταύτης ἐφιέμενος τὰς μὲν οἰκείας κρίσεις κατέλυσε· τοῦτο δὲ νενόμικε τίμιον, ὅπερ ἂν παρὰ τῶν προστυχόντων θαυμάζηται. Ὡς, εἴγε, πονηροὶ ὄντες ἢ ἀλόγιστοι, θαυμάζοιεν τὰ κακὰ, τοῦτο δράσει πάντως ὁ ἐπαινούμενος, ὅπερ τοὺς κριτὰς τῶν οἰκείων ἐπιτηδευμάτων καλὸν ὑπειληφέναι νενόμικεν· ὡς εἶναι τὴν κενοδοξίαν οὐ μόνον καθαιρέτιν τῶν καλῶν πράξεων, ἀλλὰ καὶ τῶν πονηρῶν ὁδηγόν. Διὸ δὴ προσήκει, πρὸς τὸν ὀρθὸν λόγον, καὶ πρὸς τὸν Θεὸν βλέποντας τὸν τοῦ ὀρθοῦ λόγου καθηγητὴν, ταύτῃ βαδίζειν, ᾗπερ ἂν ὁ Θεὸς ὑφηγῆται· κἂν ἐπαινῶσί τινες τὴν τοιαύτην ὁδὸν, μὴ μέγα τιθέναι τὸν ἐκείνων ἔπαινον, πρὸς τὸν ἄνωθεν ἐπαινέτην ὁρῶντας, συγχαίρειν δὲ μόνον αὐτοῖς τῆς ὀρθῆς περὶ τὰ καλὰ κρίσεως· κἂν ψέγωσιν ἕτεροι, μηδαμῶς καταδύεσθαι, ταλανίζειν δὲ ἐκείνους τοὺς ὀρθῆς κρίσεως ἀμοιροῦντας, καὶ σκότος διανοίας τὸ δεινότατον ὑπομένοντας.